Down with divorce!
1Κἀκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας, διὰ τοῦ πέραν τοῦ Ἰορδάνου. Καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς. 2Καὶ προσελθόντες Φαρισαῖοι ἐπηρώτησαν αὐτόν, «Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι;» πειράζοντες αὐτόν. 3Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, «Τί ὑμῖν ἐνετείλατο Μωσῆς;» 4Οἱ δὲ εἶπον, «Μωσῆς ἐπέτρεψεν βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι.» 5Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην. 6Ἀπὸ δὲ ἀρχῆς κτίσεως, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός., 7‹Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.› 8Ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. 9Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.»
10Καὶ ἐν τῇ οἰκία πάλιν οἱ μαθηταὶ αὐτοῦ περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν. 11Καὶ λέγει αὐτοῖς, «Ὃς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ᾿ αὐτήν· 12καὶ ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ, μοιχᾶται.»
Jesus blesses little children
13Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. 14Ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς· «Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 15Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.» 16Καὶ ἐναγκαλισάμενος αὐτά, τιθεὶς τὰς χεῖρας ἐπ᾿ αὐτά, εὐλόγει αὐτά.
A rich young man
17Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδόν, προσδραμών τις καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, «Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω;» 18Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. 19Τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.» 20Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ, «Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.» 21Ὁ δὲ Ἰησοῦς, ἐμβλέψας αὐτῷ, ἠγάπησεν αὐτόν, καὶ εἶπεν αὐτῷ· «Ἕν σοι ὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι, ἄρας τὸν σταυρόν.» 22Ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
23Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, «Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται.» 24Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· «Τέκνα, πῶς δύσκολόν ἐστιν τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 25Εὐκοπώτερόν γὰρ ἐστιν κάμηλον διὰ τρυμαλιᾶς τῆς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.» 26Οἱ δὲ περισσῶς ἐξεπλήσσοντο, λέγοντες πρὸς ἑαυτούς, «Καὶ τίς δύναται σωθῆναι;» 27Ἐμβλέψας δὲ αὐτοῖς ὁ Ἰησοῦς λέγει, «Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾿ οὐ παρὰ Θεῷ· πάντα γὰρ δυνατά ἐστιν παρὰ τῷ Θεῷ.»
It pays to serve Jesus
28Ἤρξατο δὲ ὁ Πέτρος λέγειν αὐτῷ, «Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.» 29Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· «Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγρούς, ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, 30ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα, νῦν ἐν τῷ καιρῷ τούτῳ—οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ πατέρα καὶ μητέρα καὶ τέκνα καὶ ἀγρούς (μετὰ διωγμῶν)—καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 31Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.»
Jesus predicts His death a third time
32Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς· καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν, 33ὅτι «Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν· καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν· 34καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτόν, καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ ἀποκτενοῦσιν αὐτόν. Καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.»
Selfish ambition rebuked
35Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης, οἱ υἱοὶ Ζεβεδαίου, λέγοντες, «Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν.» 36Ὁ δὲ εἶπεν αὐτοῖς, «Τί θέλετε ποιῆσαί με ὑμῖν;» 37Οἱ δὲ εἶπον αὐτῷ, «Δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου.» 38Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;» 39Οἱ δὲ εἶπον αὐτῷ, «Δυνάμεθα.» Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· 40τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται.»
41Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς· «Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. 43Οὐχ οὕτως δὲ ἔσται ἐν ὑμῖν, ἀλλ᾿ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, 44καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος. 45Καὶ γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.»
Blind Bartimaeus
46Καὶ ἔρχονται εἰς Ἱεριχώ. Καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχώ, καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, υἱὸς Τιμαίου, Βαρτιμαῖος ὁ τυφλός, ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 47Καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, «Ὁ υἱὸς Δαυίδ, Ἰησοῦ, ἐλέησόν με.» 48Καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ, ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, «Υἱὲ Δαυίδ, ἐλέησόν με.» 49Καὶ στὰς ὁ Ἰησοῦς εἶπεν αὐτὸν φωνηθῆναι. Καὶ φωνοῦσιν τὸν τυφλόν, λέγοντες αὐτῷ, «Θάρσει, ἔγειραι, φωνεῖ σε.» 50Ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ, ἀναστὰς ἦλθεν πρὸς τὸν Ἰησοῦν. 51Καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς, «Τί θέλεις ποιήσω σοί;» Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, «Ῥαβουνί, ἵνα ἀναβλέψω.» 52Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, «Ὕπαγε· ἡ πίστις σου σέσωκέν σε.» Καὶ εὐθέως ἀνέβλεψεν, καὶ ἠκολούθησεν τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.

