ΙΩΑΝΝΟΥ Β
1
1 Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, 2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾽ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· 3 ἔσται μεθ᾽ * ημων ¦ υμων ANT PCK SCRἡμῶν χάρις, ἔλεος, εἰρήνη παρὰ Θεοῦ πατρός, καὶ παρὰ † κυριου 91.2% ¦ — CT 6.2%Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
4 Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. 5 Καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν ‡ γραφων σοι καινην 72.1% ¦ γραφω σοι καινην ST 12.4% ¦ καινην γραφων σοι NA27 SBL TH 9.2%γράφων σοι καινήν, § αλλα ¦ αλλ ECM NA28 PCKἀλλὰ ἣν * ειχομεν ¦ εχομεν PCK ¦ ειχαμεν WHεἴχομεν ἀπ᾽ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. 6 Καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. Αὕτη † εστιν η εντολη ¦ η εντολη εστι CTἐστὶν ἡ ἐντολή, καθὼς ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. 7 Ὅτι πολλοὶ πλάνοι ‡ εισηλθον ¦ εξηλθον ECM NA SBL TH ¦ εξηλθαν WHεἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί. Οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. 8 Βλέπετε ἑαυτούς, ἵνα μὴ § απολεσωμεν … απολαβωμεν 74.9% ¦ απολεσητε … απολαβητε CT 17%ἀπολέσωμεν ἃ * ειργασαμεθα ¦ ειργασασθε TH ¦ ηργασαμεθα WHεἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν. 9 Πᾶς ὁ † παραβαινων 99% ¦ προαγων CT 1%παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, Θεὸν οὐκ ἔχει· ‡ ο ¦ ο δε PCKὁ μένων ἐν τῇ διδαχῇ § του χριστου 89.3% ¦ — CT 4.5%τοῦ Χριστοῦ, οὗτος καὶ τὸν * πατερα και τον υιον ¦ υιον και τον πατερα ECM*πατέρα καὶ τὸν υἱὸν ἔχει. 10 Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· 11 ὁ † γαρ λεγων ¦ λεγων γαρ CTγὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
12 Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ‡ εβουληθην ¦ ηβουληθην ANT TRἐβουλήθην διὰ χάρτου καὶ μέλανος· § αλλα ¦ αλλ ECM NA28 PCKἀλλὰ ἐλπίζω * ελθειν 87.1% ¦ γενεσθαι CT 11.4%ἐλθεῖν πρὸς ὑμᾶς, καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ † ημων ¦ υμων ECM* SBL WHἡμῶν ‡ η πεπληρωμενη ¦ πεπληρωμενη η NA27 SBL WHᾖ πεπληρωμένη.
13 Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς. § αμην 89% ¦ — CT 8.8%Ἀμήν.

*1:3 ημων ¦ υμων ANT PCK SCR

†1:3 κυριου 91.2% ¦ — CT 6.2%

‡1:5 γραφων σοι καινην 72.1% ¦ γραφω σοι καινην ST 12.4% ¦ καινην γραφων σοι NA27 SBL TH 9.2%

§1:5 αλλα ¦ αλλ ECM NA28 PCK

*1:5 ειχομεν ¦ εχομεν PCK ¦ ειχαμεν WH

†1:6 εστιν η εντολη ¦ η εντολη εστι CT

‡1:7 εισηλθον ¦ εξηλθον ECM NA SBL TH ¦ εξηλθαν WH

§1:8 απολεσωμεν … απολαβωμεν 74.9% ¦ απολεσητε … απολαβητε CT 17%

*1:8 ειργασαμεθα ¦ ειργασασθε TH ¦ ηργασαμεθα WH

†1:9 παραβαινων 99% ¦ προαγων CT 1%

‡1:9 ο ¦ ο δε PCK

§1:9 του χριστου 89.3% ¦ — CT 4.5%

*1:9 πατερα και τον υιον ¦ υιον και τον πατερα ECM*

†1:11 γαρ λεγων ¦ λεγων γαρ CT

‡1:12 εβουληθην ¦ ηβουληθην ANT TR

§1:12 αλλα ¦ αλλ ECM NA28 PCK

*1:12 ελθειν 87.1% ¦ γενεσθαι CT 11.4%

†1:12 ημων ¦ υμων ECM* SBL WH

‡1:12 η πεπληρωμενη ¦ πεπληρωμενη η NA27 SBL WH

§1:13 αμην 89% ¦ — CT 8.8%