11
1μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.
2Ἐπαινῶ δὲ ⸀ὑμᾶςὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε. 3θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ ⸀τοῦΧριστοῦ ὁ θεός. 4πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· 5πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν ⸀αὐτῆς ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. 6εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω. 7ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων· ⸀ἡγυνὴ δὲ δόξα ἀνδρός ἐστιν. 8οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· 9καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. 10διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. 11πλὴν οὔτε ⸂γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ· 12ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ. 13ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαι; 14⸀οὐδὲ⸂ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν, 15γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου ⸀δέδοται 16εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ.
17Τοῦτο δὲ ⸂παραγγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσθε. 18πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω. 19δεῖ γὰρ καὶαἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα ⸀καὶ οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. 20συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν, 21ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. 22μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί ⸂εἴπω ὑμῖν; ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ.
23Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ ⸀παρεδίδετοἔλαβεν ἄρτον 24καὶ εὐχαριστήσας ἔκλασεν καὶ ⸀εἶπεν Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ⸀ὑμῶν τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 25ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ⸀ἐὰνπίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. 26ὁσάκις γὰρ ⸀ἐὰνἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ⸀ποτήριονπίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε, ἄχρι ⸀οὗἔλθῃ.
27Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ⸀ἄρτονἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ⸀ἀναξίως ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου. 28δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· 29ὁ γὰρ ἐσθίων καὶ ⸀πίνωνκρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ ⸀σῶμα 30διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. 31εἰ ⸀δὲἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· 32κρινόμενοι δὲ ⸀ὑπὸκυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
33Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε. 34⸀εἴτις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι.
Notes
*11:2
ὑμᾶς WH Treg NA28 ] + ἀδελφοί RP
†11:3
τοῦ WH Treg NA28 ] – RP
‡11:5
αὐτῆς WH Treg NA28 ] ἑαυτῆς RP
§11:7
ἡ WH Treg NA28 ] – RP
*11:11
γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς WH Treg NA28 ] ἀνὴρ χωρὶς γυναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρὸς RP
†11:14
οὐδὲ WH Treg NA28 ] ἢ οὐδὲ RP
‡11:14
ἡ φύσις αὐτὴ WH Treg NA28 ] αὐτὴ ἡ φύσις RP
§11:15
δέδοται RP ] + αὐτῇ WH Treg NA28
*11:17
παραγγέλλων οὐκ ἐπαινῶ WH NA28 RP ] παραγγέλλω οὐκ ἐπαινῶν Treg
†11:19
καὶ WH Treg NA28 ] – RP
‡11:22
εἴπω ὑμῖν WH Treg NA28 ] ὑμῖν εἴπω RP
§11:23
παρεδίδετο WH Treg NA28 ] παρεδίδοτο RP
*11:24
εἶπεν WH Treg NA28 ] + Λάβετε φάγετε RP
†11:24
ὑμῶν WH Treg NA28 ] + κλώμενον RP
‡11:25
ἐὰν WH Treg NA28 ] ἂν RP
§11:26
ἐὰν WH Treg NA28 ] ἂν RP
*11:26
ποτήριον WH Treg NA28 ] + τοῦτο RP
†11:26
οὗ WH Treg NA28 ] + ἂν RP
‡11:27
ἄρτον WH Treg NA28 ] + τοῦτον RP
§11:27
ἀναξίως WH Treg NA28 ] + τοῦ κυρίου RP
*11:29
πίνων WH Treg NA28 ] + ἀναξίως RP
†11:29
σῶμα WH Treg NA28 ] + τοῦ κυρίου NIV RP
‡11:31
δὲ WH Treg NA28 ] γὰρ RP
§11:32
ὑπὸ RP ] + τοῦ WH Treg NA28
*11:34
εἴ WH Treg NA28 ] + δέ RP
ὑμᾶς WH Treg NA28 ] + ἀδελφοί RP
τοῦ WH Treg NA28 ] – RP
αὐτῆς WH Treg NA28 ] ἑαυτῆς RP
ἡ WH Treg NA28 ] – RP
γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς WH Treg NA28 ] ἀνὴρ χωρὶς γυναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρὸς RP
οὐδὲ WH Treg NA28 ] ἢ οὐδὲ RP
ἡ φύσις αὐτὴ WH Treg NA28 ] αὐτὴ ἡ φύσις RP
δέδοται RP ] + αὐτῇ WH Treg NA28
παραγγέλλων οὐκ ἐπαινῶ WH NA28 RP ] παραγγέλλω οὐκ ἐπαινῶν Treg
καὶ WH Treg NA28 ] – RP
εἴπω ὑμῖν WH Treg NA28 ] ὑμῖν εἴπω RP
παρεδίδετο WH Treg NA28 ] παρεδίδοτο RP
εἶπεν WH Treg NA28 ] + Λάβετε φάγετε RP
ὑμῶν WH Treg NA28 ] + κλώμενον RP
ἐὰν WH Treg NA28 ] ἂν RP
ἐὰν WH Treg NA28 ] ἂν RP
ποτήριον WH Treg NA28 ] + τοῦτο RP
οὗ WH Treg NA28 ] + ἂν RP
ἄρτον WH Treg NA28 ] + τοῦτον RP
ἀναξίως WH Treg NA28 ] + τοῦ κυρίου RP
πίνων WH Treg NA28 ] + ἀναξίως RP
σῶμα WH Treg NA28 ] + τοῦ κυρίου NIV RP
δὲ WH Treg NA28 ] γὰρ RP
ὑπὸ RP ] + τοῦ WH Treg NA28
εἴ WH Treg NA28 ] + δέ RP