Holiness pleases God
1Τὸ λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ· καθὼς παρελάβετε παρ᾿ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον 2—οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου Ἰησοῦ.
Sanctified sex
3Τοῦτο γάρ ἐστιν θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν· ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας· 4εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, 5μὴ ἐν πάθει ἐπιθυμίας (καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν)· 6τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα. 7Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ᾿ ἐν ἁγιασμῷ. 8Τοιγαροῦν, ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ ἀλλὰ τὸν Θεόν, τὸν καὶ δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ Ἅγιον εἰς ὑμᾶς.
An impressive life style
9Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν, αὐτοὶ γὰρ θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους, 10καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον, 11καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν (καθὼς ὑμῖν παρηγγείλαμεν), 12ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν ἔχητε.
Christ’s second coming
The Rapture
13Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποί, οἱ μὴ ἔχοντες ἐλπίδα. 14Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη, οὕτως καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. 15Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· 16ὅτι αὐτὸς ὁ Κύριος—ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ—καταβήσεται ἀπ᾿ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον· 17ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα. Καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. 18Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.

Notes


*4:1 το f35 [50%] OC,TR,CP ¦ — ℵA,B [50%] RP,HF,NU

4:1 ουν rell ¦ — B [20%]

4:1 ιησου f35 ℵA [94%] RP,HF,OC,TR,CP ¦ 1 ινα B [6%] NU

§4:1 θεω f35 [90%] RP,HF,OC,TR,CP ¦ 1 καθως και περιπατειτε ℵA,B [10%] NU

*4:3 του rell ¦ — [10%]

4:6 ο f35 [98%] RP,HF,OC,TR,CP ¦ — ℵA,B [2%] NU

4:6 προειπομεν f35 [75%] RP,OC,CP ¦ προειπαμεν ℵA,B [25%] HF,TR,NU

§4:6 υμιν rell ¦ ημιν CP

*4:6 διεμαρτυραμεθα rell ¦ διεμαρτυρομεθα [40%]

4:7 ημας f35 ℵA,B [90%] RP,HF,OC,TR,CP,NU ¦ υμας [10%]

4:8 και f35 ℵ [85%] RP,HF,OC,TR,CP[NU] ¦ — A,B,I [15%]

§4:8 δοντα f35 A [97%] RP,HF,OC,TR,CP ¦ διδοντα ℵB,I [3%] NU

*4:8 υμας f35 ℵB [96%] RP,HF,OC,NU ¦ ημας A [4%] TR,CP

4:9 εχετε f35 ℵA [90%] RP,HF,OC,TR,CP,NU ¦ εχομεν [10%] ¦ ειχομεν B,I

4:9 γαρ f35 [30%] ¦ 1 υμεις ℵA,B [70%] RP,HF,OC,TR,CP,NU

§4:10 τους f35 B [97%] RP,HF,OC,TR,CP[NU] ¦ — ℵA [3%]

*4:11 ιδιαις f35 ℵA [93%] RP,HF,OC,TR,CP[NU] ¦ — B [7%]

4:12 περιπατητε rell ¦ περιπατειτε [10%] CP

4:13 θελομεν f35 ℵA,B [95%] RP,HF,OC,CP,NU ¦ θελω [5%] TR

§4:13 κεκοιμημενων f35 [97%] RP,HF,OC,TR,CP ¦ κοιμωμενων ℵA,B [3%] NU