Jesus’ authority questioned
1Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων, διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου, ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις 2καὶ εἶπον πρὸς αὐτὸν λέγοντες, «Εἰπὲ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς· ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;» 3Ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· «Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι· 4Τὸ βάπτισμα Ἰωάννου—ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;» 5Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι «Ἐὰν εἴπωμεν, ‹Ἐξ οὐρανοῦ,› ἐρεῖ, ‹Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;› 6Ἐὰν δὲ εἴπωμεν, ‹Ἐξ ἀνθρώπων,› πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.» 7Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. 8Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, «Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.»
Parable of some perverse tenants
9Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· «Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς. 10Καὶ ἐν καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιν αὐτῷ. Οἱ δὲ γεωργοὶ δήραντες αὐτὸν ἐξαπέστειλαν κενόν. 11Καὶ προσέθετο πέμψαι ἕτερον δοῦλον· οἱ δὲ κἀκεῖνον δήραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. 12Καὶ προσέθετο πέμψαι τρίτον· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. 13Εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· ‹Τί ποιήσω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται.› 14Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοί, διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· ‹Οὗτός ἐστιν ὁ κληρονόμος. Δεῦτε, ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.› 15Καὶ ἐκβαλόντες ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; 16Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.» Ἀκούσαντες δὲ εἶπον, «Μὴ γένοιτο.»
17Ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· «Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· ‹Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας›; 18Πᾶς ὁ πεσὼν ἐπ᾿ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ—λικμήσει αὐτόν.»
19Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾿ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ· καὶ ἐφοβήθησαν—ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην εἶπεν.
To Caesar, Caesar’s; to God, God’s
20Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. 21Καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· «Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. 22Ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι, ἢ οὔ;»
23Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς· «Τί με πειράζετε; 24Ἐπιδείξατέ μοι δηνάριον—τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν;» Ἀποκριθέντες δὲ εἶπον, «Καίσαρος.» 25Ὁ δὲ εἶπεν αὐτοῖς, «Ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» 26Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ· καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν.
Sadducees deny resurrection
27Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν 28λέγοντες· «Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα ὁ ἀδελφὸς αὐτοῦ λάβῃ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 29Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· 30καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος· 31καὶ ὁ τρίτος ἔλαβεν αὐτήν· ὡσαύτως δὲ καὶ οἱ ἑπτά—οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον. 32Ὕστερον δὲ πάντων, ἀπέθανεν καὶ ἡ γυνή. 33Ἐν τῇ οὖν ἀναστάσει, τίνος αὐτῶν γίνεται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.»
34Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· «Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ ἐκγαμίσκονται· 35οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν, καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν, οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται. 36Οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν—καὶ υἱοί εἰσιν τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει· ‹Κύριον τὸν Θεὸν Ἁβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ.› 38Θεὸς δὲ οὐκ ἔστιν νεκρῶν, ἀλλὰ ζώντων—πάντες γὰρ αὐτῷ ζῶσιν.» 39Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον, «Διδάσκαλε, καλῶς εἶπας.» 40Οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.
Is the Christ David’s Son?
41Εἶπεν δὲ πρὸς αὐτούς· «Πῶς λέγουσιν τὸν Χριστὸν Υἱὸν Δαυὶδ εἶναι; 42Καὶ αὐτὸς Δαυὶδ λέγει ἐν Βίβλῳ Ψαλμῶν, ‹Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου 43ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.› 44Δαυὶδ οὖν Κύριον αὐτὸν καλεῖ, καὶ πῶς Υἱὸς αὐτοῦ ἐστιν;»
Jesus denounces the scribes
45Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· 46«Προσέχετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις· 47οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσεύχονται. Οὗτοι λήψονται περισσότερον κρῖμα.»

