1Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. 2ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ⸀ἀλλὰθεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· 3ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. 4ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. 5θέλω δὲπάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων ⸀δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ ⸀διερμηνεύῃ ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
6⸀Νῦνδέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; 7ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ ⸀δῷ πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; 8καὶ γὰρ ἐὰν ἄδηλον ⸂φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; 9οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10τοσαῦτα εἰ τύχοι γένη φωνῶν ⸀εἰσινἐν κόσμῳ, καὶ ⸀οὐδὲνἄφωνον· 11ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 12οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
13⸀Διὸὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. 15τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ· 16ἐπεὶ ἐὰν ⸀εὐλογῇς⸀πνεύματι ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν· 17σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλʼ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. 18εὐχαριστῶ τῷ ⸀θεῷ πάντων ὑμῶν μᾶλλον ⸀γλώσσαις⸀λαλῶ 19ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους ⸂τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
20Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. 21ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ⸀ἑτέρωνλαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδʼ οὕτως εἰσακούσονταί μου, λέγει κύριος. 22ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. 23ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες ⸂λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 24ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 25⸀τὰκρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι ⸂Ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστιν.
26Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ⸀ἕκαστοςψαλμὸν ἔχει, διδαχὴν ἔχει, ⸂ἀποκάλυψιν ἔχει, γλῶσσαν⸃ ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. 27εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 28ἐὰν δὲ μὴ ᾖ ⸀διερμηνευτής σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. 29προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· 30ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. 31δύνασθε γὰρ καθʼ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται 32(καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, 33οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης), ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
34Αἱ ⸀γυναῖκεςἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ⸀ἐπιτρέπεταιαὐταῖς λαλεῖν· ἀλλὰ ⸀ὑποτασσέσθωσαν καθὼς καὶ ὁ νόμος λέγει. 35εἰ δέ τι ⸀μαθεῖνθέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ ⸂λαλεῖν ἐν ἐκκλησίᾳ. 36ἢ ἀφʼ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
37Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ⸀ἐστίν 38εἰ δέ τις ἀγνοεῖ, ⸀ἀγνοεῖται 39ὥστε, ἀδελφοί ⸀μου ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν ⸂μὴ κωλύετε γλώσσαις· 40πάντα ⸀δὲεὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.

Notes


*14:2 ἀλλὰ WH Treg NA28 ] + τῷ RP

14:5 δὲ WH Treg NA28 ] γὰρ RP

14:5 διερμηνεύῃ WH Treg NA28 ] διερμηνεύει RP

§14:6 Νῦν WH Treg NA28 ] Νυνὶ RP

*14:7 δῷ WH Treg NA28 ] διδῶ RP

14:8 φωνὴν σάλπιγξ Treg RP ] σάλπιγξ φωνὴν WH NA28

14:10 εἰσιν WH Treg NA28 ] ἐστὶν RP

§14:10 οὐδὲν WH Treg NA28 ] + αὐτῶν RP

*14:13 Διὸ WH Treg NA28 ] Διόπερ RP

14:16 εὐλογῇς WH Treg NA28 ] εὐλογήσῃς RP

14:16 πνεύματι Treg ] ἐν πνεύματι WH NA28; τῷ πνεύματι RP

§14:18 θεῷ WH Treg NA28 ] + μου RP

*14:18 γλώσσαις WH NA28 RP ] γλώσσῃ Treg

14:18 λαλῶ WH Treg NA28 ] λαλῶν RP

14:19 τῷ νοΐ WH Treg NA28 ] διὰ τοῦ νοός RP

§14:21 ἑτέρων WH Treg NA28 ] ἑτέροις RP

*14:23 λαλῶσιν γλώσσαις WH Treg NA28 ] γλώσσαις λαλῶσιν RP

14:25 τὰ WH Treg NA28 ] καὶ οὕτως τὰ RP

14:25 Ὄντως ὁ θεὸς WH Treg NA28 ] Ὁ θεὸς ὄντως RP

§14:26 ἕκαστος WH Treg NA28 ] +ὑμῶν RP

*14:26 ἀποκάλυψιν ἔχει γλῶσσαν WH Treg NA28 ] γλῶσσαν ἀποκάλυψιν ἔχει RP

14:28 διερμηνευτής WH NA28 RP ] ἑρμηνευτής Treg

14:34 γυναῖκες WH Treg NA28 ] + ὑμῶν RP

§14:34 ἐπιτρέπεται WH Treg NA28 ] ἐπιτέτραπται RP

*14:34 ὑποτασσέσθωσαν WH Treg NA28 ] ὑποτάσσεσθαι RP

14:35 μαθεῖν Treg NA28 RP ] μανθάνειν WH

14:35 λαλεῖν ἐν ἐκκλησίᾳ WH Treg NA28 ] ἐν ἐκκλησίᾳ λαλεῖν RP

§14:37 ἐστίν Holmes ] ἐστὶν ἐντολή WH Treg NA28; εἰσὶν ἐντολαί RP

*14:38 ἀγνοεῖται WH NA28 ] ἀγνοείτω Treg RP

14:39 μου WH Treg NA28 ] – RP

14:39 μὴ κωλύετε γλώσσαις WH Treg NA28 ] γλώσσαις μὴ κωλύετε RP

§14:40 δὲ WH Treg NA28 ] – RP