“Let us run with endurance”
1Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾿ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, 2ἀφορῶντες εἰς τὸν τῆς πίστεως Ἀρχηγὸν καὶ Τελειωτήν, Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.
All legitimate children receive discipline
3Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε, ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. 4Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. 5Καὶ ἐκλέλησθε τῆς παρακλήσεως ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· «Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος· 6ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.»
7Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; 8Εἰ δὲ χωρίς ἐστε παιδείας (ἧς μέτοχοι γεγόνασιν πάντες), ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί. 9Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα. Οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν; 10Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. 11Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾿ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.
Watch your step!
12Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, 13καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
14Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· 15ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ διὰ ταύτης μιανθῶσιν πολλοί, 16μή τις πόρνος, ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ. 17Ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη· μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
Sinai vs Zion
18Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ· 19καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον 20(οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· «Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται»· 21καὶ οὕτως φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν, «Ἔκφοβός εἰμι καὶ ἔντρομος») 22ἀλλὰ προσεληλύθατε Σιὼν Ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, 23καὶ ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ Κριτῇ Θεῷ πάντων, καὶ πνεύμασιν δικαίων τετελειωμένων, 24καὶ διαθήκης νέας Μεσίτῃ, Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸ Ἄβελ.
Warning: “Our God is a consuming fire”
25Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἔφυγον, τὸν ἐπὶ γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ᾿ οὐρανοῦ ἀποστρεφόμενοι· 26οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων, «Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν.» 27Τὸ δὲ ‹ἔτι ἅπαξ› δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν (ὡς πεποιημένων), ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.
28Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχωμεν χάριν δι᾿ ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ, μετὰ αἰδοῦς καὶ εὐλαβείας· 29καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.

Notes


*12:1 ευπεριστατον rell ¦ απεριστατον CP

12:1 τρεχωμεν rell ¦ τρεχομεν [20%]

12:2 κεκαθικεν f35 ℵA [95%] RP,HF,OC,CP,NU ¦ εκαθισεν 𝕻46 [5%] TR

§12:3 γαρ f35 𝕻46ℵA [90%] RP,HF,OC,TR,NU ¦ ουν [10%] CP

*12:3 αυτον f35 (91.8%) RP,HF,OC,TR,CP ¦ αυτους 𝕻13,46 (3.6%) ¦ εαυτον A (2.7%) NU ¦ εαυτους ℵ (1.1%) ¦ four other readings 048 (0.9%)

12:4 αντικατεστητε f35 ℵA [83%] RP,HF,OC,TR,CP,NU ¦ αντεκατεστητε [15%] ¦ αντικατεστηκεν 𝕻46 ¦ αντεστητε [2%]

12:7 ει f35 [35%] OC,TR,CP ¦ εις ℵA [65%] RP,HF,NU

§12:7 εστιν f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻13ℵA,I [3%] NU

*12:8 εστε και ουχ υιοι f35 [97%] RP,HF,OC,TR(CP) ¦ ~ 2341 𝕻46ℵA [3%] NU

12:9 πολλω f35 [97%] RP,HF,OC,TR,CP ¦ πολυ 𝕻46ℵA [2%] NU ¦ — [1%]

12:9 μαλλον f35 ℵA,I,048 [98%] RP,HF,OC,TR,CP ¦ δε 1 𝕻13,46 [2%] NU

§12:13 τροχιας rell ¦ πραχιας CP

*12:13 ποιησατε f35 A [96%] RP,HF,OC,TR,CP ¦ ποιειτε 𝕻46ℵC [3%] NU ¦ ποιησετε 048 [1%]