Notes


*20:1 εκεινων f35 A,C,N,W [96.5%] CP,HF,RP,TR,OC ¦ — ℵB,D,Q [3.5%] NU

20:1 ιερεις f35 A,W [84%] HF,RP,OC ¦ αρχιερεις ℵB,C,D,N,Q [16%] CP,TR,NU

20:1 οι rell ¦ — A [15%]

§20:2 ειπον rell ¦ ειπαν ℵB [1%] NU

*20:2 προς αυτον λεγοντες f35 A,N,Q,W [97.5%] CP,HF,RP,TR,OC ¦ 12 C,D [1.5%] ¦ ~ 312 ℵB [1%] NU

20:2 ειπε ημιν f35 A,D,N,Q,W [97.5%] CP,HF,RP,TR,OC ¦ ειπον 2 B [1%] NU ¦ — ℵC [1.5%]

20:3 ενα λογον f35 C,D,N,Q [82%] CP,HF,RP,TR,OC ¦ ~ 21 A [16%] ¦ 2 ℵB,W [2%] NU

§20:5 τι f35 ℵB,W [83%] CP,HF,RP,NU ¦ 1 ουν A,C,D,N,Q [17%] TR,OC

*20:6 πας ο λαος f35 A,C,N,Q,W [98.5%] CP,HF,RP,TR,OC ¦ ~ 23 απας ℵB(D) [1.5%] NU

20:9 ανθρωπος f35 ℵB(C,D)N,Q [87%] CP,HF,RP ¦ 1 τις A,W [13%] TR,OC[NU]

20:9 εξεδοτο f35 D,N,Q,W [99.5%] CP,HF,RP,TR,OC,UBS ¦ εξεδετο ℵA,B,C [0.5%] N-A (One of the rare places where UBS and N-A are not the same.)

§20:10 εν f35 A,W [93%] CP,HF,RP,TR ¦ 1 τω C,N,Q [6%] OC ¦ τω [0.5%] ¦ — ℵB(D) [0.5%] NU

*20:10 δωσιν f35 C,D,N,W [93%] CP,HF,RP,TR ¦ δωσουσιν ℵA,B,Q [4%] OC,NU ¦ — [3%] ¦ one other variant

20:10 δηραντες f35 [20%] ¦ δειραντες ℵA,B,C(D)N,Q,W [80%] CP,HF,RP,TR,OC,NU (Is the verb δαιρω or δερω? By far the more common, the literal meaning of δερω is to skin or flay a dead animal, to beat or whip being a derived meaning. Some have doubted the independent existence of δαιρω, but it occurs in Hermas, sim.6.2.6 [2nd cent.]. The meaning is presumably ‘to beat severely’. That many copyists might change an unfamiliar form to a closely related familiar one is not hard to imagine, but who would change a familiar one to an unfamiliar one?)

20:10 δηραντες αυτον εξαπεστειλαν f35 A,C(D)N,Q [96.5%] CP,HF,RP,TR,OC ¦ ~ 321 ℵB [0.3%] NU ¦ 12 απεστειλαν [2.5%] ¦ 1232 W [0.5%]

§20:11 προσεθετο rell ¦ 1 αυτοις Q [2%] OC

*20:11 πεμψαι ετερον f35 N,Q,W [96%] CP,HF,RP,TR,OC ¦ ~ 21 ℵA,B [4%] NU ¦ επεμψεν 2 D ¦ 1 αυτοις 2 C

20:11 δηραντες f35 [20%] ¦ δειραντες ℵA,B,C,D,N,Q,W [80%] CP,HF,RP,TR,OC,NU

20:12 πεμψαι τριτον f35 A,C,N,Q,W [99%] CP,HF,RP,TR,OC ¦ ~ 21 ℵB [1%] NU ¦ ~ 2 επεμψεν D

§20:13 ιδοντες f35 A,N,W [98.5%] CP,HF,RP,TR,OC ¦ — ℵB,C,D,Q [1.5%] NU

*20:14 εαυτους f35 A,C,N,Q,W [98%] CP,HF,RP,TR,OC ¦ αλληλους ℵB,D [1.5%] NU ¦ two other variants [0.5%]

