Learn from Israel
1Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον 2—καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ— 3καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον 4καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός. 5Ἀλλ᾿ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός—κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.
Examples
6Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν καθὼς κἀκεῖνοι ἐπεθύμησαν. 7Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται· «Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν.» 8Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν—καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες. 9Μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν, καθὼς καί τινες αὐτῶν ἐπείρασαν—καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. 10Μηδὲ γογγύζετε, καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν—καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.
11Ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν. 12Ὥστε, ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. 13Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος, δυνατὸς δὲ ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν.
Eschew idolatry
14Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας. 15Ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι. 16Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν; Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; 17Ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. 18Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν;
Idol = demon
19Τί οὖν φημι; Ὅτι εἴδωλόν τί ἐστιν, ἢ ὅτι εἰδωλόθυτόν τί ἐστιν; 20Ἀλλ᾿ ὅτι ἃ θύει τὰ ἔθνη δαιμονίοις θύει καὶ οὐ Θεῷ. Οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. 21Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. 22Ἢ παραζηλοῦμεν τὸν Κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;
About conscience
23Πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα οἰκοδομεῖ. 24Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος. 25Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· 26«τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.» 27Εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. 28Ἐὰν δέ τις ὑμῖν εἴπῃ, «Τοῦτο εἰδωλόθυτόν ἐστιν,» μὴ ἐσθίετε δι᾿ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· «τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.» 29Συνείδησιν, δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου.
Do all to the glory of God
Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; 30Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῷ; 31Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. 32Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ 33—καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.

Notes


*10:1 δε f35 [96%] HF,RP,OC,TR,CP ¦ γαρ 𝕻46ℵA,B,C [4%] NU

10:2 μωυσην rell ¦ μωσην ℵA [5%] TR ¦ μωυσεα 𝕻46

10:2 εβαπτισαντο f35 B [90%] HF,RP,OC,TR,CP ¦ εβαπτιζοντο 𝕻46 ¦ εβαπτισθησαν ℵA,C [10%] NU

§10:3 βρωμα πνευματικον εφαγον f35 ℵC [94%] HF,RP,OC,TR,CP ¦ ~ 213 𝕻46B [3%] NU ¦ ~ 231 A [1%] ¦ four other readings [2%]

*10:4 πωμα πνευματικον επιον f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 231 𝕻46ℵA,B,C [3%] NU ¦ three other readings [1%]

10:4 δε πετρα f35 𝕻46A,C [98.5%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵB [1.5%] NU

10:7 ωσπερ f35 𝕻46ℵA,B [90%] HF,RP,CP,NU ¦ ως C [10%] OC,TR

§10:7 λαος rell ¦ 1 του [1%] CP

*10:7 πιειν f35 A,C [98%] HF,RP,OC,TR,CP ¦ πειν 𝕻46B [1%] NU ¦ πιν ℵ ¦ ποιειν [1%]

10:8 επεσον f35 𝕻46 [90%] HF,RP,OC,TR,CP ¦ επεσαν ℵA,B,C [10%] NU

10:8 εν f35 A,C [98.5%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵB [1.5%] NU

§10:9 χριστον rell ¦ κυριον ℵB,C (7.3%) ¦ θεον A (2.7%) ¦ — (0.9%)

*10:9 και f35 C [88%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B [12%] NU

10:9 απωλοντο f35 C [99%] HF,RP,OC,TR,CP ¦ απωλυντο 𝕻46 ¦ απωλλυντο ℵB [1%] NU

10:10 καθως και f35 (79.1%) HF,RP,OC,TR,CP ¦ 1 A,C (17.6%) ¦ καθαπερ 𝕻46ℵB (1%) NU ¦ long omissions (2.2%)

