Parable of wicked tenants
1Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν· «Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος—καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον—καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν. 2Καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος. 3Οἱ δὲ λαβόντες αὐτόν, ἔδηραν καὶ ἀπέστειλαν κενόν. 4Καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον, κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν, καὶ ἀπέστειλαν ἠτιμωμένον. 5Καὶ πάλιν ἄλλον ἀπέστειλεν, κἀκεῖνον ἀπέκτειναν· καὶ πολλοὺς ἄλλους, τοὺς μὲν δαίροντες, τοὺς δὲ ἀποκτένοντες. 6Ἔτι οὖν ἕνα υἱὸν ἔχων, ἀγαπητὸν αὐτοῦ, ἀπέστειλεν καὶ αὐτὸν πρὸς αὐτοὺς ἔσχατον, λέγων ὅτι ‹Ἐντραπήσονται τὸν υἱόν μου.› 7Ἐκεῖνοι δὲ οἱ γεωργοὶ εἶπον πρὸς ἑαυτοὺς ὅτι ‹Οὗτός ἐστιν ὁ κληρονόμος. Δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.› 8Καὶ λαβόντες αὐτὸν ἀπέκτειναν, καὶ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος.
9»Τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10Οὐδὲ τὴν Γραφὴν ταύτην ἀνέγνωτε· ‹Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 11παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν›;» 12Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. Καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
Render to Caesar
13Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. 14Οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· «Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ—καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις—ἔξεστιν κῆνσον Καίσαρι δοῦναι, ἢ οὔ; 15Δῶμεν, ἢ μὴ δῶμεν;» Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν, εἶπεν αὐτοῖς· «Τί με πειράζετε; Φέρετέ μοι δηνάριον ἵνα ἴδω.» 16Οἱ δὲ ἤνεγκαν, καὶ λέγει αὐτοῖς, «Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;» Οἱ δὲ εἶπον αὐτῷ, «Καίσαρος.» 17Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, «Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» Καὶ ἐθαύμασαν ἐπ᾿ αὐτῷ.
A hypothetical situation
18Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν—οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι—καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες· 19«Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20Ἑπτὰ ἀδελφοὶ ἦσαν. Καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα. 21Καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν· καὶ οὐδὲ αὐτὸς ἀφῆκεν σπέρμα. Καὶ ὁ τρίτος ὡσαύτως. 22Καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ οὐκ ἀφῆκαν σπέρμα. Ἐσχάτη πάντων ἀπέθανεν καὶ ἡ γυνή. 23Ἐν τῇ ἀναστάσει, ὅταν ἀναστῶσιν, τίνος αὐτῶν ἔσται γυνή;—οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.»
24Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ; 25Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ᾿ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς. 26Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέος, ἐπὶ τοῦ βάτου, ὡς εἶπεν αὐτῷ ὁ Θεός, λέγων, ‹Ἐγὼ ὁ Θεὸς Ἁβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ›; 27Οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν, ἀλλὰ Θεὸς ζώντων. Ὑμεῖς οὖν πολὺ πλανᾶσθε.»
The greatest commandment
28Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, εἰδὼς ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν, «Ποία ἐστὶν πρώτη πασῶν ἐντολή;» 29Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι «Πρώτη πασῶν τῶν ἐντολῶν· ‹Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ὑμῶν, Κύριος εἷς ἐστιν· 30καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.› Αὕτη πρώτη ἐντολή. 31Καὶ δευτέρα ὁμοία αὕτη· ‹Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.› Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.»
32Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· «Καλῶς, διδάσκαλε· ἐπ᾿ ἀληθείας εἶπας ὅτι εἷς ἐστιν, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ. 33Καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτόν, πλεῖόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.» 34Καὶ ὁ Ἰησοῦς, ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, «Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ.» Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
Is the Christ David’s son?
35Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν, διδάσκων ἐν τῷ ἱερῷ· «Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱός ἐστιν Δαυίδ; 36Αὐτὸς γὰρ Δαυὶδ εἶπεν ἐν Πνεύματι Ἁγίῳ· ‹Λέγει Κύριος τῷ Κυρίῳ μου, «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» › 37Αὐτὸς οὖν Δαυὶδ λέγει αὐτὸν ‹Κύριον›· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστιν;» Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
Down with hypocrisy!
38Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· «Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, 39καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις· 40οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι. Οὗτοι λήψονται περισσότερον κρῖμα.»
A widow’s offering
41Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον. Καὶ πολλοὶ πλούσιοι ἔβαλον πολλά. 42Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης. 43Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς· «Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων βέβληκεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον· 44πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δέ, ἐκ τῆς ὑστερήσεως αὐτῆς, πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.»

