A miniature of the Kingdom
1Καὶ ἔλεγεν αὐτοῖς, «Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.» 2Καὶ μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν μόνους. Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν· 3καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα, λευκὰ λίαν, ὡς χιών, οἷα κναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι. 4Καὶ ὤφθη αὐτοῖς Ἠλίας, σὺν Μωϋσῇ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. 5Καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, «Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς· σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ Ἠλίᾳ μίαν.» 6(Οὐ γὰρ ᾔδει τί λαλήσει, ἦσαν γὰρ ἔκφοβοι.) 7Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἦλθεν Φωνὴ ἐκ τῆς νεφέλης· «Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός. Αὐτοῦ ἀκούετε.» 8Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾿ ἑαυτῶν.
9Καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. 10Καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτούς, συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. 11Καὶ ἐπηρώτων αὐτόν, λέγοντες, «Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;» 12Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· «Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ. 13Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ ‹Ἠλίας› ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν» (καθὼς γέγραπται ἐπ᾿ αὐτόν).
The nine couldn’t do it
14Καὶ ἐλθὼν πρὸς τοὺς μαθητάς, εἶδεν ὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς. 15Καὶ εὐθέως πᾶς ὁ ὄχλος ἰδὼν αὐτὸν ἐξεθαμβήθη, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 16Καὶ ἐπηρώτησεν τοὺς γραμματεῖς, «Τί συζητεῖτε πρὸς αὐτούς;» 17Καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπεν· «Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον. 18Καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται. Καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν.» 19Ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· «Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι, ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρός με.» 20Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. Καὶ ἰδὸν αὐτόν, εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο, ἀφρίζων. 21Καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ, «Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ;» Ὁ δὲ εἶπεν· «Παιδιόθεν. 22Καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν. Ἀλλ᾿ εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ᾿ ἡμᾶς.» 23Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, «Τὸ εἰ δύνασαι πιστεῦσαι· πάντα δυνατὰ τῷ πιστεύοντι.» 24Καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου, μετὰ δακρύων, ἔλεγεν, «Πιστεύω, Κύριε· βοήθει μου τῇ ἀπιστίᾳ.»
25Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὁ ὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ, «Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.» 26Καὶ κράξαν καὶ πολλὰ σπαράξαν αὐτὸν ἐξῆλθεν. Καὶ ἐγένετο ὡσεὶ νεκρός· ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27Ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρὸς ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 28Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν, «Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;» 29Καὶ εἶπεν αὐτοῖς, «Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.»
Jesus predicts His death again
30Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· 31ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι, «Ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.» 32Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
About humility
33Καὶ ἦλθεν εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς, «Τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε;» 34Οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. 35Καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς, «Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος.» 36Καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς, 37«Ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.»
Either for, or against
38Ἀπεκρίθη δὲ αὐτῷ ὁ Ἰωάννης, λέγων, «Διδάσκαλε, εἴδομέν τινα τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν· καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν.» 39Ὁ δὲ Ἰησοῦς εἶπεν· «Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. 40Ὃς γὰρ οὐκ ἔστιν καθ᾿ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν. 41Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματί μου, ὅτι Χριστοῦ ἐστέ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
About offenses
42»Καὶ ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται λίθος μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. 43Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν σοί ἐστιν κυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν Γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον 44—ὅπου ‹ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.› 45Καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σοι εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν Γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον 46—ὅπου ‹ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.› 47Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σοί ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν Γέενναν τοῦ πυρός 48—ὅπου ‹ὁ σκώληξ οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.›
49»Πᾶς γὰρ πυρὶ ἁλισθήσεται, καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται. 50Καλὸν τὸ ἅλας, ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; Ἔχετε ἐν ἑαυτοῖς ἅλας, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.»

