ΚΑΤΑ ΜΑΡΚΟΝ
1
1 Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, * υιου του θεου 98.2% ¦ υιου θεου NA TH 0.5% ¦ — SBL WH 0.8%υἱοῦ τοῦ Θεοῦ.
2  † ως ¦ καθως ECM* NA SBL TH WHὩς γέγραπται ἐν ‡ τοις προφηταις 96.2% ¦ τω ησαια τω προφητη CT 1.3%τοῖς προφήταις,
 
Ἰδού, § εγω ¦ — NA SBL TH WHἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου,
ὃς κατασκευάσει τὴν ὁδόν σου * εμπροσθεν σου 96.6% ¦ — ECM* NA SBL TH WH 3.3%ἔμπροσθέν σου.
3 Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,
Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·
εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,
 
4 ἐγένετο † ιωαννης ¦ ιωανης WHἸωάννης ‡ βαπτιζων εν τη ερημω και 98.2% ¦ ο βαπτιζων εν τη ερημω και NA TH 0.4% ¦ ο βαπτιζων εν τη ερημω SBL WH 0.2%βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. 5 Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ § ιεροσολυμιται ¦ ιεροσολυμειται TH WHἹεροσολυμῖται, * και εβαπτιζοντο παντες ¦ παντες και εβαπτιζοντο CTκαὶ ἐβαπτίζοντο πάντες † εν τω ιορδανη ποταμω υπ αυτου ¦ υπ αυτου εν τω ιορδανη ποταμω CTἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 6  ‡ ην δε ¦ και ην CTἮν δὲ § ο ¦ — TRὁ * ιωαννης ¦ ιωανης WHἸωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ † εσθιων ¦ εσθων SBL TH WHἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. 7 Καὶ ἐκήρυσσε, λέγων, Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. 8 Ἐγὼ ‡ μεν ¦ — CTμὲν ἐβάπτισα ὑμᾶς § εν 95% ¦ — ECM NA SBL WH 4.3%ἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶς * εν 99.7% ¦ — WH 0.2%ἐν Πνεύματι Ἁγίῳ.
9 Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν † ιησους ¦ ο ιησους ANT PCKἸησοῦς ἀπὸ ‡ ναζαρετ ¦ ναζαρεθ SCRΝαζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη § υπο ιωαννου εις τον ιορδανην ¦ εις τον ιορδανην υπο ιωαννου ECM* NA SBL TH ¦ εις τον ιορδανην υπο ιωανου WHὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. 10 Καὶ * ευθεως ¦ ευθυς CTεὐθέως ἀναβαίνων † απο ¦ εκ CTἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανούς, καὶ τὸ πνεῦμα ‡ ωσει ¦ ως ANT BYZ CTὡσεὶ περιστερὰν καταβαῖνον § επ ¦ εις ECM* NA SBL TH WHἐπ᾽ αὐτόν· 11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν * ω ¦ σοι ANT CTᾧ † ευδοκησα ¦ ηυδοκησα ANTεὐδόκησα.
12 Καὶ ‡ ευθυς ¦ ευθεως ANT PCKεὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. 13 Καὶ ἦν § εκει ¦ — CTἐκεῖ ἐν τῇ ἐρήμῳ * ημερας τεσσαρακοντα ¦ τεσσερακοντα ημερας ECM* NA SBL TH WH ¦ ημερας τεσσερακοντα ECM*ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
14  † μετα δε 99.2% ¦ και μετα SBL WH 0.3%Μετὰ δὲ τὸ παραδοθῆναι ‡ τον ¦ — ANTτὸν § ιωαννην ¦ ιωανην WHἸωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον * της βασιλειας 95.5% ¦ — CT 2.1%τῆς βασιλείας τοῦ Θεοῦ, 15 καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρός, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε, καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
16  † περιπατων δε ¦ και παραγων CTΠεριπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν ‡ αυτου του σιμωνος ¦ αυτου TR ¦ σιμωνος CTαὐτοῦ τοῦ Σίμωνος § βαλλοντας αμφιβληστρον 82.8% ¦ αμφιβαλλοντας CT 0.3%βάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ * αλιεις ¦ αλεεις TH WHἁλιεῖς. 17 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι † αλιεις ¦ αλεεις TH WHἁλιεῖς ἀνθρώπων. 18 Καὶ ‡ ευθεως ¦ ευθυς CTεὐθέως ἀφέντες τὰ δίκτυα § αυτων ¦ — CTαὐτῶν, ἠκολούθησαν αὐτῷ. 19 Καὶ προβὰς * εκειθεν ¦ — CTἐκεῖθεν ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ † ιωαννην ¦ ιωανην WHἸωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα. 20 Καὶ ‡ ευθεως ¦ ευθυς CTεὐθέως ἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.
