Jesus taken to Pontius Pilate
1Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. 2Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες, «Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος, καὶ κωλύοντα Καίσαρι φόρους διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι.» 3Ὁ δὲ Πιλᾶτος ἐπηρώτησεν αὐτὸν λέγων, «Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;» Ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη, «Σὺ λέγεις.» 4Ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, «Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.» 5Οἱ δὲ ἐπίσχυον, λέγοντες ὅτι «Ἀνασείει τὸν λαόν, διδάσκων καθ᾿ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.»
Jesus taken to Herod
6Πιλᾶτος δὲ ἀκούσας ‹Γαλιλαίαν,› ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν. 7Καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. 8Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ θέλων ἐξ ἱκανοῦ ἰδεῖν αὐτόν, διὰ τὸ ἀκούειν πολλὰ περὶ αὐτοῦ· καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾿ αὐτοῦ γινόμενον. 9Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10Εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ. 11Ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπράν, ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. 12(Ἐγένοντο δὲ φίλοι ὅ τε Πιλᾶτος καὶ ὁ Ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾿ ἀλλήλων—προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.)
Pilate sentences Jesus
13Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν, 14εἶπεν πρὸς αὐτούς· «Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾿ αὐτοῦ. 15Ἀλλ᾿ οὐδὲ Ἡρῴδης (ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν)· καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ. 16Παιδεύσας οὖν αὐτὸν ἀπολύσω.» 17(Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.)
18Ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· «Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν»— 19ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει, καὶ φόνον, βεβλημένος εἰς φυλακήν. 20Πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21Οἱ δὲ ἐπεφώνουν λέγοντες· «Σταύρωσον, σταύρωσον αὐτόν.» 22Ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· «Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.» 23Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν, καὶ τῶν ἀρχιερέων. 24Ὁ δὲ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν. 25Ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακήν, ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
Jesus is crucified
26Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου (ἐρχομένου ἀπ᾿ ἀγροῦ), ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ. 27Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28Στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπεν· «Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾿ ἐμέ· πλὴν ἐφ᾿ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. 29Ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, ‹Μακάριαι αἱ στεῖραι, καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν.› 30Τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, ‹Πέσετε ἐφ᾿ ἡμᾶς,› καὶ τοῖς βουνοῖς, ‹Καλύψατε ἡμᾶς.› 31Ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;»
32Ἤγοντο δὲ καὶ ἕτεροι δύο, κακοῦργοι, σὺν αὐτῷ ἀναιρεθῆναι. 33Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν· καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.
34Ὁ δὲ Ἰησοῦς ἔλεγεν, «Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν»· διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον. 35Καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες, «Ἄλλους ἔσωσεν· σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστός, ὁ τοῦ Θεοῦ ἐκλεκτός.» 36Ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοι καὶ ὄξος προσφέροντες αὐτῷ, 37καὶ λέγοντες, «Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.»
38Ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾿ αὐτῷ, γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς·
ΟΥΤΟΣ ΕΣΤΙΝ Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ
39Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων, «Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς.» 40Ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων· «Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 41Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.» 42Καὶ ἔλεγεν τῷ Ἰησοῦ, «Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.» 43Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, «Ἀμὴν λέγω σοι, σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ.»
Jesus dismisses His spirit
44Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 45Καὶ ἐσκοτίσθη ὁ ἥλιος· καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. 46Καὶ φωνήσας φωνῇ μεγάλῃ, ὁ Ἰησοῦς εἶπεν, «Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου.» Καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν.
Various reactions
47Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον, ἐδόξασεν τὸν Θεὸν λέγων, «Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.» 48Καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. 49Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
Jesus’ body is buried
50Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος 51(οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν), ἀπὸ Ἀριμαθαίας, πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ· 52οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 53Καὶ καθελὼν αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδέπω οὐδεὶς κείμενος. 54Καὶ ἡμέρα ἦν Παρασκευή· σάββατον ἐπέφωσκεν. 55Κατακολουθήσασαι δὲ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ. 56Ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.