12:15 δια ταυτης f35 ℵ (84.3%) RP,HF,OC,TR,CP ¦ δι αυτης 𝕻46A,048 (15.7%) NU

12:16 ἡσαυ f35 [30%] ¦ ἠσαυ ℵA [70%] RP,HF,OC,TR,CP,NU

§12:16 απεδοτο f35 ℵ [97%] RP,HF,OC,TR,CP ¦ απεδετο 𝕻46A,C [3%] NU

*12:16 αυτου f35 [97%] RP,HF,OC,TR,CP ¦ εαυτου ℵA,C [3%] NU ¦ — 𝕻46

12:18 ψηλαφωμενω ορει και f35 (94%) RP,HF,OC,TR,CP ¦ ~ 213 (2.3%) ¦ 12 (1.6%) ¦ 13 𝕻46ℵA,C,048 (2.1%) NU ¦ scattered among the variants (1%) have ψηλαφομενω

12:18 και σκοτω f35 (93.3%) RP,HF,OC,TR,CP ¦ 1 σκοτει 𝕻46 (0.5%) ¦ 1 ζοφω ℵA,C,048 (4.8%) NU ¦ — (1.4%)

§12:20 λιθοβοληθησεται rell ¦ 1 η βολιδι κατατοξευθησεται [4%] TR

*12:21 ουτως C [70%] RP,TR,CP ¦ ουτω f35 ℵA [30%] HF,OC,NU (I include this to illustrate that many MSS do not drop the final ς before a consonant, even in the minuscule period; which reinforces my suspicion that the practice did not obtain in the Autographs.)

12:22 ἱερουσαλημ f35 [80%] RP,OC,TR,CP ¦ ἰερουσαλημ ℵA [20%] HF,NU

12:23 εν ουρανοις απογεγραμμενων f35 0228 [85%] RP,HF,OC,TR,CP ¦ ~ 312 𝕻46ℵA,C,048 [15%] NU

§12:24 κρειττον f35 ℵA,C [95%] RP,HF,OC,CP,NU ¦ κρειττονα 𝕻46 [5%] TR

*12:24 το f35 𝕻46 [30%] HF ¦ τον ℵA [70%] RP,OC,TR,CP,NU

12:24 ἀβελ f35 [80%] OC,TR,CP ¦ ἁβελ ℵA [20%] RP,HF,NU

12:25 εφυγον f35 𝕻46 [97%] RP,HF,OC,TR,CP ¦ εξεφυγον ℵA,C,I,048 [3%] NU

§12:25 επι rell ¦ 1 της (1.2%) OC,TR

*12:25 τον επι (+της OC) γης παραιτησαμενοι f35 𝕻46 (91.8%) RP,HF(OC)TR,CP ¦ ~ 4123 (4.1%) ¦ 123 (1.2%) ¦ ~ 2341 ℵA,C,I,048 (2.3%) NU ¦ three other variants (0.5%)

12:25 πολλω f35 𝕻46 [96%] RP,HF,OC,TR,CP ¦ πολυ ℵA,C [3%] NU ¦ ποσω [1%]

12:25 ουρανου f35 ℵ [40%] CP ¦ ουρανων 𝕻46A,C [60%] RP,HF,OC,TR,NU

§12:26 σειω f35 [97%] RP,HF,OC,TR,CP ¦ σεισω 𝕻46ℵA,C,I,048 [3%] NU

*12:27 των σαλευομενων την f35 (94%) RP,HF,OC,TR,CP ¦ 12 𝕻46048 (2.1%) ¦ ~ 312 ℵA,C (3.4%) [NU] ¦ one other variant (0.5%)

12:28 εχωμεν f35 A,C [75%] RP,HF,OC,TR,CP,NU ¦ εχομεν 𝕻46ℵ [25%]

12:28 λατρευομεν f35 ℵ [85%] CP,RP,HF ¦ λατρευωμεν A,C,048 [15%] OC,TR,NU ¦ λατρευσωμεν 𝕻46

§12:28 αιδους και ευλαβειας f35 (90.4%) RP,HF,OC,TR,CP ¦ ~ 321 (3.2%) ¦ ~ 32 δεους (𝕻46) ℵA,C(048) (3.4%) NU ¦ δεους 23 (1.2%) ¦ ~ 32 φοβου (1.4%) ¦ 12 ευσεβιας (0.4%)