ΙΑΚΩΒΟΥ  
 1
 1 Ἰάκωβος, Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ, χαίρειν. 
 2 Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις,  3 γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν·  4 ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.  5 Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς, καὶ * ουκ 69.9% ¦ μη CT TR 29.9%οὐκ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ.  6 Αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ.  7 Μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι † ληψεται ¦ λημψεται CTλήψεταί τι παρὰ τοῦ Κυρίου.  8 Ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. 
 9 Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ·  10 ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ· ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται.  11 Ἀνέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι, καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτω καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται. 
 12 Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν· ὅτι δόκιμος γενόμενος ‡ ληψεται ¦ λημψεται CTλήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο § ο κυριος 89.1% ¦ — CT 2%ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν.  13 Μηδεὶς πειραζόμενος λεγέτω ὅτι Ἀπὸ * θεου ¦ του θεου TRΘεοῦ πειράζομαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα·  14 ἕκαστος δὲ πειράζεται, ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος.  15 Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. 
 16 Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί.  17 Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ᾽ ᾧ οὐκ ἔνι παραλλαγή, ἢ τροπῆς ἀποσκίασμα.  18 Βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων. 
 19  † ωστε αδελφοι μου αγαπητοι εστω ¦ ιστε αδελφοι μου αγαπητοι εστω δε CTὭστε, ἀδελφοί μου ἀγαπητοί, ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν·  20 ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ ‡ ου κατεργαζεται 82.1% ¦ ουκ εργαζεται NA27 SBL TH WH 16.7%οὐ κατεργάζεται.  21 Διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας, ἐν πρᾳΰτητι δέξασθε τὸν ἔμφυτον λόγον, τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν. 
 22 Γίνεσθε δὲ ποιηταὶ λόγου, καὶ μὴ § μονον ακροαται 93.8% ¦ ακροαται μονον ECM* SBL WH 4.6%μόνον ἀκροαταί, παραλογιζόμενοι ἑαυτούς.  23 Ὅτι εἴ τις ἀκροατὴς * λογου ¦ νομου PCKλόγου ἐστὶ καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ·  24 κατενόησε γὰρ ἑαυτὸν καὶ ἀπελήλυθε, καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν.  25 Ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, † ουτος 87.1% ¦ — CT 5.4%οὗτος οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται. 
 26 Εἴ τις δοκεῖ θρῆσκος εἶναι ‡ εν υμιν 80.1% ¦ — CT 9.4%ἐν ὑμῖν, μὴ χαλιναγωγῶν γλῶσσαν § αυτου ¦ εαυτου WHαὐτοῦ, * αλλα ¦ αλλ ANT ECM NA28 PCK TRἀλλὰ ἀπατῶν καρδίαν † αυτου ¦ εαυτου WHαὐτοῦ, τούτου μάταιος ἡ θρησκεία.  27 Θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ ‡ θεω ¦ τω θεω ANT CT TRΘεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου. 
*1:5 ουκ 69.9% ¦ μη CT TR 29.9%
†1:7 ληψεται ¦ λημψεται CT
‡1:12 ληψεται ¦ λημψεται CT
§1:12 ο κυριος 89.1% ¦ — CT 2%
*1:13 θεου ¦ του θεου TR
†1:19 ωστε αδελφοι μου αγαπητοι εστω ¦ ιστε αδελφοι μου αγαπητοι εστω δε CT
‡1:20 ου κατεργαζεται 82.1% ¦ ουκ εργαζεται NA27 SBL TH WH 16.7%
§1:22 μονον ακροαται 93.8% ¦ ακροαται μονον ECM* SBL WH 4.6%
*1:23 λογου ¦ νομου PCK
†1:25 ουτος 87.1% ¦ — CT 5.4%
‡1:26 εν υμιν 80.1% ¦ — CT 9.4%
§1:26 αυτου ¦ εαυτου WH
*1:26 αλλα ¦ αλλ ANT ECM NA28 PCK TR
†1:26 αυτου ¦ εαυτου WH
‡1:27 θεω ¦ τω θεω ANT CT TR