To grow you must eat
1Ἀποθέμενοι οὖν πᾶσαν κακίαν—καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους, καὶ πάσας καταλαλιάς— 2ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν, 3εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. 4Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα—ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ Θεῷ ἐκλεκτόν, ἔντιμον— 5καὶ αὐτοί, ὡς λίθοι ζῶντες, οἰκοδομεῖσθε οἶκος πνευματικός, ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ.
The Chief Cornerstone
6Διότι περιέχει ἡ Γραφῇ· «Ἰδού, τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ μὴ καταισχυνθῇ.» 7Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν, ἀπειθοῦσιν δέ, «λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας,» 8καὶ «λίθος προσκόμματος καὶ πέτρα σκανδάλου»· οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὅ, καί, ἐτέθησαν.
A royal priesthood
9Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· 10οἵ ποτε οὐ λαὸς νῦν δὲ λαὸς Θεοῦ, οἱ οὐκ ἠλεημένοι νῦν δὲ ἐλεηθέντες.
Your practice should be consistent with your standing
11Ἀγαπητοί, παρακαλῶ (ὡς παροίκους καὶ παρεπιδήμους) ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, 12τὴν ἀναστροφὴν ὑμῶν ἔχοντες καλὴν ἐν τοῖς ἔθνεσιν, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες δοξάσωσιν τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.
Respect civil authority
13Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ ὡς ὑπερέχοντι, 14εἴτε ἡγεμόσιν ὡς δι᾿ αὐτοῦ πεμπομένοις, εἰς ἐκδίκησιν μὲν κακοποιῶν ἔπαινον δὲ ἀγαθοποιῶν. 15Ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν· 16ὡς ἐλεύθεροι (καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν), ἀλλ᾿ ὡς δοῦλοι Θεοῦ. 17Πάντας τιμήσατε· τὴν ἀδελφότητα ἀγαπήσατε· τὸν Θεὸν φοβεῖσθε· τὸν βασιλέα τιμᾶτε.
A word to servants
18Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοῖς σκολιοῖς. 19Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως. 20Ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; Ἀλλ᾿ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ τῷ Θεῷ.
Christ gave the example
21Εἰς τοῦτο γὰρ καὶ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ἡμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ· 22ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· 23ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· 24ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι αὐτοῦ ἰάθητε. 25Ἦτε γὰρ ὡς πρόβατα πλανώμενα, ἀλλ᾿ ἐπεστράφητε νῦν ἐπὶ τὸν Ποιμένα καὶ Ἐπίσκοπον τῶν ψυχῶν ἡμῶν.

Notes


*2:2 εις σωτηριαν f35 (𝕻72)ℵA,B,C [65%] OC,NU ¦ — [35%] RP,HF,TR,CP (OC is in small print.)

2:3 ειπερ f35 C [99%] RP,HF,OC,TR,CP ¦ ει (𝕻72)ℵA,B [1%] NU

2:3 χρηστος f35 ℵA,B,C [48%] RP,HF,OC,TR,CP,NU ¦ χριστος 𝕻72 [52%] (The change from ‘gracious’ to ‘Christ’ is so obvious as to be almost involuntary; if ‘Christ’ were original it is scarcely credible that anyone would change it to ‘gracious’.)

§2:5 οικοδομεισθε f35 𝕻72A,B [75%] RP,HF,OC,TR,CP,NU ¦ εποικοδομεισθε ℵC [25%]

*2:5 ιερατευμα f35 [90%] RP,HF,OC,TR,CP ¦ εις 1 𝕻72ℵA,B,C [10%] NU

2:5 τω f35 𝕻72 [96.5%] RP,HF,OC,TR,CP[NU]ECM ¦ — ℵA,B,C [3.5%]

2:6 διοτι f35 𝕻72ℵA,B,C [98%] RP,HF,OC,CP,NU ¦ διο και [1%] TR ¦ διο [1%]

§2:6 ἡ f35 C [35%] ¦ εν τη [59%] RP,HF,OC,TR,CP ¦ εν 𝕻72ℵA,B [6%] NU (η γραφη is the subject of the verb, περιεχει, active voice; the change to the familiar ‘in the’ would be almost unthinking.)

*2:7 απειθουσιν f35 A [92%] RP,HF,OC,TR,CP ¦ απιστευσιν 𝕻72ℵB,C [8%] NU

2:7 λιθον f35 ℵ [95%] RP,HF,OC,TR,CP ¦ λιθος 𝕻72A,B,C [5%] NU

2:8 [What is the antecedent of ὅ, the finite verb or the participle? Being higher in rank the finite form presumably takes precedence.]

