5
 1 Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ⸀ἔθνεσιν* ἔθνεσιν WH Treg NA28 ] + ὀνομάζεται RP ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.  2 καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ⸀ἀρθῇ† ἀρθῇ WH Treg NA28 ] ἐξαρθῇ RP ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ⸀ποιήσας‡ ποιήσας Treg RP ] πράξας WH NA28 
 3 Ἐγὼ μὲν γάρ, ⸀ἀπὼν§ ἀπὼν WH Treg NA28 ] ὡς ἀπὼν RPτῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον  4 ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν ⸀Ἰησοῦ* ⸀Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP  συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν ⸁Ἰησοῦ† ⸁Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP  5 παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ ⸀κυρίου‡ κυρίου WH NA28 ] + Ἰησοῦ Treg RP 
 6 Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;  7 ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα ⸀ἡμῶν§ ἡμῶν WH Treg NA28 ] + ὑπὲρ ἡμῶν RPἐτύθη Χριστός·  8 ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλʼ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. 
 9 Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις,  10 ⸀οὐ* οὐ WH Treg NA28 ] καὶ οὐ RP πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ⸀καὶ† καὶ WH Treg NA28 ] ἢ RP ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ⸀ὠφείλετε‡ ὠφείλετε WH Treg NA28 ] ὀφείλετε RPἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.  11 νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.  12 τί γάρ ⸀μοι§ μοι WH Treg NA28 ] + καί RPτοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε,  13 τοὺς δὲ ἔξω ὁ θεὸς ⸀κρίνει* κρίνει WH Treg ] κρινεῖ NA28 RP  ⸀ἐξάρατε† ἐξάρατε WH Treg NA28 ] Καί ἐξαρεῖτε RPτὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. 
*5:1 ἔθνεσιν WH Treg NA28 ] + ὀνομάζεται RP
†5:2 ἀρθῇ WH Treg NA28 ] ἐξαρθῇ RP
‡5:2 ποιήσας Treg RP ] πράξας WH NA28
§5:3 ἀπὼν WH Treg NA28 ] ὡς ἀπὼν RP
*5:4 ⸀Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP
†5:4 ⸁Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP
‡5:5 κυρίου WH NA28 ] + Ἰησοῦ Treg RP
§5:7 ἡμῶν WH Treg NA28 ] + ὑπὲρ ἡμῶν RP
*5:10 οὐ WH Treg NA28 ] καὶ οὐ RP
†5:10 καὶ WH Treg NA28 ] ἢ RP
‡5:10 ὠφείλετε WH Treg NA28 ] ὀφείλετε RP
§5:12 μοι WH Treg NA28 ] + καί RP
*5:13 κρίνει WH Treg ] κρινεῖ NA28 RP
†5:13 ἐξάρατε WH Treg NA28 ] Καί ἐξαρεῖτε RP