Notes


*9:1 των ωδε εστηκοτων f35 A,C,N,W [99%] HF,RP,CP,TR,OC ¦ ~ 213 B(D)NU ¦ 12 εστωτων ℵ [0.5%] ¦ ~ 132 𝕻45v [0.5%]

9:1 γευσωνται rell ¦ γευσονται N [10%]

9:2 μεθ f35 𝕻45A,N,W [99%] HF,RP,CP,TR,OC ¦ μετα ℵB,C,D [1%] NU

§9:2 τον rell ¦ — [20%] (OC is in small print)

*9:2 τον f35 𝕻45ℵC,D,W [60%] TR,OC,NU ¦ — A,B,N [40%] HF,RP,CP (OC is in small print)

9:3 εγενετο f35 𝕻45ℵB,C,W [55%] CP,TR,OC,NU ¦ εγενοντο A(D)N [45%] HF,RP

9:3 ως χιων f35 A(D)N (73.3%) HF,RP,CP,TR,OC ¦ ωσει 2 (25.6%) ¦ — 𝕻45vℵB,C(W) (1%) NU ¦ one other variant

§9:3 κναφευς f35 [25%] ¦ γναφευς 𝕻45ℵA,B,C,N,W [75%] HF,RP,CP,TR,OC,NU ¦ — D

*9:3 δυναται f35 (𝕻45)A(D)W [95%] HF,RP,CP,TR ¦ 1 ουτως ℵB,C(N) [5%] OC,NU

9:4 μωυση f35 ℵB,W [45%] ¦ μωυσει D,N [5%] OC,NU ¦ μωσει A [48%] CP,TR ¦ μωση 𝕻45C [2%] HF,RP

9:5 σκηνας τρεις f35 A,D,N,W [98%] HF,RP,CP,TR,OC ¦ ~ 21 𝕻45ℵB,C [2%] NU

§9:5 μωσει f35 A [65%] CP,TR ¦ μωση C [2%] HF,RP ¦ μωυσει ℵB,D,N [5%] OC,NU ¦ μωυση W [28%]

*9:6 λαλησει f35 A,D,N [87%] HF,RP,CP ¦ λαληση [10%] TR,OC ¦ λαλει 𝕻45W ¦ αποκριθη B,C [3%] NU ¦ απεκριθη ℵ ¦ two other variants

9:6 ησαν γαρ εκφοβοι (εμφοβοι CP) f35 𝕻45vA,N,W [98%] (CP)HF,RP,TR,OC ¦ ~ 32 εγενοντο ℵB,C,D [2%] NU

9:7 ηλθεν f35 A,D,N [97%] HF,RP,CP,TR,OC ¦ εγενετο ℵB,C [2%] NU ¦ — W [1%]

§9:7 νεφελης f35 (ℵ)B,C,N [70%] HF,RP,CP,NU ¦ 1 λεγουσα A,D,W [30%] TR,OC

*9:7 αυτου ακουετε f35 A,N [96%] HF,RP,CP,TR,OC ¦ ~ 21 ℵB,C,D,W [4%] NU

9:8 αλλα f35 A,C,W (95.6%) HF,RP,TR,OC,NU ¦ ει μη ℵ(B)D,N (4.4%) CP

9:9 καταβαινοντων δε f35 A,W [98%] HF,RP,CP,TR,OC ¦ ~ και 1 ℵB,C,D,N [2%] NU

§9:9 απο f35 ℵA,C,N,W [99.5%] HF,RP,CP,TR,OC ¦ εκ B,D [0.5%] NU

*9:9 διηγησωνται α ειδον f35 A [92%] HF,RP,CP,TR,OC ¦ διηγησονται 23 N [5%] ¦ ~ 231 ℵB,C [2%] NU ¦ ~ 23 εξηγησονται W [1%] ¦ ~ 2 ειδωσαν 1 D

9:12 αποκριθεις ειπεν f35 A,D,N,W [99%] HF,RP,CP,TR,OC ¦ εφη ℵB,C [1%] NU

9:12 αποκαθιστα f35 N [97%] HF,RP,CP,TR,OC ¦ αποκαθιστανει A,W [2%] NU ¦ αποκατιστανει B ¦ αποκαταστανει (ℵ)D ¦ αποκαταστησει C [0.5%]

§9:12 εξουδενωθη f35 A,C [97.5%] HF,RP,CP,TR,OC ¦ εξουθενωθη ℵ [0.5%] ¦ εξουδενηθη B,D [0.5%] NU ¦ εξουθενηθη N,W [1.5%]