Notes


*10:1 κακειθεν f35 A,N [95%] HF,RP,TR ¦ και εκειθεν ℵB,C,D,W [5%] CP,OC,NU

10:1 δια του f35 A,N (84.7%) HF,RP,CP,TR,OC ¦ 1 το (1%) ¦ και ℵB,C (0.7%) NU ¦ εις το (0.5%) ¦ — D,W (12.8%) ¦ three other variants (0.2%)

10:2 προσελθοντες f35 A,B (56.4%) HF,RP,CP,NU ¦ 1 οι ℵC,N(W) (43.5%) TR,OC ¦ — D (0.1%)

§10:2 επηρωτησαν f35 A,N,W [97%] HF,RP,TR ¦ επηρωτων ℵB,D [3%] CP,OC,NU ¦ επηρουν C ¦ one other variant

*10:3 μωσης f35 A,C [80%] HF,RP,CP,TR ¦ μωυσης ℵB,D,N,W [20%] OC,NU (twice)

10:4 μωσης επετρεψεν f35 A,N,W [98.5%] HF,RP,CP,TR ¦ ~ 21 ℵB,C,D [1.5%] OC,NU

10:5 και αποκριθεις ο f35 A,D,N,W [98.5%] HF,RP,CP,TR,OC ¦ ο δε ℵB,C [1.5%] NU

§10:6 ο θεος f35 A,N(D,W) [99%] HF,RP,CP,TR,OC ¦ — ℵB,C [1%] NU

*10:6 θεος rell ¦ 1 και ειπεν D,N,W [5%] CP

10:7 και προσκολληθησεται προς την γυναικα αυτου f35 D,W [98%] HF,RP,CP,TR,OC[NU] ¦ 12 τη γυναικι 6 A,N [1.5%] ¦ 12 γυγυναικι 6 C ¦ — ℵB [0.5%]

10:8 σαρξ μια f35 ℵA,C,W [35%] ¦ ~ 21 B,D,N [65%] HF,RP,CP,TR,OC,NU

§10:10 εν τη οικια f35 A,C,N,W [99%] HF,RP,CP,TR ¦ εις την οικιαν ℵB,D [1%] OC,NU

*10:10 αυτου f35 A,D,N(W) [98%] HF,RP,CP,TR ¦ — ℵB,C [2%] OC,NU

10:10 του αυτου f35 (D) [80%] HF,RP,CP,TR ¦ τουτου A,B,C,N [18%] OC,NU ¦ 2 [1%] ¦ τουτων ℵ ¦ — W [1%]

10:10 επηρωτησαν f35 A,D,N(W) [98%] HF,RP,CP,TR ¦ επηρωτων ℵB [2%] OC,NU ¦ επηρωτουν C

§10:11 εαν f35 A,N,W [98%] HF,RP,CP,TR ¦ αν ℵB,C,D [2%] OC,NU

*10:12 γυνη απολυση f35 A,N(W) (96.3%) HF,RP,CP,TR ¦ 1 απολυσασα (1.8%) OC ¦ 1 εξελθη D (0.9%) ¦ αυτη απολυσασα ℵB,C (0.6%) NU ¦ two other variants (0.2%) ¦ long omissions (0.2%)

10:12 αυτης rell ¦ — OC

10:12 και γαμηθη αλλω f35 A,N (95.9%) HF,RP,CP,TR ¦ γαμηση αλλον ℵB(D) (0.4%) NU ¦ 23 (1%) OC ¦ 12 (0.3%) ¦ 1 γαμηση 3 (0.5%) ¦ 1 γαμηση αλλον (D)W (1.5%) ¦ γαμηση 3 C (0.1%) ¦ 1 κοιμηθη 3 (0.3%) ¦ long omissions (0.2%)

§10:13 αψηται αυτων f35 A,D,N,W (93.3%) HF,RP,CP,TR ¦ ~ 21 ℵB,C (6.7%) OC,NU

*10:13 επετιμων τοις προσφερουσιν f35 A,D,N,W [99%] HF,RP,CP,TR,OC ¦ επετιμησαν αυτοις ℵB,C [1%] NU

10:14 με f35 B(N,W) [75%] HF,RP,CP,NU ¦ 1 και ℵA,C,D [25%] TR,OC

10:15 εαν f35 A,N [96%] HF,RP,CP,TR,OC ¦ αν ℵB,C,D,W [4%] NU

§10:16 τιθεις τας χειρας επ αυτα ευλογει αυτα f35 A(D,W) [88.5%] HF,RP ¦ 12345 ηυλογει 7 (N) [10%] CP,TR ¦ ~ κατευλογει 12345 ℵB,C [1.5%] NU ¦ ~ κατηυλογει 12345 OC (each verb has at least five variants)

