2
1Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ⸀ὑποκρίσειςκαὶ φθόνους καὶ πάσας καταλαλιάς, 2ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε ⸂εἰς σωτηρίαν, 3⸀εἰἐγεύσασθε ὅτι χρηστὸς ὁ κύριος.
4Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεῷ ἐκλεκτὸν ἔντιμον 5καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς ⸀εἰςἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας ⸀εὐπροσδέκτουςθεῷ διὰ Ἰησοῦ Χριστοῦ· 6διότι περιέχει ⸀ἐνγραφῇ· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ⸂ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον, καὶ ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ μὴ καταισχυνθῇ. 7ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν· ⸀ἀπιστοῦσινδὲ ⸀λίθοςὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας 8καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες· εἰς ὃ καὶ ἐτέθησαν.
9Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· 10οἵ ποτε οὐ λαὸς νῦν δὲ λαὸς θεοῦ, οἱ οὐκ ἠλεημένοι νῦν δὲ ἐλεηθέντες. 11Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς· 12τὴν ἀναστροφὴν ὑμῶν ⸂ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ⸀ἐποπτεύοντεςδοξάσωσι τὸν θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.
13⸀Ὑποτάγητεπάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν κύριον· εἴτε βασιλεῖ ὡς ὑπερέχοντι, 14εἴτε ἡγεμόσιν ὡς διʼ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιῶν ἔπαινον δὲ ἀγαθοποιῶν 15(ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν)· 16ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλʼ ὡς ⸂θεοῦ δοῦλοι. 17πάντας τιμήσατε, τὴν ἀδελφότητα ⸀ἀγαπᾶτε τὸν θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.
18Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοῖς σκολιοῖς. 19τοῦτο γὰρ χάρις εἰ διὰ συνείδησιν θεοῦ ὑποφέρει τις λύπας πάσχων ἀδίκως· 20ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλʼ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ θεῷ. 21εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ⸀ὑμῶν ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ· 22ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· 23ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· 24ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ ⸀μώλωπιἰάθητε. 25ἦτε γὰρ ὡς πρόβατα ⸀πλανώμενοι ἀλλὰ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.
Notes
*2:1
ὑποκρίσεις Treg NA28 RP ] ὑπόκρισιν WH
†2:2
εἰς σωτηρίαν WH Treg NA28 ] – RP
‡2:3
εἰ WH Treg NA28 ] εἴπερ RP
§2:5
εἰς WH Treg NA28 ] – RP
*2:5
εὐπροσδέκτους WH Treg NA28 ] + τῷ NA27 RP
†2:6
ἐν WH Treg NA28 ] + τῇ RP
‡2:6
ἀκρογωνιαῖον ἐκλεκτὸν Treg NA28 RP ] ἐκλεκτὸν ἀκρογωνιαῖον WH
§2:7
ἀπιστοῦσιν WH Treg NA28 ] ἀπειθοῦσιν RP
*2:7
λίθος WH Treg NA28 ] Λίθον RP
†2:12
ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν WH Treg NA28 ] ἔχοντες καλήν ἐν τοῖς ἔθνεσιν RP
‡2:12
ἐποπτεύοντες WH Treg NA28 ] ἐποπτεύσαντες RP
§2:13
Ὑποτάγητε WH Treg NA28 ] + οὖν RP
*2:16
θεοῦ δοῦλοι WH Treg NA28 ] δοῦλοι θεοῦ RP
†2:17
ἀγαπᾶτε WH Treg NA28 ] ἀγαπήσατε RP
‡2:21
ὑμῶν WH Treg NA28 ] ἡμῶν RP
§2:24
μώλωπι WH Treg NA28 ] + αὐτοῦ RP
*2:25
πλανώμενοι WH Treg NA28 ] πλανώμενα RP
ὑποκρίσεις Treg NA28 RP ] ὑπόκρισιν WH
εἰς σωτηρίαν WH Treg NA28 ] – RP
εἰ WH Treg NA28 ] εἴπερ RP
εἰς WH Treg NA28 ] – RP
εὐπροσδέκτους WH Treg NA28 ] + τῷ NA27 RP
ἐν WH Treg NA28 ] + τῇ RP
ἀκρογωνιαῖον ἐκλεκτὸν Treg NA28 RP ] ἐκλεκτὸν ἀκρογωνιαῖον WH
ἀπιστοῦσιν WH Treg NA28 ] ἀπειθοῦσιν RP
λίθος WH Treg NA28 ] Λίθον RP
ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν WH Treg NA28 ] ἔχοντες καλήν ἐν τοῖς ἔθνεσιν RP
ἐποπτεύοντες WH Treg NA28 ] ἐποπτεύσαντες RP
Ὑποτάγητε WH Treg NA28 ] + οὖν RP
θεοῦ δοῦλοι WH Treg NA28 ] δοῦλοι θεοῦ RP
ἀγαπᾶτε WH Treg NA28 ] ἀγαπήσατε RP
ὑμῶν WH Treg NA28 ] ἡμῶν RP
μώλωπι WH Treg NA28 ] + αὐτοῦ RP
πλανώμενοι WH Treg NA28 ] πλανώμενα RP