§10:11 ταυτα δε παντα f35 C [96%] HF,RP,OC,TR,CP ¦ ~ 321 ℵ [2%] ¦ 12 A,B [2%] NU

*10:11 τυποι συνεβαινον f35 (86.8%) HF,RP,OC,TR,CP ¦ τυπικως συνεβαινεν 𝕻46ℵB,C (8.4%) NU ¦ τυπικως 2 A (2.4%) ¦ 1 συνεβαινεν (0.9%) ¦ 2 (0.9%) ¦ three other readings (0.7%)

10:11 κατηντησεν f35 A,C [97%] HF,RP,OC,TR,CP ¦ κατηντηκεν 𝕻46ℵB [2%] NU ¦ two other readings [1%]

10:13 δυνατος f35 [30%] CP ¦ πιστος 𝕻46ℵA,B,C [70%] HF,RP,OC,TR,NU

§10:13 υμας f35 [92%] HF,RP,OC,TR,CP ¦ ημας [3%] ¦ — 𝕻46ℵA,B,C [5%] NU (OC is in small print.)

*10:14 διοπερ rell ¦ διο [5%] CP

10:14 αγαπητοι μου rell ¦ ~ αδελφοι 21 CP

10:14 ειδωλολατριας f35 𝕻46(ℵ)B,C [64%] OC,CP ¦ ειδωλολατρειας A [35%] HF,RP,TR,NU ¦ ειδωλολατρεας [1%]

§10:16 του αιματος του χριστου εστιν f35 ℵC [99%] HF,RP,OC,TR,CP ¦ ~ 51234 𝕻46A,B [1%] NU

*10:18 ουχι f35 𝕻46B [97%] HF,RP,OC,TR,CP ¦ ουχ ℵA,C [3%] NU

10:19 ειδωλον τι εστιν η οτι ειδωλοθυτον f35 [94%] HF,RP,OC,TR,CP ¦ 12346 [1%] ¦ ~ 623451 B [3%] NU ¦ ~ 612 𝕻46ℵA,C [2%]

10:20 θυει f35 [93%] HF,RP,OC,TR,CP ¦ θυουσιν 𝕻46ℵA,B,C [7%] NU

§10:20 τα εθνη f35 𝕻46ℵA,C [99%] HF,RP,OC,TR,CP ¦ — B [1%] NU

*10:20 θυει και ου θεω f35 [95%] HF,RP,OC,TR,CP ¦ θυουσιν 234 [2%] ¦ ~ 234 θυουσιν ℵA,B,C [3%] [NU]

10:23 μοι f35 [97%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [3%] NU

10:23 μοι f35 [87%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [3%] NU ¦ long omission [10%] [homoioteleuton]

§10:24 αλλα rell ¦ 1 και [12%]

*10:24 ετερου εκαστος f35 (89.5%) HF,RP,OC,TR,CP ¦ 1 𝕻46ℵ(A)B,C (4.6%) NU ¦ πλησιον 2 (5.9%)

10:26 γαρ κυριου f35 𝕻46A [90%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵB,C [3%] NU ¦ long omission [7%]

10:27 δε f35 C [88%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B [4%] NU ¦ long omission [8%]

§10:27 θελετε rell ¦ θελεται ℵ [10%]

*10:28 ειδωλοθυτον f35 C [99%] HF,RP,OC,TR,CP ¦ ιεροθυτον 𝕻46ℵA,B [1%] NU

10:28 του γαρ κυριου η γη και το πληρωμα αυτης f35 (91.2%) HF,RP,OC,TR,CP ¦ — ℵA,B,C (8.4%) NU ¦ — 𝕻46 has a longer omission ¦ one other reading (0.3%)

10:30 ει f35 ℵA,B,C [98%] HF,RP,OC,CP,NU ¦ ει δε 𝕻46 [2%] TR

§10:32 γινεσθε και ιουδαιοις f35 [97%] HF,RP,OC,TR,CP ¦ ~ 231 𝕻46ℵA,B,C [3%] NU

*10:33 συμφερον f35 [95%] HF,RP,OC,TR,CP ¦ συμφορον 𝕻46ℵA,B,C [1%] NU ¦ συμφερων [4%]