21 Καὶ εἰσπορεύονται εἰς § καπερναουμ ¦ καφαρναουμ CTΚαπερναούμ· καὶ * ευθεως ¦ ευθυς CTεὐθέως τοῖς σάββασιν † εισελθων 97.7% ¦ — SBL 1%εἰσελθὼν ‡ εις την συναγωγην εδιδασκε 97.7% ¦ εδιδασκεν εις την συναγωγην SBL 0.9%εἰς τὴν συναγωγήν, ἐδίδασκε. 22 Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς. 23  § και ¦ και ευθυς CTΚαὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε, 24 λέγων, * εα ¦ — ECM* NA SBL TH WHἜα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. 25 Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων, Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ † κραξαν ¦ φωνησαν CTκράξαν φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ. 27 Καὶ ἐθαμβήθησαν ‡ παντες ¦ απαντες ECM* NA SBL TH WHπάντες, ὥστε § συζητειν ¦ συνζητειν TH WHσυζητεῖν * πρὸς ἑαυτοὺς 76.4% ¦ πρὸς αὐτοὺς TR 2% ¦ αὐτοὺς WH 0.2%πρὸς ἑαυτούς, λέγοντας, Τί ἐστι τοῦτο; † τις η διδαχη η καινη αυτη οτι ¦ διδαχη καινη CTΤίς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ᾽ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; 28  ‡ εξηλθε δε ¦ και εξηλθεν ANT CTἘξῆλθε δὲ ἡ ἀκοὴ αὐτοῦ § ευθυς ¦ ευθυς πανταχου ECM* NA SBL TH WHεὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
29 Καὶ * ευθεως ¦ ευθυς CTεὐθέως ἐκ τῆς συναγωγῆς ἐξελθόντες, † ηλθον 83.1% ¦ ηλθαν WH 0.1%ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ ‡ ιωαννου ¦ ιωανου WHἸωάννου. 30 Ἡ δὲ πενθερὰ § σιμωνος ¦ του σιμωνος PCKΣίμωνος κατέκειτο πυρέσσουσα, καὶ * ευθεως ¦ ευθυς CTεὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς· 31 καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς † αυτης ¦ — ECM* NA SBL TH WHαὐτῆς· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς ‡ ευθεως ¦ — CTεὐθέως, καὶ διηκόνει αὐτοῖς.
32 Ὀψίας δὲ γενομένης, ὅτε § εδυ ¦ εδυσεν WHἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· 33 καὶ * η πολις ολη επισυνηγμενη ην ¦ ην η πολις ολη επισυνηγμενη ANT ¦ ην ολη η πολις επισυνηγμενη CTἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν. 34 Καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν † αυτον 57.6% ¦ αυτον χριστον ειναι ANT BYZ PCK WH 28.6%αὐτόν.
35 Καὶ πρωῒ ‡ εννυχον ¦ εννυχα ANT CTἔννυχον λίαν ἀναστὰς ἐξῆλθε, καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. 36 Καὶ § κατεδιωξαν ¦ κατεδιωξεν ECM* NA SBL TH WHκατεδίωξαν αὐτὸν * ο ¦ — ECM* NA SBL TH WHὁ Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ· 37 καὶ † ευροντες αυτον ¦ ευρον αυτον και ECM* NA SBL TH WHεὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι Πάντες ‡ σε ζητουσι ¦ ζητουσι σε CT TRσε ζητοῦσι. 38 Καὶ λέγει αὐτοῖς, § αγωμεν ¦ αγωμεν αλλαχου ECM* NA SBL TH WHἌγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα * και εκει ¦ κακει TH TRκαὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ † εξεληλυθα ¦ εληλυθα PCK ¦ εξηλθον CTἐξελήλυθα. 39 Καὶ ‡ ην 99.4% ¦ ηλθε CT 0.5%ἦν κηρύσσων § εν ταις συναγωγαις ¦ εις τας συναγωγας CTἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.
40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτὸν καὶ γονυπετῶν * αυτον 85.9% ¦ — CT 6.1%αὐτόν, † και ¦ — SBL WHκαὶ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. 41  ‡ ο δε ιησους ¦ και CTὉ δὲ Ἰησοῦς § σπλαγχνισθεις 99.5% ¦ οργισθεις SBL 0.1%σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα, * ηψατο αυτου ¦ αυτου ηψατο CTἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι. 42 Καὶ † ειποντος αυτου 95.8% ¦ — CT 2.3%εἰπόντος αὐτοῦ ‡ ευθεως ¦ ευθυς CTεὐθέως ἀπῆλθεν ἀπ᾽ αὐτοῦ ἡ λέπρα, καὶ § εκαθαρισθη ¦ εκαθερισθη TH WHἐκαθαρίσθη. 43 Καὶ ἐμβριμησάμενος αὐτῷ, * ευθεως ¦ ευθυς CTεὐθέως ἐξέβαλεν αὐτόν, 44 καὶ λέγει αὐτῷ, Ὅρα μηδενὶ μηδὲν εἴπῃς· † αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ ‡ προσενεγκε ¦ προσενεγκαι PCKπροσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε § μωσης ¦ μωυσης ANT CTΜωσῆς, εἰς μαρτύριον αὐτοῖς. 45 Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, * αλλ ¦ αλλα SBL WHἀλλ᾽ ἔξω † εν ¦ επ CTἐν ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν ‡ πανταχοθεν ¦ παντοθεν CTπανταχόθεν.

