1Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. 2⸂καὶ ἐὰν⸃ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, ⸄καὶ ἐὰν⸅ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη ⸀μεθιστάναι ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. 3⸂καὶ ἐὰν⸃ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, ⸄καὶ ἐὰν⸅παραδῶ τὸ σῶμά μου, ἵνα ⸀καυθήσομαι ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
4Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἡ ἀγάπη οὐ ζηλοῖ ⸂ἡ ἀγάπη⸃, οὐ περπερεύεται, οὐ φυσιοῦται, 5οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, 6οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· 7πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
8Ἡ ἀγάπη οὐδέποτε ⸀πίπτει εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. 9ἐκ μέρους ⸀γὰργινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· 10ὅταν δὲ ἔλθῃ τὸτέλειον, ⸀τὸ ἐκ μέρους καταργηθήσεται. 11ὅτε ἤμην νήπιος, ⸂ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ⸀ὅτεγέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. 12βλέπομεν γὰρ ἄρτι διʼ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 13νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη· τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἡ ἀγάπη.

Notes


*13:2 ⸂καὶ ἐὰν⸃ Treg NA28 RP ] κἂν WH

13:2 ⸄καὶ ἐὰν⸅ NA28 RP ] κἂν WH Treg

13:2 μεθιστάναι Treg NA28 ] μεθιστάνειν WH RP

§13:3 ⸂καὶ ἐὰν⸃ RP ] κἂν WH Treg NA28

*13:3 ⸄καὶ ἐὰν⸅ Treg NA28 RP ] κἂν WH

13:3 καυθήσομαι NIV ] καυθήσωμαι Treg RP; καυχήσωμαι WH NA28

13:4 ἡ ἀγάπη Treg NA28 RP ] – WH

§13:8 πίπτει WH Treg NA28 ] ἐκπίπτει RP

*13:9 γὰρ WH Treg NA28 ] δὲ RP

13:10 τὸ WH Treg NA28 ] τότε τὸ RP

13:11 ἐλάλουν … ἐλογιζόμην ὡς νήπιος WH Treg NA28 ] ὡς νήπιος ἐλάλουν … ἐλογιζόμην RP

§13:11 ὅτε WH Treg NA28 ] + δὲ RP