Notes


*12:1 λεγειν f35 A,C,D(N) [96%] HF,RP,CP,TR,OC ¦ λαλειν ℵB,W [4%] NU ¦ one other variant

12:1 εφυτευσεν ανθρωπος f35 A,D [96%] HF,RP,CP,TR,OC ¦ ~ 21 ℵB,C(N)(W) [4%] NU

12:1 εξεδοτο f35 D,N,W [99%] HF,RP,CP,TR,OC ¦ εξεδετο ℵA,B,C [1%] NU

§12:2 του καρπου f35 A,D,W [97.5%] HF,RP,CP,TR,OC ¦ των καρπων ℵB,C,N [2%] NU ¦ two other variants [0.5%]

*12:3 οι δε f35 A,C,N,W [98%] HF,RP,CP,TR ¦ και ℵB,D [2%] OC,NU

12:3 εδηραν f35 [30%] ¦ εδειραν ℵA,B,C,D(W) [70%] HF,RP,CP,TR,OC,NU ¦ εδιραν N

12:4 λιθοβολησαντες f35 A,C,N [96%] HF,RP,CP,TR,OC ¦ λιθοβολισαντες [1%] ¦ — ℵB,D,W [3%] NU

§12:4 εκεφαλαιωσαν f35 A,C,D,N [98.5%] HF,RP,CP,TR,OC ¦ εκεφαλιωσαν ℵB [0.5%] NU ¦ κεφαλαιωσαντες (W) [1%]

*12:4 απεστειλαν ητιμωμενον f35 A,C,N [98%] HF,RP,CP,TR,OC ¦ ητιμασαν ℵB,D [1%] NU ¦ 1 ητιμασμενον W [1%]

12:5 παλιν f35 A,N,W [98.5%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,D [1.5%] NU

12:5 τους f35 A,C,N,W [97%] HF,RP,CP,TR ¦ ους ℵB,D [3%] OC,NU

§12:5 δαιροντες f35 [30%] CP ¦ δεροντες ℵA,B,C,D,N,W [70%] HF,RP,TR,OC,NU

*12:5 τους f35 A,C,N,W [97%] HF,RP,CP,TR ¦ ους ℵB [3%] OC,NU ¦ αλλους D

12:5 αποκτενοντες f35 N [80%] HF,RP,CP ¦ αποκτεννοντες ℵA,C,D [15%] OC,NU ¦ αποκτεινοντες [4%] TR ¦ αποκτεννυντες B ¦ αποκτινοντες W ¦ four other spellings

12:6 ετι ουν f35 A,C,D,N [97%] HF,RP,CP,TR,OC ¦ 1 ℵB [1.5%] NU ¦ υστερον δε W [1.5%]

§12:6 υιον εχων f35 N [97%] HF,RP,CP,TR,OC ¦ ~ 21 A,C,D [1%] ¦ ~ ειχεν 1 ℵB [1%] NU ¦ 12 τον [1%] ¦ αυτον 2 τον W

*12:6 αυτου f35 𝕻45vA,N,W [98.5%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,D [1.5%] NU

12:6 και f35 A,C,N [98%] HF,RP,CP,TR,OC ¦ — ℵB(D)W [2%] NU

12:6 προς αυτους εσχατον f35 A,N,W (89.3%) HF,RP,CP,TR ¦ 12 (1.6%) ¦ ~ 312 ℵB,C (8.5%) OC,NU ¦ 1 αυτον 3 (0.4%) ¦ 3 D (0.2%) ¦ one other variant

§12:7 γεωργοι rell ¦ 1 θεασαμενοι αυτον ερχομενον [2%] OC

*12:7 ειπον προς εαυτους f35 A,N [96%] HF,RP(CP)TR ¦ ~ 231 [1%] OC ¦ ~ 23 ειπαν ℵB,C,W [1%] NU ¦ 1 [1%] ¦ ειπαν 23 D

