9
 1 Καὶ ἐκάλεσε Τωβίας τὸν Ῥαφαὴλ, καὶ εἶπεν αὐτῷ,  2 Ἀζαρία ἀδελφὲ, λάβε μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους, καὶ πορεύθητι ἐν Ῥάγοις τῆς Μηδίας παρὰ Γαβαὴλ, καὶ κόμισαί μοι τὸ ἀργύριον, καὶ αὐτὸν ἄγε μοι εἰς τόν γάμον,  3 διότι ὀμώμοκε Ῥαγουὴλ, μὴ ἐξελθεῖν με.  4 Καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω μέγα, ὀδυνηθήσεται λίαν.  5 Καὶ ἐπορεύθη Ῥαφαὴλ, καὶ ηὐλίσθη παρὰ Γαβαὴλ, καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον· ὃς δὲ προήνεγκε τὰ θυλάκια ἐν ταῖς σφραγίσι, καὶ ἔδωκεν αὐτῷ. 
 6 Καὶ ὤρθρευσαν κοινῶς, καὶ ἦλθον εἰς τὸν γάμον· καὶ εὐλόγησε Τωβίας τὴν γυναῖκα αὐτοῦ.