20:14 δευτε f35 ℵC,D [90%] CP,HF,RP,TR,OC ¦ — A,B,N,Q,W [10%] NU

20:15 εκβαλοντες f35 [24%] ¦ 1 αυτον ℵA,B,D,N,Q,W [76%] CP,HF,RP,TR,OC,NU ¦ λαβοντες αυτον εξεβαλον C (some 7% have εκβαλλοντες)

§20:16 ειπον rell ¦ ειπαν ℵB,D,Q [1.5%] NU

*20:19 αρχιερεις και οι γραμματεις f35 ℵD,N [88%] CP,HF,RP,TR,OC ¦ ~ 4231 A,B,W [12%] NU ¦ ~ 423 φαρισαιοι C ¦ three other variants

20:19 εφοβηθησαν f35 [65%] CP,HF,RP ¦ 1 τον λαον ℵA,B,C(D) [35%] TR,OC,NU ¦ 1 τον οχλον N,W

20:19 την παραβολην ταυτην ειπεν f35 A,C,N,W [93%] CP,HF,RP,TR ¦ ~ 4123 ℵB [3%] NU ¦ ~ ειρηκεν 123 D ¦ 124 [3%] ¦ τας παραβολας ελεγεν [1%] OC ¦ two other variants

§20:20 επιλαβωνται rell ¦ επιλαβονται [21%]

*20:20 λογου rell ¦ λογον C,N [18%] ¦ λογων D

20:20 εις το f35 A,N,W [99%] (CP)HF,RP,TR,OC ¦ ωστε ℵB,C,D [1%] NU

20:22 ημιν f35 C(D)W [97.5%] CP,HF,RP,TR,OC ¦ ημας ℵA,B [2.5%] NU ¦ — N ¦ one other variant

§20:23 τι με πειραζετε f35 A(C)D,N,W [98.5%] CP,HF,RP,TR,OC ¦ — ℵB [1.5%] NU

*20:24 επιδειξατε f35 C,N [85%] CP,HF,RP,TR ¦ δειξατε ℵA,B,D,W [15%] OC,NU

20:24 δηναριον rell ¦ 1 οι δε εδειξαν και ειπε (ℵ)C,N [20%] (plus several minor variations)

20:24 αποκριθεντες f35 A,C(D,W) [97%] CP,HF,RP,TR,OC ¦ οι ℵB,N [3%] NU

§20:24 ειπον rell ¦ ειπαν ℵB,C [0.5%] NU

*20:25 αυτοις f35 A,C,D,N,W [97%] CP,HF,RP,TR,OC ¦ προς αυτους ℵB [3%] NU

20:25 αποδοτε τοινυν f35 A,C,N,W [92%] CP,HF,RP,TR,OC ¦ ~ 21 ℵB [2%] NU ¦ 1 D ¦ 1 ουν [6%]

20:27 αντιλεγοντες f35 A,W (94.3%) CP,HF,RP,TR[NU] ¦ λεγοντες ℵB,C,D,N (5.4%) OC ¦ three other variants (0.3%)

§20:27 αναστασιν μη ειναι rell ¦ ~ 231 N [2.5%] OC

*20:28 μωσης f35 ℵA [60%] HF,RP,TR ¦ μωυσης B,D,N,W [40%] CP,OC,NU

20:28 αποθανη f35 A,N,W [96%] CP,HF,RP,TR,OC ¦ η B [4%] NU ¦ D is wild ¦ three other variants ¦ ℵ omits whole line

20:28 ο αδελφος αυτου λαβη f35 [20%] ¦ ~ 4123 A,B,D,N,W [80%] CP,HF,RP,TR,OC,NU

§20:28 εξαναστηση f35 ℵB,D,N [67%] CP,HF,RP,TR,OC,NU ¦ εξαναστησει A,W [33%]

*20:30 ελαβεν f35 A,W [99.5%] CP,HF,RP,TR,OC ¦ — ℵB,D [0.5%] NU

20:30 την γυναικα και ουτος απεθανεν ατεκνος f35 A,W [99%] CP,HF,RP,TR,OC ¦ — ℵB,D [1%] NU