*9:13 ηθελησαν f35 A,N,W [99%] HF,RP,CP,TR,OC ¦ ηθελον ℵB,C,D [1%] NU

9:14 ελθων f35 A,C,D,N [99%] HF,RP,CP,TR,OC ¦ ελθοντες ℵB,W [1%] NU

9:14 ειδεν f35 A,C,D,N [99%] HF,RP,CP,TR,OC ¦ ειδον ℵW [1%] NU ¦ ειδαν B

§9:14 αυτοις f35 A,D,N [98%] HF,RP,CP,TR,OC ¦ προς αυτους B,C,W [2%] NU ¦ προς εαυτους ℵ

*9:15 ευθεως f35 A,D,N [97%] HF,RP,CP,TR,OC ¦ ευθυς ℵB,C,W [3%] NU

9:15 ιδων f35 A,N [96%] HF,RP,CP,TR ¦ ιδοντες ℵB,C(D)W [4%] OC,NU

9:15 εξεθαμβηθη f35 A,N [96%] HF,RP,CP,TR ¦ εξεθαμβηθησαν ℵB,C,W [4%] OC,NU ¦ εθαμβησαν D

§9:16 τους γραμματεις f35 A,C,N [97%] HF,RP,CP,TR,OC ¦ αυτους ℵB,D,W [3%] NU

*9:16 αυτους f35 B,C,N [97%] HF,RP,TR,NU (some minuscules have aspiration) ¦ εαυτους ℵA,W [2.5%] CP,OC ¦ αλληλους [0.5%] ¦ υμειν D ¦ two other variants

9:17 αποκριθεις f35 A,N [97%] HF,RP,CP,TR,OC ¦ 1 αυτω C(W) [2%] ¦ απεκριθη αυτω ℵB,D [1%] NU

9:17 ειπεν f35 A,C,N(W) [99%] HF,RP,CP,TR,OC ¦ — ℵB,D [1%] NU

§9:18 αν f35 C,D,N,W [97%] HF,RP,CP,TR,OC ¦ εαν A,B [2%] NU ¦ — ℵ [1%]

*9:18 αυτου f35 A,N [95%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,D,W [5%] NU

9:18 ειπον rell ¦ ειπα ℵB,W [3%] NU

9:19 αυτω f35 (N) [95%] HF,RP,CP,TR,OC ¦ αυτοις (𝕻45)ℵA,B,D(W) [4%] NU ¦ — C [1%]

§9:19 λεγει rell ¦ ειπεν 𝕻45 [0.5%] CP

*9:20 ιδον f35 [30%] ¦ ιδων rell (It was the demon that saw Him, so the gender is neuter.)

9:20 ευθεως το πνευμα εσπαραξεν f35 𝕻45A,N,W [98%] HF,RP,CP,TR,OC ¦ ~ 23 ευθυς συνεσπαραξεν ℵB,C [1%] NU ¦ 23 εταραξεν D ¦ three other variants

9:21 ειπεν f35 A [95%] HF,RP,CP,TR,OC ¦ 1 εκ ℵB,C,D,N,W [5%] NU

§9:22 αυτον και εις πυρ f35 N [47%] TR,OC ¦ 123 το 4 A [50%] HF,RP,CP ¦ ~ 2341 ℵB,C [1%] NU ¦ 134 𝕻45W [1%] ¦ ~ 1342 D ¦ three other variants

*9:22 υδατα rell ¦ το υδωρ CP

9:22 δυνασαι f35 A,C,N [97%] HF,RP,CP,TR,OC ¦ δυνη 𝕻45ℵB,D,W [3%] NU

9:23 δυνασαι f35 A,C [97%] HF,RP,CP,TR,OC ¦ δυνη 𝕻45ℵB,D,N,W [3%] NU

§9:23 πιστευσαι f35 A,D [97%] HF,RP,CP,TR,OC ¦ — 𝕻45ℵB,C,N,W [3%] NU

*9:24 και ευθεως f35 𝕻45vA,D,N,W [99%] HF,RP,CP,TR,OC ¦ 1 ℵC ¦ ευθυς B [0.5%] NU ¦ ευθυς δε [0.5%]

9:24 μετα δακρυων f35 (D)N (98.9%) HF,RP,CP,TR,OC ¦ — (𝕻45)ℵA,B,C (1%) NU ¦ W is wild ¦ one other variant

9:24 κυριε f35 N [99%] HF,RP,CP,TR,OC ¦ — ℵA,B,C,D,W [1%] NU

§9:25 ο f35 ℵA,W [60%] ¦ — B,C,D,N [40%] HF,RP,CP,TR,OC,NU

*9:25 το πνευμα το αλαλον και κωφον f35 A,N [95%] HF,RP,CP,TR,OC ¦ ~ 34562 𝕻45ℵB,C,D,W [5%] NU