12:8 αυτον απεκτειναν f35 A,D,N,W [98%] HF,RP,CP,TR ¦ ~ 21 ℵB,C [1%] OC,NU ¦ a different transposition [1%]

12:8 εξεβαλον f35 ℵW [95%] HF,RP,CP,TR ¦ 1 αυτον A,B,C,D,N [5%] OC,NU

§12:9 ουν f35 ℵA,C,D,N,W [99.5%] HF,RP,CP,TR,OC[NU] ¦ — B [0.5%]

*12:9 γεωργους rell ¦ 1 τουτους [1%] OC

12:13 των rell ¦ — CP

12:14 οι δε f35 A,N,W (98.8%) HF,RP,CP,TR,OC ¦ και ℵB,C(D) (1.1%) NU ¦ — (0.1%)

§12:14 διδασκεις rell ¦ 1 ειπον ουν ημιν (C,D)N,W [3%] OC

*12:14 κηνσον καισαρι δουναι f35 A,N (91.3%) HF,RP,CP,TR ¦ ~ 312 ℵB,C (4.8%) OC,NU ¦ ~ 132 (1.6%) ¦ ~ 213 (1.3%) ¦ ~ 231 (0.2%) ¦ ~ 3 επικεφαλαιον 2 D (0.3%) ¦ omit one of the three W (0.4%)

12:16 ειπον 𝕻45 rell ¦ ειπαν ℵB,C(D)W [1%] NU ¦ λεγουσιν A [0.5%]

12:16 αυτω rell ¦ — 𝕻45vW [2%] OC

§12:17 και αποκριθεις ο f35 A,N [98.5%] HF,RP,CP,TR,OC ¦ 3 δε ℵB,C [1%] NU ¦ 2 δε 3 D [0.5%] ¦ 12 W

*12:17 αποδοτε τα καισαρος f35 A(D)N [98.5%] HF,RP,CP,TR,OC ¦ ~ 231 ℵB,C,W [1.5%] NU

12:17 εθαυμασαν f35 A,C,N,W [99%] HF,RP,CP,TR,OC ¦ εξεθαυμαζον ℵB [0.5%] NU ¦ εθαυμαζον [0.5%] ¦ εθαυμαζοντο D

12:18 επηρωτησαν f35 A,N,W [98%] HF,RP,CP,TR ¦ επηρωτων ℵB,D [2%] OC,NU ¦ επηρωτουν C

§12:19 μωσης f35 A,C [90%] HF,RP,CP,TR ¦ μωυσης ℵB,D,N,W [10%] OC,NU

*12:19 τεκνα μη αφη f35 A,D [98%] HF,RP,CP,TR,OC ¦ ~ 231 ℵC [0.5%] ¦ τεκνον 23 W [1%] ¦ ~ 23 τεκνον B [0.5%] NU (N vacant)

12:19 αυτου f35 A,D [97%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,W [3%] NU

12:20 επτα rell ¦ 1 ουν (D) [5%] OC, some TRs

§12:21 και ουδε αυτος αφηκεν f35 A,W (94.1%) HF,RP,CP,TR ¦ 123 ουκ 4 D,OC ¦ 12 ουτος 4 (2.6%) ¦ μη καταλιπων ℵB,C (0.8%) NU ¦ 1 ουκ 4 (0.6%) ¦ long omissions (1.9%) (OC has small print)

*12:22 και (−κ. D) ελαβον αυτην (+ωσαυτως και A 1%) οι επτα και f35 (A)(D) [98%] HF,RP,CP,TR,OC ¦ 145 ℵB,C [1%] NU ¦ 456 W ¦ 1456 [1%]

12:22 εσχατη f35 A [90%] HF,RP,CP,TR,OC ¦ εσχατον ℵB,C,W [10%] NU ¦ — D

12:22 απεθανεν και η γυνη f35 A [95%] HF,RP,CP,TR,OC ¦ ~ 2341 ℵB,C,D(W) [5%] NU

§12:23 τη f35 ℵB,C (62.4%) HF,RP,CP,NU ¦ 1 ουν A (33.6%) TR,OC ¦ ~ ουν D,W (2.9%) ¦ γουν (0.3%) ¦ long omission (0.7%)

