5
 1 Τῇ ἐλευθερίᾳ * ουν η χριστος ημας ηλευθερωσε στηκετε 65% ¦ ημας χριστος ηλευθερωσε στηκετε ουν CT 1%οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. 
 2 Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.  3 Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.  4 Κατηργήθητε ἀπὸ † του ¦ — CTτοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος ‡ εξεπεσατε ¦ εξεπεσετε BYZ HF PCKἐξεπέσατε.  5 Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.  6 Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη. 
 7 Ἐτρέχετε καλῶς· τίς ὑμᾶς § ενεκοψε ¦ ανεκοψε TRἐνέκοψε * τη ¦ — WHτῇ ἀληθείᾳ μὴ πείθεσθαι;  8 Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.  9 Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.  10 Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις † αν ¦ εαν CTἂν ᾖ.  11 Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.  12 Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. 
 13 Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.  14 Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ ‡ πληρουται ¦ πεπληρωται CTπληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς § εαυτον ¦ σεαυτον ANT CT HF PCKἑαυτόν.  15 Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ * υπο ¦ υπ ANT CTὑπὸ ἀλλήλων ἀναλωθῆτε. 
 16 Λέγω δέ, πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.  17 Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα † δε ¦ γαρ CTδὲ ‡ αντικειται αλληλοις ¦ αλληλοις αντικειται CTἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ § αν ¦ εαν CTἂν θέλητε, ταῦτα ποιῆτε.  18 Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.  19 Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι * μοιχεια ¦ — CTμοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια,  20  † ειδωλολατρεια ¦ ειδωλολατρια ANT NA PCK SBL WHεἰδωλολατρεία, ‡ φαρμακεια ¦ φαρμακια WHφαρμακεία, ἔχθραι, § ερεις ¦ ερις CT PCKἔρεις, * ζηλοι ¦ ζηλος CTζῆλοι, θυμοί, † εριθειαι ¦ εριθιαι WHἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,  21 φθόνοι, ‡ φονοι ¦ — NA SBL WHφόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις· ἃ προλέγω ὑμῖν, καθὼς § και ¦ — CTκαὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.  22 Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,  23  * πραοτης ¦ πραυτης CTπρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος.  24 Οἱ δὲ τοῦ † χριστου ¦ χριστου ιησου NA TH WHΧριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. 
 25 Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.  26 Μὴ ‡ γινωμεθα ¦ γεινωμεθα THγινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. 
*5:1 ουν η χριστος ημας ηλευθερωσε στηκετε 65% ¦ ημας χριστος ηλευθερωσε στηκετε ουν CT 1%
†5:4 του ¦ — CT
‡5:4 εξεπεσατε ¦ εξεπεσετε BYZ HF PCK
§5:7 ενεκοψε ¦ ανεκοψε TR
*5:7 τη ¦ — WH
†5:10 αν ¦ εαν CT
‡5:14 πληρουται ¦ πεπληρωται CT
§5:14 εαυτον ¦ σεαυτον ANT CT HF PCK
*5:15 υπο ¦ υπ ANT CT
†5:17 δε ¦ γαρ CT
‡5:17 αντικειται αλληλοις ¦ αλληλοις αντικειται CT
§5:17 αν ¦ εαν CT
*5:19 μοιχεια ¦ — CT
†5:20 ειδωλολατρεια ¦ ειδωλολατρια ANT NA PCK SBL WH
‡5:20 φαρμακεια ¦ φαρμακια WH
§5:20 ερεις ¦ ερις CT PCK
*5:20 ζηλοι ¦ ζηλος CT
†5:20 εριθειαι ¦ εριθιαι WH
‡5:21 φονοι ¦ — NA SBL WH
§5:21 και ¦ — CT
*5:23 πραοτης ¦ πραυτης CT
†5:24 χριστου ¦ χριστου ιησου NA TH WH
‡5:26 γινωμεθα ¦ γεινωμεθα TH