9:25 σοι επιτασσω f35 A,D,N [99%] HF,RP,CP,TR,OC ¦ ~ 21 ℵB,C,W [1%] NU

9:26 κραξαν f35 A,N [98.5%] HF,RP,CP,TR,OC ¦ κραξας ℵB,C,D,W [1.5%] NU

§9:26 σπαραξαν f35 𝕻45vA,N [98.5%] HF,RP,CP,TR,OC ¦ σπαραξας ℵB,C,D,W [1.5%] NU

*9:26 αυτον f35 ℵA,N [98.5%] HF,RP,CP,TR,OC ¦ — 𝕻45vB,C,D,W [1.5%] NU

9:26 ωστε f35 C,D,N,W [98.5%] HF,RP,CP,TR,OC ¦ 1 τους ℵA,B [1.5%] NU

9:27 αυτον της χειρος f35 A,N [95%] HF,RP,TR,OC ¦ ~ 23 αυτου 𝕻45vℵB,D [5%] CP,NU ¦ 123 αυτου C ¦ 23 W

§9:28 εισελθοντα αυτον f35 A,N [95%] HF,RP,CP,TR,OC ¦ εισελθοντος αυτου ℵB,C,D,W [5%] NU ¦ εισελθοντι αυτω 𝕻45

*9:28 επηρωτων αυτον κατ ιδιαν f35 A,N [95%] HF,RP,CP,TR,OC ¦ ~ 3412 ℵ(B,C) [3%] NU ¦ ~ 34 ηρωτων 2 D [1%] ¦ ~ 34 και επηρωτησαν 2 W [1%] ¦ και ηρωτησαν 2 𝕻45

9:29 και νηστεια f35 A,C,D,N,W (1,651 mss) HF,RP,CP,TR,OC ¦ — ℵB (4 mss) NU

9:30 και εκειθεν f35 A,C,N,W [98.5%] HF,RP,CP,TR,OC ¦ κακειθεν ℵB,D [1.5%] NU

§9:30 γνω f35 A,N,W [99.5%] HF,RP,CP,TR,OC ¦ γνοι ℵB,C,D [1.5%] NU

*9:31 τη τριτη ημερα f35 A,N,W [99%] HF,RP,CP,TR,OC ¦ μετα τρεις ημερας ℵB,C,D [1%] NU

9:33 ηλθεν f35 A,C,N [97%] HF,RP,CP,TR,OC ¦ ηλθον ℵB,W [2%] NU ¦ εισηλθεν [1%] ¦ ηλθοσαν D

9:33 καπερναουμ f35 A,C,N [99%] HF,RP,CP,TR,OC ¦ καφαρναουμ ℵB,D,W [1%] NU

§9:33 προς εαυτους f35 A,N(W) [99%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,D [1%] NU

*9:35 εσται f35 ℵA,B,C,N (80.6%) HF,RP,CP,TR,OC,NU ¦ εστω (19.2%) ¦ εστε W (0.2%) ¦ — D

9:37 εαν f35 N [95%] HF,RP,CP,TR,OC ¦ αν ℵA,B,C,D,W [5%] NU

9:37 τοιουτων παιδιων rell ¦ ~ 21 (ℵC) [1%] CP

§9:37 εαν f35 A,C,N [98%] HF,RP,CP,TR,OC ¦ αν B,D,W [2%] NU ¦ — ℵ

*9:37 δεξηται f35 A,C,D,N,W [99%] HF,RP,CP,TR,OC ¦ δεχηται B [0.5%] NU ¦ δεχετε ℵ

9:38 απεκριθη δε f35 A,N [97%] HF,RP,CP,TR ¦ εφη ℵB [1%] NU ¦ και αποκριθεις W [1%] ¦ 1 D [1%] OC ¦ αποκριθεις 2 εφη C

9:38 ο f35 ℵB,C,W [45%] CP,TR,OC,NU ¦ — A,D,N [55%] HF,RP

§9:38 λεγων f35 A,N [97%] HF,RP,CP,TR,OC ¦ ειπεν D,W [1%] ¦ λεγει [1%] ¦ — ℵB,C [1%] NU

