3
 1 Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς * και ¦ — CTκαὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι,  2 μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους † πραοτητα ¦ πραυτητα CTπρᾳότητα πρὸς πάντας ἀνθρώπους.  3 Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, ‡ μισουντες ¦ μεισουντες THμισοῦντες ἀλλήλους.  4 Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ,  5 οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ § ων ¦ α CTὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ * τον αυτου ελεον ¦ το αυτου ελεος CTτὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ † παλιγγενεσιας ¦ παλινγενεσιας TH WHπαλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου,  6 οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως, διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν,  7 ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι ‡ γενωμεθα ¦ γενηθωμεν CTγενώμεθα κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου.  8 Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες § θεω ¦ τω θεω ANT PCK TRΘεῷ. Ταῦτά ἐστι * τα ¦ — CTτὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις·  9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ † ερεις ¦ ερις PCK ¦ εριν WHἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι.  10 Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ,  11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος. 
 12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι.  13 Ζηνᾶν τὸν νομικὸν καὶ ‡ απολλω ¦ απολλων CTἈπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.  14 Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. 
 15 Ἀσπάζονταί σε οἱ μετ᾽ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. 
Ἡ χάρις μετὰ πάντων ὑμῶν. § αμην ¦ — CTἈμήν.* The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Τίτον τῆς Κρητῶν ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπὸ Νικοπόλεως τῆς Μακεδονίας. 
*3:1 και ¦ — CT
†3:2 πραοτητα ¦ πραυτητα CT
‡3:3 μισουντες ¦ μεισουντες TH
§3:5 ων ¦ α CT
*3:5 τον αυτου ελεον ¦ το αυτου ελεος CT
†3:5 παλιγγενεσιας ¦ παλινγενεσιας TH WH
‡3:7 γενωμεθα ¦ γενηθωμεν CT
§3:8 θεω ¦ τω θεω ANT PCK TR
*3:8 τα ¦ — CT
†3:9 ερεις ¦ ερις PCK ¦ εριν WH
‡3:13 απολλω ¦ απολλων CT
§3:15 αμην ¦ — CT
*3:15 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Τίτον τῆς Κρητῶν ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπὸ Νικοπόλεως τῆς Μακεδονίας.