Notes


*23:1 ηγαγον rell ¦ ηγαγεν [1%] CP,TR

23:2 ευρομεν rell ¦ ευραμεν B,T [1%] NU ¦ ευρον D ¦ ευρωμεν [1%] ¦ two other variants

23:2 εθνος f35 A,W [70%] CP,HF,RP,TR,OC ¦ 1 ημων 𝕻75ℵB,D,N,T [30%] NU

§23:2 καισαρι φορους f35 (N)W [91%] CP,HF,RP,TR,OC ¦ ~ 21 𝕻75ℵB(D)T [1%] NU ¦ 1 φορον A [8%]

*23:2 διδοναι f35 A(D)N,W [96%] CP,HF,RP,TR,OC ¦ 1 και 𝕻75ℵB,T [4%] NU

23:3 επηρωτησεν f35 A,D,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ ηρωτησεν 𝕻75ℵB,T [0.5%] NU

23:4 οχλους rell ¦ 1 οτι [1%] OC

§23:5 ιουδαιας f35 𝕻75A(D)N,W [99.5%] CP,HF,RP,TR,OC ¦ 1 και ℵB,T [0.5%] NU

*23:6 γαλιλαιαν f35 A,D,W [99%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB,T [0.5%] NU ¦ γαλιλαιας N ¦ four other spellings

23:8 θελων εξ ικανου f35 A [72%] CP,HF,RP,TR ¦ ~ 231 [4%] OC ¦ 123 χρονου N,W [20%] ¦ 12 ικανων χρονων D ¦ ~ 23 χρονου 1 [3.5%] ¦ ~ 2 ικανων χρονων 1 𝕻75ℵB,T [0.5%] NU ¦ several other variants

23:8 ακουειν rell ¦ 1 αυτον [3%] OC

§23:8 πολλα f35 A,N,W [95%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB,D,T [5%] NU

*23:8 τι rell ¦ ετι CP

23:10 αρχιερεις και οι γραμματεις rell ¦ ~ 4231 OC

23:11 αυτον f35 A,B,D(W) [97.5%] CP,HF,RP,TR,OC ¦ 1 και 𝕻75N,T [2.5%] [NU] ¦ και ℵ

§23:11 αυτον f35 A(D)N,T,W [89%] CP,HF,RP,TR,OC ¦ αυτω [6%] ¦ — 𝕻75ℵB [5%] NU ¦ one other variant

*23:12 πιλατος και ο ηρωδης f35 A(D)N [74%] CP,HF,RP,TR ¦ ~ 4231 𝕻75ℵB,T [1.5%] OC,NU ¦ 124 W [24.5%]

23:12 εαυτους f35 A,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ αυτους 𝕻75ℵB,T [0.5%] NU ¦ D has long omission

23:14 αποστρεφοντα rell ¦ διαστρεφοντα [14%]

§23:14 ουδεν f35 A,D,N,W [99%] CP,HF,RP,TR,OC ¦ ουθεν 𝕻75ℵB,T [1%] NU

*23:15 ανεπεμψα γαρ υμας προς αυτον f35 A,D,N,W [82%] CP,HF,RP,TR,OC ¦ ανεπεμψεν 2345 [2%] ¦ ~ 12543 [2%] ¦ ~ ανεπεμψεν 2543 [2%] ¦ ~ ανεπεμψεν 254 ημας 𝕻75ℵB,T [12%] NU

23:17 have verse 17 (with a variety of minor variations) f35 (ℵ)(D)(N)W (97.9%) CP,HF,RP,TR,OC ¦ omit verse 17 𝕻75A,B,T (1.9%) NU ¦ longer omissions (0.2%)

23:18 ανεκραξαν f35 A,D,N(W) [98.5%] CP,HF,RP,TR,OC ¦ ανεκραγον 𝕻75ℵB,T [1.5%] NU

