12
1Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. 2οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι. 3διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει· Ἀνάθεμα ⸀Ἰησοῦς καὶ οὐδεὶς δύναται εἰπεῖν· ⸂Κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύματι ἁγίῳ.
4Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· 5καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος· 6καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ⸂ὁ δὲ ⸀αὐτὸςθεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. 7ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. 8ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, 9⸀ἑτέρῳπίστις ἐν τῷ αὐτῷ πνεύματι, ⸀ἄλλῳχαρίσματα ἰαμάτων ἐν τῷ ⸀ἑνὶπνεύματι, 10⸀ἄλλῳἐνεργήματα δυνάμεων, ⸁ἄλλῳπροφητεία, ⸀1ἄλλῳδιακρίσεις πνευμάτων, ⸀ἑτέρῳγένη γλωσσῶν, ⸀2ἄλλῳἑρμηνεία γλωσσῶν· 11πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
12Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη ⸂πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ ⸀σώματοςπολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός· 13καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντεςεἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ ⸀πάντες ἓν πνεῦμα ἐποτίσθημεν.
14Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά. 15ἐὰν εἴπῃ ὁ πούς· Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 16καὶ ἐὰν εἴπῃ τὸ οὖς· Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος· 17εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις; 18⸀νυνὶδὲ ὁ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν, ἐν τῷ σώματι καθὼς ἠθέλησεν. 19εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; 20νῦν δὲ πολλὰ ⸀μὲνμέλη, ἓν δὲ σῶμα. 21οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· Χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν· Χρείαν ὑμῶν οὐκ ἔχω· 22ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν, 23καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει, 24τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ⸀ἔχει ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ⸀ὑστεροῦντιπερισσοτέραν δοὺς τιμήν, 25ἵνα μὴ ᾖ ⸀σχίσμαἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη. 26καὶ ⸀εἴτεπάσχει ἓν μέλος συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ⸀μέλος, συγχαίρει πάντα τὰ μέλη.
27Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. 28καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειταδυνάμεις, ⸀ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν. 29μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; 30μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν; 31ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ ⸀μείζονα καὶ ἔτι καθʼ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.
Notes
*12:3
Ἰησοῦς WH Treg NA28 ] Ἰησοῦν RP
†12:3
Κύριος Ἰησοῦς WH Treg NA28 ] Κύριον Ἰησοῦν RP
‡12:6
ὁ δὲ Treg NA28 RP ] καὶ ὁ WH
§12:6
αὐτὸς WH Treg NA28 ] + ἐστιν RP
*12:9
ἑτέρῳ WH Treg NA28 ] + δὲ RP
†12:9
ἄλλῳ Holmes ] + δὲ WH Treg NA28 RP
‡12:9
ἑνὶ WH Treg NA28 ] αὐτῷ RP
§12:10
⸀ἄλλῳ Holmes ] + δὲ WH Treg NA28 RP
*12:10
⸁ἄλλῳ Treg ] + δὲ WH NA28 RP
†12:10
⸀1 ἄλλῳ Treg ] + δὲ WH NA28 RP
‡12:10
ἑτέρῳ WH Treg NA28 ] + δὲ RP
§12:10
⸀2 ἄλλῳ Holmes ] + δὲ WH Treg NA28 RP
*12:12
πολλὰ ἔχει WH Treg NA28 ] ἔχει πολλὰ RP
†12:12
σώματος WH Treg NA28 ] + τοῦ ἑνός RP
‡12:13
πάντες WH Treg NA28 ] + εἰς RP
§12:18
νυνὶ NA28 RP ] νῦν WH Treg
*12:20
μὲν Treg NA28 RP ] – WH
†12:24
ἔχει WH Treg RP NA28 ] + τιμῆς NIV
‡12:24
ὑστεροῦντι RP ] ὑστερουμένῳ WH Treg NA28
§12:25
σχίσμα WH Treg NA28 ] σχίσματα RP
*12:26
εἴτε WH NA28 RP ] εἴ τι Treg
†12:26
μέλος WH Treg ] ἓν μέλος NA28 RP
‡12:28
ἔπειτα WH Treg NA28 ] εἶτα RP
§12:31
μείζονα WH Treg NA28 ] κρείττονα RP
Ἰησοῦς WH Treg NA28 ] Ἰησοῦν RP
Κύριος Ἰησοῦς WH Treg NA28 ] Κύριον Ἰησοῦν RP
ὁ δὲ Treg NA28 RP ] καὶ ὁ WH
αὐτὸς WH Treg NA28 ] + ἐστιν RP
ἑτέρῳ WH Treg NA28 ] + δὲ RP
ἄλλῳ Holmes ] + δὲ WH Treg NA28 RP
ἑνὶ WH Treg NA28 ] αὐτῷ RP
⸀ἄλλῳ Holmes ] + δὲ WH Treg NA28 RP
⸁ἄλλῳ Treg ] + δὲ WH NA28 RP
⸀1 ἄλλῳ Treg ] + δὲ WH NA28 RP
ἑτέρῳ WH Treg NA28 ] + δὲ RP
⸀2 ἄλλῳ Holmes ] + δὲ WH Treg NA28 RP
πολλὰ ἔχει WH Treg NA28 ] ἔχει πολλὰ RP
σώματος WH Treg NA28 ] + τοῦ ἑνός RP
πάντες WH Treg NA28 ] + εἰς RP
νυνὶ NA28 RP ] νῦν WH Treg
μὲν Treg NA28 RP ] – WH
ἔχει WH Treg RP NA28 ] + τιμῆς NIV
ὑστεροῦντι RP ] ὑστερουμένῳ WH Treg NA28
σχίσμα WH Treg NA28 ] σχίσματα RP
εἴτε WH NA28 RP ] εἴ τι Treg
μέλος WH Treg ] ἓν μέλος NA28 RP
ἔπειτα WH Treg NA28 ] εἶτα RP
μείζονα WH Treg NA28 ] κρείττονα RP