*10:17 οδον rell ¦ 1 ιδου τις πλουσιος A,W [10%]

10:17 τις f35 [20%] CP ¦ εις ℵB,C,D,N [70%] HF,RP,TR,OC,NU ¦ — A,W [10%]

10:19 μοιχευσης μη φονευσης f35 A,N,W (93.4%) HF,RP,CP,TR,OC ¦ ~ 321 B,C (4%) NU ¦ 1 (1.8%) ¦ 3 ℵ (0.3%) ¦ 12 πορνευσης D (0.4%) ¦ 12 πορνευσης 23 (0.2%)

§10:19 μη αποστερησης f35 ℵA,C,D,N (83.9%) HF,RP,CP,TR,OC,NU ¦ — B,W (16.1%)

*10:19 μητερα f35 A,B,D (87.9%) HF,RP,CP,TR,OC,NU ¦ 1 σου ℵC,N,W (12.1%)

10:20 αποκριθεις ειπεν f35 A,D,N,W [99%] HF,RP,CP,TR,OC ¦ 1 εφη C ¦ εφη ℵB [1%] NU

10:20 μου rell ¦ 1 τι ετι υστερω N(W) [10%]

§10:21 αυτω rell ¦ 1 ει θελεις τελειος ειναι N,W [10%] OC

*10:21 σοι f35 A,D,N [98%] HF,RP,CP,TR ¦ σε ℵB,C,W [2%] OC,NU

10:21 υστερει rell ¦ 1 ει θελεις τελειος ειναι [1%] OC

10:21 δος f35 A,B,N,W [80%] HF,RP,CP,OC ¦ 1 τοις ℵC,D [20%] TR[NU]

§10:21 αρας τον σταυρον f35 A,N (96.1%) HF,RP,CP,TR ¦ 123 σου (W) (2.5%) OC ¦ — ℵB,C,D (1.4%) NU

*10:24 τους πεποιθοτας επι χρημασιν f35 A,C,N (92.1%) HF,RP,CP,OC ¦ 234 (1.5%) ¦ 123 χρηματα (0.9%) ¦ 123 τοις 4 D (4%) TR ¦ τοις πεποιθωσιν 3 τοις 4 (0.7%) ¦ οι τα χρηματα εχοντες (0.4%) ¦ πλουσιον W ¦ — ℵB (5 mss) NU ¦ long omission (0.1%) (Is the omission not obviously inferior?)

10:25 γαρ f35 [20%] CP ¦ δε A ¦ — ℵB,C(D)N,W [80%] HF,RP,TR,OC,NU

10:25 δια f35 ℵA,C,D,N,W [45%] OC ¦ 1 της B [55%] HF,RP,CP,TR[NU]

§10:25 της f35 B [80%] HF,RP,CP,TR[NU] ¦ — ℵA,C,D,N,W [20%] OC

*10:25 εισελθειν f35 ℵA,N,W [90%] HF,RP,CP,TR,OC ¦ διελθειν B,C [10%] NU ¦ διελευσεται D

10:27 δε f35 A,D,N,W [99%] HF,RP,CP,TR ¦ — ℵB,C [1%] OC,NU

10:27 παρα f35 ℵB,C,N [90%] HF,RP,CP,OC,NU ¦ 1 τω A,D,W [10%] TR

§10:27 εστιν f35 A,N [98%] HF,RP,CP,TR,OC ¦ — ℵB,C(D)W [2%] NU

*10:28 δε f35 N [50%] CP ¦ — ℵA,B,C,W [30%] HF,RP,OC,NU ¦ ~ και D [20%] TR ¦ ουν [0.5%]

10:28 ο πετρος λεγειν αυτω f35 A(D)N [97.5%] HF,RP,CP,TR,OC ¦ ~ 3124 ℵB,C [1%] NU ¦ ~ 4312 W [1%] ¦ ~ 3412 [0.5%]

10:28 ηκολουθησαμεν f35 ℵA,N [99.5%] HF,RP,CP,TR,OC ¦ ηκολουθηκαμεν B,C,D,W [0.5%] NU

§10:29 αποκριθεις δε f35 D [50%] HF,CP,TR,OC ¦ 1 A,W [20%] RP ¦ ~ και 1 C,N [29%] ¦ — ℵB [1%] NU

