2
1 Τεκνία μου, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε. Καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον· 2 καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. 3 Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. 4 Ὁ * λεγων ¦ λεγων οτι ECM* NA SBL TH WHλέγων, Ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστί, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· 5 ὃς δ᾽ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν· 6 ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει, καθὼς ἐκεῖνος περιεπάτησε, καὶ αὐτὸς † ουτω ¦ — ECM* SBL WHοὕτω περιπατεῖν.
7  ‡ αδελφοι 82.8% ¦ αγαπητοι CT 15%Ἀδελφοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ᾽ ἐντολὴν παλαιάν, ἣν εἴχετε ἀπ᾽ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε § απ αρχης 87% ¦ — CT 8.2%ἀπ᾽ ἀρχῆς. 8 Πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν· ὅτι ἡ σκοτία παράγεται, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. 9 Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. 10 Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν. 11 Ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστί, καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ.
 
12 Γράφω ὑμῖν, τεκνία,
ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ.
13 Γράφω ὑμῖν, πατέρες,
ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς.
Γράφω ὑμῖν, νεανίσκοι,
ὅτι νενικήκατε τὸν πονηρόν.
* γραφω 80.3% ¦ εγραψα ANT CT 18.5%Γράφω ὑμῖν, παιδία,
ὅτι ἐγνώκατε τὸν πατέρα.
14 Ἔγραψα ὑμῖν, πατέρες,
ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς.
Ἔγραψα ὑμῖν, νεανίσκοι,
ὅτι ἰσχυροί ἐστε,
καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει,
καὶ νενικήκατε τὸν πονηρόν.
 
15 Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ. 16 Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκός, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ † αλαζονεια ¦ αλαζονια TH WHἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρός, ‡ αλλ ¦ αλλα SBL TH WHἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστί. 17 Καὶ ὁ κόσμος παράγεται, καὶ ἡ ἐπιθυμία § αυτου ¦ — ECM*αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.
18 Παιδία, ἐσχάτη ὥρα ἐστί· καὶ καθὼς ἠκούσατε ὅτι * ο ¦ — CTὁ ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. 19 Ἐξ ἡμῶν † εξηλθον ¦ εξηλθαν CTἐξῆλθον, ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ‡ ησαν εξ ημων 92.2% ¦ εξ ημων ησαν ECM NA SBL WH 5.3%ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ᾽ ἡμῶν· ἀλλ᾽ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶ πάντες ἐξ ἡμῶν. 20 Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου, § και ¦ — WHκαὶ οἴδατε * παντα 96.4% ¦ παντες ECM NA SBL WH 2.4%πάντα. 21 Οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ᾽ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστι. 22 Τίς ἐστιν ὁ ψεύστης, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; Οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν. 23 Πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα † εχει 77.5% ¦ εχει ο ομολογων τον υιον και τον πατερα εχει CT SCR 21%ἔχει. 24 Ὑμεῖς ‡ ουν ¦ — CTοὖν ὃ ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἐν ὑμῖν μενέτω. Ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ᾽ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ § υιω και εν τω πατρι ¦ πατρι και εν τω υιω PCKυἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε. 25 Καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.
26 Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. 27 Καὶ ὑμεῖς, τὸ χρίσμα ὃ ἐλάβετε ἀπ᾽ αὐτοῦ * εν υμιν μενει ¦ μενει εν υμιν CTἐν ὑμῖν μένει, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλ᾽ ὡς τὸ † αυτο ¦ αυτου CTαὐτὸ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστι, καὶ οὐκ ἔστι ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, ‡ μενειτε ¦ μενετε CTμενεῖτε ἐν αὐτῷ.
28 Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ· ἵνα § οταν 92.5% ¦ εαν CT 6.2%ὅταν φανερωθῇ, * εχωμεν 79.3% ¦ σχωμεν CT 9.1%ἔχωμεν παρρησίαν, καὶ μὴ αἰσχυνθῶμεν ἀπ᾽ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. 29 Ἐὰν † ειδητε ¦ ιδητε ECM*εἰδῆτε ὅτι δίκαιός ἐστι, γινώσκετε ὅτι ‡ πας ¦ και πας ECM NA THπᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.

*2:4 λεγων ¦ λεγων οτι ECM* NA SBL TH WH

†2:6 ουτω ¦ — ECM* SBL WH

‡2:7 αδελφοι 82.8% ¦ αγαπητοι CT 15%

§2:7 απ αρχης 87% ¦ — CT 8.2%

*2:13 γραφω 80.3% ¦ εγραψα ANT CT 18.5%

†2:16 αλαζονεια ¦ αλαζονια TH WH

‡2:16 αλλ ¦ αλλα SBL TH WH

§2:17 αυτου ¦ — ECM*

*2:18 ο ¦ — CT

†2:19 εξηλθον ¦ εξηλθαν CT

‡2:19 ησαν εξ ημων 92.2% ¦ εξ ημων ησαν ECM NA SBL WH 5.3%

§2:20 και ¦ — WH

*2:20 παντα 96.4% ¦ παντες ECM NA SBL WH 2.4%

†2:23 εχει 77.5% ¦ εχει ο ομολογων τον υιον και τον πατερα εχει CT SCR 21%

‡2:24 ουν ¦ — CT

§2:24 υιω και εν τω πατρι ¦ πατρι και εν τω υιω PCK

*2:27 εν υμιν μενει ¦ μενει εν υμιν CT

†2:27 αυτο ¦ αυτου CT

‡2:27 μενειτε ¦ μενετε CT

§2:28 οταν 92.5% ¦ εαν CT 6.2%

*2:28 εχωμεν 79.3% ¦ σχωμεν CT 9.1%

†2:29 ειδητε ¦ ιδητε ECM*

‡2:29 πας ¦ και πας ECM NA TH