§23:18 παμπληθει rell ¦ παμπληθη CP

*23:18 ημιν f35 A,D,W [88%] HF,RP,OC ¦ 1 τον 𝕻75ℵB,N,T [12%] CP,TR,NU

23:19 βεβλημενος εις φυλακην f35 A,D,N [93.5%] CP,HF,RP,TR ¦ 12 την 3 W [6%] OC ¦ βληθεις εν τη φυλακη 𝕻75B,T [0.5%] NU ¦ εν τη φυλακη ℵ

23:20 ουν f35 N,W [98.5%] CP,HF,RP,TR,OC ¦ δε 𝕻75ℵA,B,D,T [1.5%] NU ¦ one other variant

§23:20 προσεφωνησεν f35 A,N,W [98%] CP,HF,RP,TR,OC ¦ 1 αυτοις 𝕻75ℵB,T [2%] NU ¦ 1 αυτους D

*23:21 σταυρωσον σταυρωσον f35 A,N [95%] CP,HF,RP,TR,OC ¦ σταυρου σταυρου 𝕻75ℵB,D [0.3%] NU ¦ 1 W [5%]

23:22 αιτιον rell ¦ αξιον [2%] OC

23:23 και των αρχιερεων f35 A(D)N,W (99%) CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB (0.5%) NU ¦ six other readings (0.4%)

§23:24 ο δε f35 A(D)N,W [99.5%] CP,HF,RP,TR,OC ¦ και 𝕻75ℵB [0.5%] NU

*23:25 δε f35 𝕻75ℵA,B,D,N,W [70%] CP,HF,RP,NU ¦ 1 αυτοις [20%] TR ¦ 1 αυτοις τον βαραββαν [10%] OC

23:25 την f35 𝕻75A,C,N [90%] CP,HF,RP,TR,OC ¦ — ℵB,D [10%] NU ¦ τη W

23:26 σιμωνος τινος κυρηναιου ερχομενου f35 (A)N,W [96%] CP,HF,RP,OC ¦ 123 του 4 [2%] TR ¦ σιμωνα τινα κυρηναιον ερχομενον 𝕻75ℵB [2%] NU ¦ τινα σιμωνα κυρηναιον ερχομενον C,D

§23:26 οπισθεν rell ¦ οπισω [3%] OC

*23:27 αι και f35 W [95%] CP,HF,RP,TR,OC ¦ 1 𝕻75A,B,C(D)N [5%] NU ¦ — ℵ

23:28 προς αυτας ο ιησους f35 A,N,W [98%] CP,HF,RP,TR,OC[NU] ¦ ~ 3412 C(D) [1%] ¦ 124 𝕻75ℵB [0.3%] ¦ three other variants

23:29 και f35 𝕻75A,D,W [90%] CP,HF,RP,TR,OC ¦ 1 αι ℵB,C,N [10%] NU

§23:29 εθηλασαν f35 A,N,W [98%] CP,HF,RP,TR,OC ¦ εθρεψαν 𝕻75ℵB,C [1%] NU ¦ εξεθρεψαν D [1%]

*23:31 γενηται rell ¦ γινεται [9%] ¦ γενησεται [10%]

23:32 δυο κακουργοι f35 A,C,D,N,Q,W [99.8%] CP,HF,RP,TR,OC ¦ ~ 21 𝕻75ℵB,NU

23:33 απηλθον f35 A,N,W [97.5%] CP,HF,RP,TR,OC ¦ ηλθον 𝕻75ℵB,C(D)Q [2.5%] NU ¦ three other variants

§23:34 ο δε ιησους ελεγεν πατερ αφες αυτοις ου γαρ οιδασιν τι ποιουσιν f35 ℵ(A)C,N(Q) (99.2%—with a variety of minor variations) CP,HF,RP,TR,OC[[NU]] ¦ — 𝕻75B,D,W (0.8%)

*23:34 εβαλον rell ¦ εβαλλον N [9%] OC

23:34 κληρον f35 𝕻75ℵB,C,D,Q,W [97%] CP,HF,RP,TR,OC ¦ κληρους A,N [3%] NU

23:35 συν αυτοις f35 A,N,W [97%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB,C,Q [3%] NU ¦ D is wild