*10:29 ο ιησους ειπεν f35 A,C,N,W [99%] HF,RP,CP,TR,OC ¦ ~ εφη 12 B [0.5%] NU ¦ ~ εφη αυτω 12 ℵ ¦ 12 D ¦ one other variant

10:29 πατερα η μητερα f35 ℵA,N [99%] HF,RP,CP,TR,OC ¦ ~ 321 B,C,W [1%] NU ¦ 3 D

10:29 η γυναικα f35 A,C,N (98.1%) HF,RP,CP,TR,OC ¦ — ℵB,D,W (1.8%) NU ¦ two other variants (0.1%)

§10:29 ενεκεν f35 C,N,W [90%] HF,RP,CP,OC,NU ¦ — ℵA,B [10%] TR ¦ ενεκα D [0.5%]

*10:30 πατερα και μητερα f35 [40%] OC ¦ πατερας 2 μητερας N [2%] ¦ μητερας B [55%] HF,RP,CP,TR,NU ¦ 3 A,C,D,W [3%] ¦ long omission ℵ

10:31 και f35 ℵA,D,W [70%] HF,RP,CP,OC ¦ 1 οι B,C,N [30%] TR[NU]

10:32 αυτους rell ¦ αυτων CP ¦ αυτοις [2%]

§10:32 και f35 A,N [96%] HF,RP,CP,TR,OC ¦ οι δε ℵB,C [2%] NU ¦ — D,W [2%]

*10:33 και τοις γραμματευσιν f35 A,B [40%] TR,NU ¦ 13 C,D,N,W [60%] HF,RP,CP,OC ¦ — ℵ [0.5%]

10:34 μαστιγωσουσιν αυτον και εμπτυσουσιν αυτω f35 A,W [96%] HF,RP,CP,TR,OC ¦ ~ 45312 (ℵ)B,C [2%] NU ¦ 12 [1%] ¦ 1345 N ¦ ενπτυξουσιν 5 D [0.5%]

10:34 αυτον f35 A,C,N,W [98%] HF,RP,CP,TR,OC ¦ — ℵB(D) [2%] NU

§10:34 τη τριτη ημερα f35 A,N,W (99%) HF,RP,CP,TR,OC ¦ μετα τρεις ημερας ℵB,C,D (0.7%) NU ¦ long omission (0.3%)

*10:35 οι f35 ℵD,W (67.3%) HF,RP,CP,TR,NU ¦ — A,N (32.4%) OC ¦ 1 δυο B,C (0.3%)

10:35 λεγοντες f35 A,N,W [98.5%] HF,RP,CP,TR,OC ¦ 1 αυτω ℵB,C(D) [1.5%] NU

10:35 αιτησωμεν f35 [93%] HF,RP,CP,TR,OC ¦ 1 σε (A)B,C [1%] NU ¦ σε 1 N [5%] ¦ σε ερωτησωμεν D [0.5%] ¦ σε αιτησωμεθα W ¦ long omission ℵ

§10:36 ποιησαι με f35 A,N (90.7%) HF,RP,CP,TR,OC ¦ ~ 21 (0.9%) ¦ 1 W (2.5%) ¦ ποιησω C(D) (2.7%) ¦ ποιησω 2 (0.1%) ¦ ~ 2 ποιησω B (0.3%) [NU] ¦ ινα ποιησω (2.1%) ¦ long omissions ℵ (0.6%)

*10:37 ειπον rell ¦ ειπαν B,C,D [0.5%] NU ¦ long omission ℵ

10:37 εκ δεξιων σου f35 A,D,N,W [99%] HF,RP,CP,TR,OC ¦ ~ 312 ℵB,C [1%] NU

10:37 εξ ευωνυμων σου f35 A,C,N [98%] HF,RP,CP,TR,OC ¦ 12 D,W [1%] ¦ ~ 312 ℵ ¦ 1 αριστερων B [0.5%] NU

§10:38 και f35 A [95%] HF,RP,CP,TR,OC ¦ η ℵB,C,D,N,W [5%] NU

*10:39 ειπον rell ¦ ειπαν ℵB,D,W [1%] NU ¦ λεγουσιν [0.5%]

10:39 μεν f35 A,D,N,W [99.5%] HF,RP,CP,TR,OC ¦ — ℵB,C [0.5%] NU

10:40 και f35 A,C,N [98.5%] HF,RP,CP,TR,OC ¦ η ℵB,D,W [1.5%] NU

§10:40 μου f35 [35%] TR ¦ — ℵA,B,C,D,N,W [65%] HF,RP,CP,OC,NU

*10:42 ο δε ιησους προσκαλεσαμενος αυτους f35 A,N [98%] HF,RP,CP,TR,OC ¦ ~ και 4513 (ℵ)B,C,D [1.5%] NU ¦ 1234 [0.5%] ¦ 124 W