*12:23 οταν αναστωσιν f35 A (97.2%) HF,RP,CP,TR,OC[NU] ¦ — ℵB,C,D,W (2.1%) ¦ long omission (0.7%)

12:24 και αποκριθεις ο ιησους ειπεν αυτοις f35 A [96%] HF,RP,CP,TR,OC ¦ ~ 2 δε 3456 D,W [3%] ¦ ~ εφη 634 ℵB,C [1%] NU

12:25 γαμισκονται f35 W [94%] HF,RP,TR ¦ εκγαμισκονται A [2%] CP ¦ γαμιζονται ℵB,C [3%] OC,NU ¦ γαμιζουσιν D ¦ two other variants

§12:25 αγγελοι f35 ℵC,D [60%] NU ¦ 1 οι ℵcA [35%] HF,RP,CP,TR,OC ¦ οι 1 W (0.2%) ¦ οι 1 οι B (1%) ¦ 1 θεου (3.1%) ¦ 1 θεου οι (0.6%) ¦ two other variants (0.2%) (OC is in small print)

*12:26 μωυσεος f35 [20%] ¦ μωυσεως ℵB,D,W [30%] OC,NU ¦ μωσεως A,C [50%] HF,RP,CP,TR

12:26 του f35 ℵA,B,C [70%] HF,RP,CP,OC,NU ¦ της D,W [30%] TR

12:26 ως f35 A,D,W [97%] HF,RP,CP,TR ¦ πως ℵB,C [2%] OC,NU ¦ — [1%]

§12:26 ο f35 ℵA,C [99.5%] HF,RP,CP,TR,OC[NU] ¦ — B,D,W [0.5%]

*12:26 ο f35 𝕻45ℵA,C [99.5%] HF,RP,CP,TR,OC[NU] ¦ — B,D,W [0.5%]

12:27 ο f35 ℵA,C [97%] HF,RP,CP,TR,OC ¦ — B,D,W [3%] NU

12:27 νεκρων αλλα θεος f35 [75%] HF,RP,TR ¦ 12 ℵA,B,C,D,W [25%] OC,NU ¦ ~ 312 CP

§12:27 υμεις ουν f35 A,D (98%) HF,RP,CP,TR,OC ¦ 1 δε (1%) ¦ 1 (0.2%) ¦ — ℵB,C,W (0.8%) NU

*12:27 πολυ f35 ℵA,B,C,D,W (89.6%) HF,RP,CP,TR,OC,NU ¦ πολλοι (6.7%) ¦ πολλα (0.8%) ¦ — (2.9%)

12:28 ειδως f35 A,B [96%] HF,RP,CP,TR ¦ ιδων ℵC,W [4%] OC,NU ¦ και ειδων D

12:28 αυτοις απεκριθη f35 A,D [95%] HF,RP,TR,OC ¦ ~ 21 ℵB,C,W [4%] NU ¦ 2 [1%] CP

§12:28 πρωτη πασων εντολη f35 [25%] CP,TR ¦ 1 παντων 3 A [70%] HF,RP,OC ¦ ~ 31 παντων ℵB,C [2%] NU ¦ 13 W [2%] ¦ ~ 31 D [0.5%]

*12:29 ο δε ιησους απεκριθη αυτω f35 A,C [97%] HF,RP,CP,TR,OC ¦ 123 ειπεν 5 [1%] ¦ 12 ειπεν 5 W [1%] ¦ ~ 413 ℵB [1%] NU ¦ αποκριθεις 213 ειπεν 5 D

12:29 πασων των εντολων f35 [25%] CP,TR ¦ παντων 23 [50%] HF,RP ¦ παντων 3 [2%] ¦ παντων εντολη A [20%] OC ¦ παντων (D,W) [1.5%] ¦ εστιν ℵB [1%] NU ¦ παντων εντολη εστιν αυτη C

12:29 υμων f35 [25%] ¦ ημων ℵA,B,C,D,W [74%] HF,RP,CP,TR,OC,NU ¦ σου [1%]

§12:30 αυτη πρωτη εντολη f35 A,D (85.3%) HF,RP,CP,TR,OC ¦ 1 εστιν 23 (0.4%) ¦ 12 παντων 3 (12.3%) ¦ 12 πασων 3 (0.4%) ¦ 12 W (0.2%) ¦ — ℵB (1.1%) NU ¦ long omissions (0.3%)