§23:35 ο του θεου εκλεκτος f35 A,N,Q [95%] CP,HF,RP,TR,OC ¦ ~ 1423 C [0.5%] ¦ ~ 2314 B,W [1%] NU ¦ ~ 12314 ℵ ¦ 1 υιος 2314 𝕻75 [3%] ¦ D is wild

*23:36 ενεπαιζον f35 A,N,Q [99%] CP,HF,RP,TR,OC ¦ ενεπαιξαν 𝕻75ℵB [0.5%] NU ¦ ενεπαιξον C,D,W

23:36 και f35 N,Q,W [99%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵA,B,C [1%] NU ¦ τε D

23:38 και f35 𝕻75ℵA,B,N,Q,W [75%] HF,RP,TR,OC,NU ¦ 1 η C,D [22.5%] CP ¦ η [1.5%] ¦ — [1%]

§23:38 γεγραμμενη επ αυτω f35 N,W [98%] CP,HF,RP,TR,OC ¦ ~ 231 C [1.5%] ¦ 23 𝕻75ℵB [0.5%] NU ¦ επιγεγραμμενη 23 A,D,Q

*23:38 γραμμασιν ελληνικοις και ρωμαικοις και εβραικοις f35 A,N,Q,W [98%] CP,HF,RP,TR,OC ¦ 1246 ℵD [1%] ¦ — 𝕻75B,C [0.5%] NU ¦ several minor variations

23:38 ουτος εστιν ο βασιλευς των ιουδαιων f35 A,W [97%] CP,HF,RP,TR,OC ¦ 12 ιησους 3456 N,Q [2%] ¦ ~ 345612 D ¦ ~ 34561 𝕻75ℵB [0.5%] NU ¦ 3456 C

23:39 ει f35 A,N,Q,W [99.5%] CP,HF,RP,TR,OC ¦ ουχι 𝕻75ℵB,C [0.5%] NU ¦ D has long omission

§23:40 επετιμα f35 A(D)N,W [99%] CP,HF,RP,TR,OC ¦ επετιμων 𝕻75ℵB,C [1%] NU ¦ one other variant

*23:40 λεγων f35 A(D)N,W [99%] CP,HF,RP,TR,OC ¦ εφη 𝕻75ℵB,C [1%] NU

23:42 τω f35 A,W [99.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB,C [0.3%] NU ¦ αυτω (D)

23:42 κυριε f35 A,W [97%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB,C [3%] NU ¦ D is wild

§23:42 εν τη βασιλεια f35 ℵA,C,W [99.5%] CP,HF,RP,TR,OC ¦ εις την βασιλειαν 𝕻75B [0.3%] NU ¦ D is wild

*23:43 ο ιησους f35 A,C(D)W [99.7%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB [0.3%] NU

23:43 λεγω σοι f35 ℵA,W [99.5%] CP,HF,RP,TR,OC ¦ ~ 21 𝕻75B,C [0.5%] NU ¦ D is wild

23:44 ην δε f35 A,D,Q,W [99.5%] CP,HF,RP,TR,OC ¦ ~ και 1 ℵ ¦ ~ και 1 ηδη 𝕻75B,C [0.5%] NU

§23:44 ενατης f35 𝕻75ℵA,B,C,D,Q,W [70%] CP,HF,RP,OC,NU ¦ εννατης [30%] TR

*23:45 και εσκοτισθη ο ηλιος f35 A,Q,W (96.8%) CP,HF,RP,TR ¦ ~ 2 δε 34 D ¦ του ηλιου εκλειποντος B (0.4%) OC ¦ του ηλιου εκλιποντος 𝕻75ℵC (0.4%) NU ¦ του ηλιου εσκοτισθεντος (0.7%) ¦ conflations (1.2%) ¦ two other variants (0.2%) ¦ — (0.4%)