10:43 εσται f35 A,N (97.5%) HF,RP,CP,TR,OC ¦ εστιν ℵB,C(D,W) (1.6%) [NU] ¦ εστε (0.8%) ¦ two other variants

10:43 εαν f35 A,C [97%] HF,RP,CP,TR,OC ¦ αν ℵB,D(W) [3%] NU (N vacant)

§10:43 γενεσθαι μεγας f35 A [95%] HF,RP,CP,TR,OC ¦ ~ 21 ℵB,C(W) [5%] NU ¦ ~ 2 ειναι D

*10:43 υμων διακονος f35 ℵA,B,C,D,W [98%] HF,RP,CP,OC,NU ¦ ~ 21 [2%] TR

10:44 εαν f35 A,C [85%] HF,RP,CP,OC ¦ αν ℵB,D,W [15%] TR,NU

10:44 υμων γενεσθαι f35 A [95%] HF,RP,CP,TR,OC ¦ εν υμιν ειναι ℵB,C [2%] NU ¦ ~ 21 [2%] ¦ 1 ειναι D,W [1%]

§10:46 ἱεριχω f35 OC ¦ ἰεριχω HF,RP,CP,TR,NU (twice)

*10:46 ικανου f35 A [90%] HF,RP,CP,TR ¦ 1 ο ℵB,C,D,W [10%] OC,NU

10:46 ο f35 A,C [98%] HF,RP,CP,TR ¦ — ℵB,D,W [2%] OC,NU

10:46 εκαθητο παρα την οδον προσαιτων f35 A,W (99%) HF,RP,CP,TR,OC ¦ 1234 C (0.2%) ¦ ~ (+και ℵ) προσαιτης 1234 (ℵ)B (0.5%) NU ¦ 1234 επαιτων D (0.2%) ¦ two other variants

§10:47 ο ναζωραιος εστιν f35 ℵA,C (98.5%) HF,RP,CP,TR,OC ¦ 1 ναζωρηνος 3 (0.4%) ¦ 1 ναζαρηνος 3 (D)W (1.1%) NU ¦ ~ 31 ναζαρηνος B ¦ one other variant

*10:47 ο υιος f35 A,W [97%] HF,RP,CP,TR ¦ 2 D [1.5%] ¦ υιε ℵB,C [1.5%] OC,NU

10:49 αυτον φωνηθηναι f35 A,D,W [96.5%] HF,RP,CP,TR ¦ αυτω 2 [1%] ¦ ~ 21 [1%] ¦ ~ φωνησατε 1 ℵB,C [1.5%] OC,NU

10:49 εγειραι f35 [70%] HF,RP,CP,TR ¦ εγειρε ℵA,B,C,D,W [28%] OC,NU ¦ εγειρου [2%]

§10:50 αναστας f35 A,C,W [98.5%] HF,RP,CP,TR,OC ¦ αναπηδησας ℵB,D [1.5%] NU

*10:51 λεγει αυτω ο ιησους f35 A,W [95%] HF,RP,CP,TR,OC ¦ ~ 234 ειπεν ℵB,C,D [1.5%] NU ¦ ~ 3412 [3%] ¦ two other variants [0.5%]

10:51 θελεις ποιησω σοι f35 A,D,W [96%] HF,RP,CP,TR ¦ ~ 312 ℵB,C [4%] OC,NU

10:51 ραβουνι f35 [35%] CP ¦ ραββουνι ℵA,W [59%] HF,RP,OC,NU ¦ ραββονι [5%] TR ¦ ραββουνει B,C [0.5%] ¦ κυριε ραββει D ¦ two other variants [0.5%]

§10:52 ο δε f35 ℵA,C,D(W) [99%] HF,RP,CP,TR ¦ ~ και 1 B [1%] OC,NU

*10:52 ευθεως f35 A,C,D,W [99%] HF,RP,CP,TR,OC ¦ ευθυς ℵB [1%] NU

10:52 ηκολουθησεν f35 [30%] CP ¦ ηκολουθει ℵA,B,C,D,W [69%] HF,RP,TR,OC,NU ¦ ηκολουθη [1%]

10:52 τω ιησου f35 [95%] HF,RP,CP,TR,OC ¦ αυτω ℵA,B,C,D,W [5%] NU