2
 1 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων,  2 ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.  3 ⸀τοῦτο* τοῦτο WH Treg NA28 ] + γὰρ RPκαλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ,  4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.  5 εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς,  6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις·  7 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος— ἀλήθειαν ⸀λέγω† λέγω WH Treg NA28 ] + ἐν Χριστῷ RP οὐ ψεύδομαι— διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ. 
 8 Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ ⸀διαλογισμοῦ‡ διαλογισμοῦ Treg NA28 RP ] διαλογισμῶν WH  9 ὡσαύτως ⸀καὶ§ καὶ Treg NA28 ] – WH; + τὰς RP γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ* καὶ WH Treg NA28 ] ἢ RP σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν ⸀καὶ ⸀χρυσίῳ† χρυσίῳ WH NA28 ] χρυσῷ Treg RPἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ,  10 ἀλλʼ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, διʼ ἔργων ἀγαθῶν.  11 γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ·  12 ⸂διδάσκειν δὲ γυναικὶ‡ διδάσκειν δὲ γυναικὶ WH Treg NA28 ] Γυναικὶ δὲ διδάσκειν RP οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλʼ εἶναι ἐν ἡσυχίᾳ.  13 Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα·  14 καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ⸀ἐξαπατηθεῖσα§ ἐξαπατηθεῖσα WH Treg NA28 ] ἀπατηθεῖσα RPἐν παραβάσει γέγονεν.  15 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης. 
*2:3 τοῦτο WH Treg NA28 ] + γὰρ RP
†2:7 λέγω WH Treg NA28 ] + ἐν Χριστῷ RP
‡2:8 διαλογισμοῦ Treg NA28 RP ] διαλογισμῶν WH
§2:9 καὶ Treg NA28 ] – WH; + τὰς RP
*2:9 καὶ WH Treg NA28 ] ἢ RP
†2:9 χρυσίῳ WH NA28 ] χρυσῷ Treg RP
‡2:12 διδάσκειν δὲ γυναικὶ WH Treg NA28 ] Γυναικὶ δὲ διδάσκειν RP
§2:14 ἐξαπατηθεῖσα WH Treg NA28 ] ἀπατηθεῖσα RP