*1:1 υιου του θεου 98.2% ¦ υιου θεου NA TH 0.5% ¦ — SBL WH 0.8%

†1:2 ως ¦ καθως ECM* NA SBL TH WH

‡1:2 τοις προφηταις 96.2% ¦ τω ησαια τω προφητη CT 1.3%

§1:2 εγω ¦ — NA SBL TH WH

*1:2 εμπροσθεν σου 96.6% ¦ — ECM* NA SBL TH WH 3.3%

†1:4 ιωαννης ¦ ιωανης WH

‡1:4 βαπτιζων εν τη ερημω και 98.2% ¦ ο βαπτιζων εν τη ερημω και NA TH 0.4% ¦ ο βαπτιζων εν τη ερημω SBL WH 0.2%

§1:5 ιεροσολυμιται ¦ ιεροσολυμειται TH WH

*1:5 και εβαπτιζοντο παντες ¦ παντες και εβαπτιζοντο CT

†1:5 εν τω ιορδανη ποταμω υπ αυτου ¦ υπ αυτου εν τω ιορδανη ποταμω CT

‡1:6 ην δε ¦ και ην CT

§1:6 ο ¦ — TR

*1:6 ιωαννης ¦ ιωανης WH

†1:6 εσθιων ¦ εσθων SBL TH WH

‡1:8 μεν ¦ — CT

§1:8 εν 95% ¦ — ECM NA SBL WH 4.3%

*1:8 εν 99.7% ¦ — WH 0.2%

†1:9 ιησους ¦ ο ιησους ANT PCK

‡1:9 ναζαρετ ¦ ναζαρεθ SCR

§1:9 υπο ιωαννου εις τον ιορδανην ¦ εις τον ιορδανην υπο ιωαννου ECM* NA SBL TH ¦ εις τον ιορδανην υπο ιωανου WH

*1:10 ευθεως ¦ ευθυς CT

†1:10 απο ¦ εκ CT

‡1:10 ωσει ¦ ως ANT BYZ CT

§1:10 επ ¦ εις ECM* NA SBL TH WH

*1:11 ω ¦ σοι ANT CT

†1:11 ευδοκησα ¦ ηυδοκησα ANT

‡1:12 ευθυς ¦ ευθεως ANT PCK

§1:13 εκει ¦ — CT

*1:13 ημερας τεσσαρακοντα ¦ τεσσερακοντα ημερας ECM* NA SBL TH WH ¦ ημερας τεσσερακοντα ECM*