23:45 και εσχισθη f35 A(D)W [99%] CP,HF,RP,TR,OC ¦ ~ 2 δε 𝕻75ℵB,C [1%] NU

23:46 παραθησομαι f35 [77%] CP,HF,RP,TR ¦ παρατιθεμαι 𝕻75ℵA,B,C,Q,W [11%] OC,NU ¦ παρατιθημι (D) [12%]

§23:46 και ταυτα f35 A [83%] CP,HF,RP,TR,OC ¦ τουτο δε 𝕻75ℵB,C(D)W [1.5%] NU ¦ 1 τουτο Q [15.5%]

*23:47 εκατονταρχος f35 A,C,D,Q,W [99%] CP,HF,RP,TR,OC ¦ εκατονταρχης 𝕻75ℵB [1%] NU

23:47 εδοξασεν f35 A,C,Q,W [99%] CP,HF,RP,TR,OC ¦ εδοξαζεν 𝕻75ℵB,D [1%] NU

23:48 θεωρουντες τα γενομενα f35 Q,W [93%] CP,HF,RP,TR,OC ¦ 12 γινομενα [5%] ¦ θεωρησαντες 23 𝕻75ℵB,C,D [1.5%] NU ¦ — A [0.5%]

§23:48 εαυτων f35 Q [90%] CP,HF,RP,TR,OC ¦ αυτων W [8.5%] ¦ — 𝕻75ℵA,B,C,D [1.5%] NU

*23:49 αυτου f35 ℵC,D,W [97%] CP,HF,RP,TR,OC ¦ αυτω 𝕻75A,B [3%] NU

23:49 μακροθεν f35 A,C,W [95.5%] CP,HF,RP,TR ¦ απο 1 𝕻75ℵB,D [4.5%] OC,NU

23:49 συνακολουθησασαι f35 A,D,W [99%] CP,HF,RP,TR,OC ¦ συνακολουθουσαι 𝕻75ℵB,C [1%] NU ¦ one other variant

§23:50 υπαρχων f35 A,B(D)W [98%] CP,HF,RP,TR ¦ 1 και 𝕻75ℵC [2%] OC[NU]

*23:51 ἀριμαθαιας f35 CP,HF,RP,TR,OC ¦ ἁριμαθαιας NU

23:51 ος προσδεχετο και αυτος f35 [32%] CP,OC ¦ 1 και 234 A,W [52%] HF,RP,TR ¦ ~ 1 και 42 [13%] ¦ 12 𝕻75ℵB,C,D [1%] NU ¦ 1 και 2 [2%]

23:53 αυτο f35 A,W [95.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB,C,D [3%] NU ¦ αυτον [1.5%]

§23:53 αυτο rell ¦ — W [3.5%] OC

*23:53 αυτο f35 𝕻75A,W [94%] CP,HF,RP,TR,OC ¦ αυτον ℵB,C,D [1%] NU ¦ αυτω [2%] ¦ — [3%]

23:53 ουδεπω ουδεις f35 [74%] CP,HF,RP,TR ¦ ~ 21 ℵC,W [20%] OC ¦ ~ 2 ουπω 𝕻75A,B [1%] NU ¦ ουπω 2 D ¦ ουδεποτε 2 [5%]

23:54 παρασκευη f35 A,W [99%] CP,HF,RP,TR,OC ¦ παρασκευης 𝕻75ℵB,C [1%] NU ¦ προσσαββατου D

§23:54 σαββατον f35 A,W [90%] CP,HF,RP,OC ¦ και 1 𝕻75ℵB,C [10%] TR,NU ¦ — D

*23:55 δε f35 ℵA,C,W [90%] CP,HF,RP ¦ 1 και [2%] TR ¦ 1 αι 𝕻75B [7%] OC,NU ¦ 1 δυο D ¦ — [1%]

23:55 αυτω εκ της γαλιλαιας f35 A,W [94%] CP,HF,RP,TR,OC ¦ ~ 2341 𝕻75ℵ(B) [0.5%] NU ¦ 234 C ¦ απο 34 (D) [5%]