*9:38 τινα f35 A [89%] HF,RP,CP,TR ¦ 1 εν ℵB,C,D,N,W [10%] OC,NU ¦ 1 επι [1%]

9:38 ος ουκ ακολουθει ημιν f35 A(D)N,W (98.4%) HF,RP,CP,TR,OC ¦ — ℵB,C (1.5%) NU ¦ long omission (0.1%)

9:38 εκωλυσαμεν f35 A,C,N,W (90%) HF,RP,CP,TR,OC ¦ εκωλυομεν ℵB,D (1.7%) NU ¦ — (8.3%) part of a larger omission

§9:38 ακολουθει f35 A,C,N (85.4%) HF,RP,CP,TR,OC ¦ ηκολουθει ℵB,D (1.7%) NU ¦ omit four words D,W (4.6%) ¦ — (8.3%) part of a larger omission

*9:38 και εκωλυσαμεν αυτον οτι ουκ ακολουθει ημιν rell ¦ — (8.3%) [Obvious homoioteleuton]

9:40 υμων f35 A,D,N [90%] HF,RP,CP,TR,OC ¦ ημων ℵB,C,W [10%] NU,some TRs

9:40 υμων f35 A,D,N [88%] HF,RP,CP,TR,OC ¦ ημων ℵB,C,W [12%] NU,some TRs

§9:41 εν f35 ℵA,B,C,N,W (81.8%) HF,RP,CP,NU ¦ 1 τω D (18%) TR,OC ¦ — (0.2%)

*9:41 μου f35 ℵD,W (95.1%) HF,RP,CP,TR,OC ¦ — A,B,C,N (4.9%) NU

9:41 υμιν f35 A,N [98%] HF,RP,CP,TR,OC ¦ 1 οτι ℵB,C,D,W [2%] NU

9:42 εαν f35 A,C [90%] HF,RP,CP ¦ αν ℵB,D,N,W [10%] TR,OC,NU

§9:42 μικρων f35 [85%] HF,RP,TR ¦ 1 τουτων ℵA,B,C,D,N [15%] CP,OC,NU ¦ 1 μου W

*9:42 εις εμε f35 A,B,N,W [99.5%] HF,RP,CP,TR,OC[NU] ¦ — ℵC,D [0.5%]

9:42 λιθος μυλικος f35 A,N [96%] HF,RP,CP,TR,OC ¦ μυλος ονικος ℵB,C,D [3%] NU ¦ ~ μυλωνικος 1 [1%] ¦ μυλον ονικον W

9:43 σοι εστιν f35 A,N,W [97%] HF,RP,CP,TR,OC ¦ ~ 2 σε ℵB,C [3%] NU ¦ ~ 21 D

§9:43 εις την ζωην εισελθειν f35 N(W) [98%] HF,RP,CP,TR,OC ¦ ~ 4123 ℵA,B,C,D [2%] NU

*9:44 verse 44 f35 A,D,N [96%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,W [4%] NU

9:45 εστιν σοι f35 N [70%] HF,RP,CP,TR ¦ 1 σε ℵA,B,C [28%] NU ¦ ~ 21 D,W [2%] OC

9:46 εις το πυρ το ασβεστον οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται f35 A,D,N [96%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,W [4%] NU

§9:47 σοι f35 A,C,D,N [98%] HF,RP,CP,TR,OC ¦ σε ℵB [1%] NU ¦ — W [1%]

*9:47 η rell ¦ 1 τους D [1%] OC

9:47 βληθηναι rell ¦ απελθειν D [1%] OC

9:47 του πυρος f35 A,C,N (97.3%) HF,RP,CP,TR,OC ¦ — ℵB,D,W (1.5%) NU ¦ εις το πυρ (0.5%) ¦ long omissions (0.7%)

§9:48 σκωληξ f35 [30%] ¦ 1 αυτων ℵA,B,C,D,N,W [70%] HF,RP,CP,TR,OC,NU

*9:49 και πασα θυσια αλι αλισθησεται f35 A,C(D)N (88.5%) HF,RP,CP,TR,OC ¦ 1235 (4.4%) ¦ — (ℵ)B(W) (7%) NU ¦ one other variant

9:50 αλας f35 C,N [98%] HF,RP,CP,TR,OC ¦ αλα ℵA,B,D,W [2%] NU