20:31 αυτην f35 ℵB(D)W [55%] CP,HF,TR,OC,NU ¦ 1 ωσαυτως A [45%] RP

§20:31 επτα f35 ℵA,B,D [73%] CP,HF,RP,TR,OC,NU ¦ 1 και W [27%] some TRs

*20:31 κατελιπον rell ¦ κατελειπον A [18%] ¦ αφηκαν D ¦ two other variants

20:32 δε παντων f35 A,W [60%] CP,HF,RP,TR,OC ¦ 2 [30%] ¦ 1 [9.5%] ¦ και ℵB,D [0.5%] NU

20:32 απεθανεν και η γυνη f35 A,W [98%] CP,HF,RP,TR ¦ ~ 2341 ℵB,D [2%] OC,NU

§20:33 εν τη ουν f35 A,D,W [99.5%] CP,HF,RP,TR,OC ¦ 12 ℵ ¦ ~ η γυνη 312 B [0.5%] NU

*20:33 ουν αναστασει rell ¦ ~ 21 [0.5%] OC

20:34 αποκριθεις f35 A,W [99%] CP,HF,RP,TR,OC ¦ — ℵB,D [1%] NU

20:34 εκγαμισκονται f35 Q [74%] CP,HF,RP,TR ¦ εκγαμιζονται A,W [23%] OC ¦ γαμισκονται ℵB [2%] NU ¦ γαμιζονται [1%] ¦ γαμουνται D ¦ two other variants

§20:35 εκγαμιζονται f35 A,W [84%] CP,HF,RP ¦ εκγαμισκονται [9%] TR ¦ γαμιζονται ℵD,Q [4%] OC,NU ¦ γαμισκονται B [3%]

*20:36 ουτε f35 ℵQ,W [94.5%] CP,HF,RP,TR,OC ¦ ουδε A,B,D [5.5%] NU

20:36 του f35 Q,W [99.5%] CP,HF,RP,TR,OC ¦ τω D ¦ — ℵA,B [0.3%] NU

20:37 μωυσης f35 B,D,Q,W [55%] CP,OC,NU ¦ μωσης ℵA [45%] HF,RP,TR

§20:37 τον f35 A,Q,W [99%] CP,HF,RP,TR,OC ¦ — ℵB,D [1%] NU

*20:37 τον f35 A,Q [99%] CP,HF,RP,TR,OC ¦ — ℵB,D [1%] NU ¦ W omits phrase

20:39 ειπον rell ¦ ειπαν ℵB,D [0.5%] NU

20:40 δε f35 A,D,Q,W [99%] CP,HF,RP,TR,OC ¦ γαρ ℵB [1%] NU

§20:41 λεγουσιν rell ¦ 1 τινες A [17%]

*20:41 υιον δαυιδ ειναι f35 A,Q,W [97.5%] CP,HF,RP,TR,OC ¦ ~ 321 ℵB [0.3%] NU ¦ ~ 312 [1%] ¦ 12 D ¦ υιος 2 εστιν [1%]

20:42 και αυτος f35 A,D,W [98%] CP,HF,RP,TR,OC ¦ ~ 2 γαρ ℵB [2%] NU ¦ 12 γαρ Q

20:42 βιβλω rell ¦ 1 των D,W [8.5%] OC

§20:42 ο f35 ℵA,Q,W [99.8%] CP,HF,RP,TR,OC ¦ — B(D)NU

*20:44 κυριον αυτον rell ¦ ~ 21 A,B,Q [17%] OC

20:44 υιος αυτου f35 ℵD,Q,W [92%] CP,HF,RP,TR,OC ¦ ~ 21 A,B [8%] NU

20:45 αυτου f35 ℵA,W [98%] CP,HF,RP,TR,OC[NU] ¦ αυτους (Q) ¦ εαυτου [1.5%] ¦ — B,D [0.3%]

§20:47 ληψονται rell ¦ λημψονται ℵA,B,D,W [1%] NU