*12:31 και rell ¦ δε D [1%] ¦ — ℵB [1%] NU

12:31 ομοια f35 A,D(W) [99.5%] HF,RP,CP,TR,OC ¦ — (ℵ)B [0.5%] NU

12:31 αὑτη f35 RP,CP,TR,OC,NU ¦ αὐτη HF

§12:31 σεαυτον rell ¦ εαυτον [25%] OC

*12:32 εστιν f35 ℵA,B [95%] HF,RP,CP,OC,NU ¦ 1 θεος (W) [2%] TR ¦ 1 ο θεος D [3%]

12:33 και εξ ολης της ψυχης f35 A(D) [98%] HF,RP,CP,TR,OC ¦ — ℵB,W [2%] NU

12:33 πλειον f35 A,D,W [99%] HF,RP,CP,TR,OC ¦ περισσοτερον ℵB [1%] NU

§12:33 και f35 A,B,D,W [90%] HF,RP,CP,OC,NU ¦ 1 των ℵ [10%] TR

*12:34 αυτον f35 A,B [97%] HF,RP,CP,TR[NU] ¦ — ℵD,W [3%] OC

12:35 εστιν δαυιδ f35 A,W [95%] HF,RP,CP,TR ¦ ~ 21 ℵB,D [5%] OC,NU

12:36 γαρ f35 A [99%] HF,RP,CP,TR,OC ¦ — ℵB,W [1%] NU ¦ ~ και (D)

§12:36 εν f35 A,W [90%] HF,RP,CP,OC ¦ 1 τω ℵD [10%] TR,NU ¦ τω B

*12:36 πνευματι f35 A,W [90%] HF,RP,CP,OC ¦ 1 τω ℵB,D [10%] TR,NU

12:36 λεγει f35 A,D [80%] HF,RP,CP,OC ¦ ειπεν ℵB,W [20%] TR,NU

12:36 ο f35 ℵA,W [99.5%] HF,RP,CP,TR,OC ¦ — B,D [0.5%] NU

§12:36 υποποδιον f35 ℵA [99.5%] HF,RP,CP,TR,OC ¦ υποκατω B,D,W [0.5%] NU

*12:37 ουν f35 A [98%] HF,RP,CP,TR,OC ¦ — ℵB,D,W [2%] NU

12:37 υιος αυτου εστιν f35 ℵA,W [99%] HF,RP,CP,TR,OC ¦ ~ 231 B [0.5%] NU ¦ ~ 312 D ¦ two other variants

12:37 ο f35 A,B [99%] HF,RP,TR,OC[NU] ¦ — ℵD,W [1%] CP

§12:38 ελεγεν αυτοις εν τη διδαχη αυτου f35 A [97%] HF,RP,CP,TR,OC ¦ 13456 W [1%] ¦ ~ 345612 [0.5%] ¦ ~ 34561 ℵB [1%] NU ¦ διδασκων 12 (D) [0.5%]

*12:39 πρωτοκλισιας rell ¦ πρωτοκλησιας A [10%] CP

12:40 ληψονται rell ¦ λημψονται ℵA,D,W [1%] NU

12:41 ο ιησους f35 A(D)W [99%] HF,RP,CP,TR,OC ¦ — ℵB [1%] NU

§12:41 κατεναντι rell ¦ απεναντι B (10.9%) ¦ κατενωπιον (0.3%)

*12:41 εβαλον f35 [35%] CP ¦ εβαλλον A,B(D)W [65%] HF,RP,TR,OC,NU ¦ εξεβαλλον ℵ

12:43 λεγει f35 W [85%] HF,RP,TR ¦ ειπεν ℵA,B,D [15%] CP,OC,NU

12:43 αυτη η πτωχη rell ¦ ~ 231 D [1%] OC

§12:43 βεβληκεν f35 (89.7%) HF,RP,CP,TR ¦ εβαλεν A,B,D (10.3%) OC,NU ¦ εβαλλεν ℵ

*12:43 βαλλοντων f35 ℵA,B,D [60%] HF,RP,CP,OC,NU ¦ βαλοντων [39%] TR ¦ — W [1%]