§2:9 εξαγγειλητε rell ¦ εξαγγελλητε [14%]

*2:11 απεχεσθαι f35 ℵB [75%] RP,HF,TR,CP,NU ¦ απεχεσθε 𝕻72A,C [25%] OC (Direct, or indirect, speech?)

2:12 εχοντες καλην εν τοις εθνεσιν f35 [86%] RP,HF,OC,CP ¦ ~ 34512 (ℵ)A,C [9%] TR,NU ¦ ~ 34521 𝕻72 [1.4%] ¦ ~ 21345 [1%] ¦ ~ 3452 B ¦ three further variants

2:12 καταλαλουσιν f35 𝕻72ℵA,B,C [52%] RP,HF,OC,TR,CP,NU ¦ καταλαλωσιν [48%]

§2:12 εποπτευσαντες f35 A [83%] RP,HF,OC,TR,CP ¦ υποπτευσαντες [5%] ¦ εποπτευοντες 𝕻72ℵB,C [12%] NU (The critics have already observed the good deeds—they know their criticism is false.)

*2:13 ουν f35 [95%] RP,HF,OC,TR,CP ¦ — 𝕻72ℵA,B,C [5%] NU

2:14 μεν f35 C [52%] OC,TR,CP ¦ — 𝕻72ℵA,B [48%] RP,HF,NU (OC is in small print.)

2:16 δουλοι Θεου f35 A [90%] RP,HF,OC,TR(CP) ¦ ~ 21 (𝕻72)ℵB,C [10%] NU

§2:17 αγαπησατε f35 [71%] RP,HF ¦ αγαπατε 𝕻72ℵA,B,C [24%] OC,TR,CP,NU ¦ — [5%]

*2:19 χαρις f35 𝕻72ℵA,B [81.6%] RP,HF,OC,TR,CP,NU ¦ 1 παρα τω Θεω C [9%] ¦ 1 παρα Θεω [8%] ¦ 1 Θεω [0.8%] ¦ 1 θεου [0.6%]

2:19 Θεου f35 ℵB [84%] RP,HF,OC,TR,CP,NU ¦ αγαθην C [14%] ¦ αγαθη 1 𝕻72 [0.4%] ¦ 1 αγαθην A [0.6%] ¦ — [1%]

2:20 υπομενειτε rell ¦ υπομενετε 𝕻72 [14%]

§2:20 τω f35 A [47%] ¦ — 𝕻72,81vℵB,C [53%] RP,HF,OC,TR,CP,NU

*2:21 και f35 𝕻72 [23%] CP ¦ — 𝕻81ℵA,B,C [77%] RP,HF,OC,TR,NU (f35 [Kr] is independent of Kx and has the earliest attestation; the και is emphatic.)

2:21 ημων f35 (85.3%) RP,HF,OC,TR,CP ¦ υμων (𝕻72,81v)(ℵA)B,Cv (14.7%) NU

2:21 υμιν f35 (𝕻72,81vℵA,B,Cv) (85%) RP,HF,OC,CP,NU ¦ ημιν (15%) TR (For the four word sequence, επαθεν υπερ ημων υμιν, there are at least sixteen variations. Taking these last two sets together, NU has both pronouns in the 2nd person, while TR has both in the 1st person.)

§2:24 αυτου f35 ℵ [71%] RP,HF,OC,TR,CP ¦ — 𝕻72,81vA,B,C [29%] NU [Note that μωλωπι is singular (‘wound’), not plural (‘stripes’).]

*2:25 πλανωμενα f35 𝕻72C [96.5%] RP,HF,OC,TR,CP ¦ πλανωμενοι ℵA,B [3.5%] NU

2:25 αλλ f35 𝕻72ℵA,C [99.8%] RP,HF,OC,TR,CP,ECM ¦ αλλα B [alone] NU

2:25 επεστραφητε f35 𝕻72A,B [75%] RP,HF,OC,TR,CP,NU ¦ επιστραφητε ℵ [20%] ¦ επεστρεψατε C [2.5%] ¦ επιστρεψατε [2.5%] (Indicative or imperative? With this verb the aorist passive is commonly used with active sense.)

§2:25 ημων f35 [50%] CP ¦ υμων 𝕻72ℵA,B,C [50%] RP,HF,OC,TR,NU (Both make good sense; to be, or not to be, inclusive.)