†1:14 μετα δε 99.2% ¦ και μετα SBL WH 0.3%

‡1:14 τον ¦ — ANT

§1:14 ιωαννην ¦ ιωανην WH

*1:14 της βασιλειας 95.5% ¦ — CT 2.1%

†1:16 περιπατων δε ¦ και παραγων CT

‡1:16 αυτου του σιμωνος ¦ αυτου TR ¦ σιμωνος CT

§1:16 βαλλοντας αμφιβληστρον 82.8% ¦ αμφιβαλλοντας CT 0.3%

*1:16 αλιεις ¦ αλεεις TH WH

†1:17 αλιεις ¦ αλεεις TH WH

‡1:18 ευθεως ¦ ευθυς CT

§1:18 αυτων ¦ — CT

*1:19 εκειθεν ¦ — CT

†1:19 ιωαννην ¦ ιωανην WH

‡1:20 ευθεως ¦ ευθυς CT

§1:21 καπερναουμ ¦ καφαρναουμ CT

*1:21 ευθεως ¦ ευθυς CT

†1:21 εισελθων 97.7% ¦ — SBL 1%

‡1:21 εις την συναγωγην εδιδασκε 97.7% ¦ εδιδασκεν εις την συναγωγην SBL 0.9%

§1:23 και ¦ και ευθυς CT

*1:24 εα ¦ — ECM* NA SBL TH WH

†1:26 κραξαν ¦ φωνησαν CT

‡1:27 παντες ¦ απαντες ECM* NA SBL TH WH

§1:27 συζητειν ¦ συνζητειν TH WH

*1:27 πρὸς ἑαυτοὺς 76.4% ¦ πρὸς αὐτοὺς TR 2% ¦ αὐτοὺς WH 0.2%

†1:27 τις η διδαχη η καινη αυτη οτι ¦ διδαχη καινη CT

‡1:28 εξηλθε δε ¦ και εξηλθεν ANT CT

§1:28 ευθυς ¦ ευθυς πανταχου ECM* NA SBL TH WH

*1:29 ευθεως ¦ ευθυς CT

†1:29 ηλθον 83.1% ¦ ηλθαν WH 0.1%

‡1:29 ιωαννου ¦ ιωανου WH

§1:30 σιμωνος ¦ του σιμωνος PCK

*1:30 ευθεως ¦ ευθυς CT

†1:31 αυτης ¦ — ECM* NA SBL TH WH

‡1:31 ευθεως ¦ — CT

§1:32 εδυ ¦ εδυσεν WH

*1:33 η πολις ολη επισυνηγμενη ην ¦ ην η πολις ολη επισυνηγμενη ANT ¦ ην ολη η πολις επισυνηγμενη CT

†1:34 αυτον 57.6% ¦ αυτον χριστον ειναι ANT BYZ PCK WH 28.6%

‡1:35 εννυχον ¦ εννυχα ANT CT

§1:36 κατεδιωξαν ¦ κατεδιωξεν ECM* NA SBL TH WH

*1:36 ο ¦ — ECM* NA SBL TH WH

†1:37 ευροντες αυτον ¦ ευρον αυτον και ECM* NA SBL TH WH

‡1:37 σε ζητουσι ¦ ζητουσι σε CT TR

§1:38 αγωμεν ¦ αγωμεν αλλαχου ECM* NA SBL TH WH

*1:38 και εκει ¦ κακει TH TR

†1:38 εξεληλυθα ¦ εληλυθα PCK ¦ εξηλθον CT

‡1:39 ην 99.4% ¦ ηλθε CT 0.5%

§1:39 εν ταις συναγωγαις ¦ εις τας συναγωγας CT

*1:40 αυτον 85.9% ¦ — CT 6.1%

†1:40 και ¦ — SBL WH

‡1:41 ο δε ιησους ¦ και CT

§1:41 σπλαγχνισθεις 99.5% ¦ οργισθεις SBL 0.1%

*1:41 ηψατο αυτου ¦ αυτου ηψατο CT

†1:42 ειποντος αυτου 95.8% ¦ — CT 2.3%

‡1:42 ευθεως ¦ ευθυς CT

§1:42 εκαθαρισθη ¦ εκαθερισθη TH WH

*1:43 ευθεως ¦ ευθυς CT

†1:44 αλλ ¦ αλλα NA27 SBL TH WH

‡1:44 προσενεγκε ¦ προσενεγκαι PCK

§1:44 μωσης ¦ μωυσης ANT CT

*1:45 αλλ ¦ αλλα SBL WH

†1:45 εν ¦ επ CT

‡1:45 πανταχοθεν ¦ παντοθεν CT