4
 1 οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν ⸀οὐρανῷ* οὐρανῷ WH Treg NA28 ] οὐρανοῖς RP 
 2 Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ,  3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, διʼ ὃ καὶ δέδεμαι,  4 ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι. 
 5 Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.  6 ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. 
 7 Τὰ κατʼ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ,  8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα ⸀γνῶτε† γνῶτε WH Treg NA28 ] γνῷ RP τὰ περὶ ⸀ἡμῶν‡ ἡμῶν WH Treg NA28 ] ὑμῶν RPκαὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν,  9 σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε. 
 10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ (περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν),  11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.  12 ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος ⸀Χριστοῦ§ Χριστοῦ RP ] + Ἰησοῦ WH Treg NA28  πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα ⸀σταθῆτε* σταθῆτε WH Treg NA28 ] στῆτε RP τέλειοι καὶ ⸀πεπληροφορημένοι† πεπληροφορημένοι WH Treg NA28 ] πεπληρωμένοι RPἐν παντὶ θελήματι τοῦ θεοῦ.  13 μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ⸂πολὺν πόνον‡ πολὺν πόνον WH Treg NA28 ] ζῆλον πολὺν RP ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει.  14 ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς.  15 ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ ⸂Νύμφαν καὶ τὴν κατʼ οἶκον αὐτῆς§ Νύμφαν καὶ … οἶκον αὐτῆς WH NA28 ] Νυμφᾶν καὶ … οἶκον αὐτῶν Treg; Νυμφᾶν καὶ … οἶκον αὐτοῦ RP ἐκκλησίαν.  16 καὶ ὅταν ἀναγνωσθῇ παρʼ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ ⸀Λαοδικέων* Λαοδικέων WH Treg NA28 ] Λαοδικαίων RPἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.  17 καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς. 
 18 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. ἡ χάρις μεθʼ ⸀ὑμῶν† ὑμῶν WH Treg NA28 ] + Ἀμήν RP ‘p /’ ‘/book’ 
*4:1 οὐρανῷ WH Treg NA28 ] οὐρανοῖς RP
†4:8 γνῶτε WH Treg NA28 ] γνῷ RP
‡4:8 ἡμῶν WH Treg NA28 ] ὑμῶν RP
§4:12 Χριστοῦ RP ] + Ἰησοῦ WH Treg NA28
*4:12 σταθῆτε WH Treg NA28 ] στῆτε RP
†4:12 πεπληροφορημένοι WH Treg NA28 ] πεπληρωμένοι RP
‡4:13 πολὺν πόνον WH Treg NA28 ] ζῆλον πολὺν RP
§4:15 Νύμφαν καὶ … οἶκον αὐτῆς WH NA28 ] Νυμφᾶν καὶ … οἶκον αὐτῶν Treg; Νυμφᾶν καὶ … οἶκον αὐτοῦ RP
*4:16 Λαοδικέων WH Treg NA28 ] Λαοδικαίων RP
†4:18 ὑμῶν WH Treg NA28 ] + Ἀμήν RP