1⸀Ὁμοίωςγυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα ⸀καὶεἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται 2ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. 3ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, 4ἀλλʼ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ ⸂πραέως καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές. 5οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ⸀εἰςθεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, 6ὡς Σάρρα ⸀ὑπήκουσεντῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
7Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ ⸀συγκληρονόμοιςχάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
8Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ⸀ταπεινόφρονες 9μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ ⸀εὐλογοῦντες ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε. 10ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν ⸀γλῶσσανἀπὸ κακοῦ καὶ ⸀χείλητοῦ μὴ λαλῆσαι δόλον, 11ἐκκλινάτω ⸀δὲἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν· 12ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.
13Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ ⸀ζηλωταὶγένησθε; 14ἀλλʼ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, 15κύριον δὲ τὸν ⸀Χριστὸνἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ⸀ἕτοιμοιἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, 16⸀ἀλλὰμετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ ⸀καταλαλεῖσθεκαταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. 17κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας. 18ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ⸀ἔπαθεν δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ⸀ὑμᾶςπροσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι· 19ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, 20ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ⸀ὀλίγοι τοῦτʼ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν διʼ ὕδατος. 21ὃ ⸂καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, διʼ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, 22ὅς ἐστιν ἐν ⸀δεξιᾷθεοῦ πορευθεὶς εἰς οὐρανὸν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

Notes


*3:1 Ὁμοίως WH Treg ] + αἱ NA28 RP

3:1 καὶ Treg NA28 RP ] – WH

3:4 πραέως καὶ ἡσυχίου Treg NA28 RP ] ἡσυχίου καὶ πραέως WH

§3:5 εἰς WH Treg NA28 ] ἐπὶ RP

*3:6 ὑπήκουσεν Treg NA28 RP ] ὑπήκουεν WH

3:7 συγκληρονόμοις WH Treg NA28 ] συγκληρονόμοι RP

3:8 ταπεινόφρονες WH Treg NA28 ] φιλόφρονες RP

§3:9 εὐλογοῦντες WH Treg NA28 ] + εἰδότες RP

*3:10 γλῶσσαν WH Treg NA28 ] + αὐτοῦ RP

3:10 χείλη WH Treg NA28 ] + αὐτοῦ RP

3:11 δὲ WH Treg NA28 ] – RP

§3:13 ζηλωταὶ WH Treg NA28 ] μιμηταὶ RP

*3:15 Χριστὸν WH Treg NA28 ] θεὸν RP

3:15 ἕτοιμοι WH Treg NA28 ] + δὲ RP

3:16 ἀλλὰ WH Treg NA28 ] – RP

§3:16 καταλαλεῖσθε WH NA28 ] καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν Treg RP

*3:18 ἔπαθεν RP NA28 ] ἀπέθανεν WH Treg NIV

3:18 ὑμᾶς WH NA28 RP ] ἡμᾶς Treg

3:20 ὀλίγοι WH Treg NA28 ] ὀλίγαι RP

§3:21 καὶ ὑμᾶς ἀντίτυπον νῦν WH Treg NA28 ] ἀντίτυπον νῦν καὶ ἡμᾶς RP

*3:22 δεξιᾷ WH Treg ] + τοῦ NA28 RP