Watch out for false teachers!
Their teachings are destructive
1Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι (ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν). 2Καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι᾿ ἃς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται. 3Καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρῖμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάξει.
Their doom is sure
4Εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, 5καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο ἀλλ᾿ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, 6καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ κατέκρινεν (ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς), 7καὶ δίκαιον Λώτ, καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς, ἐρρύσατο 8(βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν) 9—οἶδεν Κύριος εὐσεβεῖς ἐκ πειρασμῶν ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, 10μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους, καὶ κυριότητος καταφρονοῦντας.
Their depravity is ‘unreal’
Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσιν βλασφημοῦντες, 11ὅπου ἄγγελοι, ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσιν κατ᾿ αὐτῶν παρὰ Κυρίῳ βλάσφημον κρίσιν. 12Οὗτοι δέ, ὡς ἄλογα ζῷα, γεγενημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καταφθαρήσονται, 13κομιούμενοι μισθὸν ἀδικίας. Ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν, 14ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους· καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα· 15καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν· 16ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας—ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν. 17Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι, νεφέλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνας τετήρηται.
Their victims lose out
18Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκός, ἀσελγείας, τοὺς ὄντως ἀποφυγόντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. 20Εἰ γάρ, ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. 22Συμβέβηκεν δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.

Notes


*2:2 ασελγειαις rell ¦ απωλειαις TR

2:2 ας f35 [20%] ¦ ους 𝕻72ℵA,B,C [80%] RP,HF,OC,TR,CP,NU (The people, or the licentious conduct? Is it not really the bad conduct that sullies the reputation of the Way?)

2:3 νυσταξει f35 [79%] RP,HF,OC,CP ¦ νυσταζει 𝕻72ℵA,B,C [21%] TR,NU

§2:4 τηρουμενους f35 𝕻72B,C [89%] RP,HF,OC,CP,NU ¦ τετηρημενους [2%] TR ¦ κολαζομενους τηρειν ℵA [8%] ¦ four other readings [1%]

*2:5 αλλ f35 [82%] HF,TR ¦ αλλα 𝕻72ℵA,B,C [18%] RP,OC,CP,NU

2:6 καταστροφη f35 ℵA [97%] RP,HF,OC,TR,CP[NU]ECM ¦ — 𝕻72B,C [3%]

2:6 ασεβειν f35 ℵA,C [92%] RP,HF,OC,TR,CP,ECM ¦ ασεβεσιν 𝕻72B [4%] [NU] ¦ — [3%] ¦ three other readings [1%]

§2:9 πειρασμων f35 ℵ [33%] CP ¦ πειρασμου (𝕻72)A,B,C [67%] RP,HF,OC,TR,NU ¦ one other reading (I take the plural to be clearly superior in the context.)

*2:10 επιθυμια rell ¦ επιθυμιαις (𝕻72)ℵC [12%]

2:11 παρα κυριω f35 ℵB,C [81%] RP,HF,OC,TR,CP,ECM ¦ 1 κυριου 𝕻72 [8%] NU ¦ — A [11%]

2:12 γεγενημενα φυσικα f35 ℵ [26%] CP ¦ ~ 21 [54%] RP,HF,OC,TR ¦ γεγεννημενα 2 A,B,C [3%] NU ¦ ~ 2 γεγεννημενα [12%] ¦ 1 [4.2%] ¦ 2 𝕻72 [0.4%] ¦ two other readings [0.4%] (The majority variant, by putting the adjective next to the noun, seems to make a more natural construction, but I take it that φυσικα is acting like a noun in apposition to ζωα, and to help us see this Peter places it after the participle: render, “as unreasoning animals, creatures of instinct made to be caught and destroyed”.)

§2:12 καταφθαρησονται f35 [95%] RP,OC,TR,CP ¦ και φθαρησονται (𝕻72)ℵA,B,C [4%] NU ¦ — [1%] ¦ και 1 HF

*2:13 κομιουμενοι f35 A,C (97.6%) RP,HF,OC,TR,CP ¦ αδικουμενοι 𝕻72ℵB (2%) NU ¦ one other variant (0.4%) (Is the Alexandrian variant not inferior?)

2:14 ακαταπαυστους rell ¦ ακαταπαυστου [15%]

2:14 πλεονεξιας f35 𝕻72ℵA,B,C [95%] RP,HF,OC,CP,NU ¦ πλεονεξιαις [2%] TR ¦ πλεονεξιαν [2%] ¦ πλεονεξια [1%]

§2:15 καταλιποντες f35 𝕻72C [90%] RP,HF,OC,TR,ECM ¦ καταλειποντες ℵA,B [9%] CP,NU ¦ two other readings

*2:15 ευθειαν f35 𝕻72ℵA,B,C [98%] RP,HF,OC,CP,NU ¦ την 1 [2%] TR

2:17 ανυδροι f35 (87%) RP,HF,OC,TR,CP ¦ 1 και 𝕻72ℵA,B,C (13%) NU

2:17 νεφελαι f35 (87.4%) RP,HF,OC,TR,CP ¦ ομιχλαι 𝕻72ℵA,B,C (11.4%) NU ¦ conflation (1.2%)

§2:17 εις αιωνας f35 (25.1%) ¦ 1 αιωνα A,C (70.3%) RP,HF,OC,TR,CP ¦ 1 τον αιωνα (2.4%) ¦ — 𝕻72ℵB (2.2%) NU

*2:18 ασελγειας f35 [40%] ¦ ασελγειαις 𝕻72ℵA,B,C [60%] RP,HF,OC,TR,CP,NU

2:18 οντως f35 ℵC [93%] RP,HF,OC,TR ¦ ολιγως 𝕻72A,B [3%] NU ¦ ολιγον [3%] CP ¦ οντως ολιγον [1%]

2:18 αποφυγοντας f35 [93%] RP,HF,OC,TR,CP ¦ αποφευγοντας (𝕻72)ℵA,B,C [7%] NU

§2:19 και f35 A,C,048 [99.4%] RP,HF,OC,TR,CP ¦ — 𝕻72ℵB [0.6%] NU

*2:20 ει f35 𝕻72ℵA,B,C [94%] RP,HF,OC,TR,NU ¦ οι [6%] CP

2:20 και σωτηρος f35 B (75%) RP,HF,OC,TR,CP ¦ ημων 12 𝕻72ℵA,C,048 (14.6%) [NU]ECM ¦ 12 ημων (7.8%) ¦ ημων (1.6%) ¦ — (1%)

2:21 κρειττον rell ¦ κρεισσον ℵA [10%]

§2:21 επιστρεψαι εκ f35 (83.7%) RP,HF,OC,TR,CP ¦ εις τα οπισω 12 (4.6%) ¦ 1 εις τα οπισω 2 (1.4%) ¦ υποστρεψαι 2 (𝕻72)B,C (4.8%) NU ¦ υποστρεψαι εις τα οπισω 2 (1%) ¦ 2 (0.4%) ¦ εις τα οπισω ανακαμψαι απο ℵA,048 (4.2%)

*2:22 δε f35 C [96%] RP,HF,OC,TR,CP ¦ — 𝕻72ℵA,B,048v [3%] NU ¦ γαρ [1%]

2:22 εξεραμα rell ¦ εξερασμα [13%] ¦ εμετον [7%]

2:22 κυλισμα f35 ℵA,048 [95%] RP,HF,OC,TR,CP ¦ κυλισμον 𝕻72B,C [5%] NU