1Ἀρχόμεθα πάλιν ἑαυτοὺς ⸀συνιστάνειν ⸀ἢμὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ⸀ὑμῶν 2ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· 3φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφʼ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλʼ ἐν πλαξὶν καρδίαις σαρκίναις. 4Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν. 5οὐχ ὅτι ⸂ἀφʼ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ⸀αὑτῶν ἀλλʼ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, 6ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ. 7Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν ⸀γράμμασιν⸀ἐντετυπωμένηλίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, 8πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; 9εἰ γὰρ ⸂τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς ⸀δικαιοσύνηςδόξῃ. 10καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ⸀εἵνεκεντῆς ὑπερβαλλούσης δόξης· 11εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ. 12Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα, 13καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ⸀αὐτοῦ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. 14ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ⸀ἡμέραςτὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ⸀ὅτιἐν Χριστῷ καταργεῖται, 15ἀλλʼ ἕως σήμερον ἡνίκα ⸂ἂν ἀναγινώσκηται Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· 16ἡνίκα ⸂δὲ ἐὰν ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα. 17ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα ⸀κυρίου ἐλευθερία. 18ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.
Notes
*3:1 συνιστάνειν WH NA28 RP ] συνιστᾶν Treg
†3:1 ἢ WH Treg NA28 ] Εἰ RP
‡3:1 ὑμῶν WH Treg NA28 ] +συστατικῶν RP
§3:5 ἀφʼ ἑαυτῶν ἱκανοί ἐσμεν WH Treg NA28 ] ἱκανοί ἐσμεν ἀφʼ ἑαυτῶν RP
*3:5 αὑτῶν WH ] αὐτῶν Treg; ἑαυτῶν NA28 RP
†3:7 γράμμασιν WH NA28 RP ] γράμματι Treg
‡3:7 ἐντετυπωμένη WH Treg NA28 ] + ἐν RP
§3:9 τῇ διακονίᾳ Treg NA28 ] ἡ διακονία WH RP
*3:9 δικαιοσύνης WH Treg NA28 ] + ἐν RP
†3:10 εἵνεκεν WH Treg NA28 ] ἕνεκεν RP
‡3:13 αὐτοῦ WH Treg NA28 ] ἑαυτοῦ RP
§3:14 ἡμέρας WH Treg NA28 ] – RP
*3:14 ὅτι WH Treg NA28 ] ὅ τι RP
†3:15 ἂν ἀναγινώσκηται WH Treg NA28 ] ἀναγινώσκεται RP
‡3:16 δὲ ἐὰν WH NA28 ] δὲ ἂν Treg RP
§3:17 κυρίου WH Treg NA28 ] + ἐκεῖ RP
συνιστάνειν WH NA28 RP ] συνιστᾶν Treg
ἢ WH Treg NA28 ] Εἰ RP
ὑμῶν WH Treg NA28 ] +συστατικῶν RP
ἀφʼ ἑαυτῶν ἱκανοί ἐσμεν WH Treg NA28 ] ἱκανοί ἐσμεν ἀφʼ ἑαυτῶν RP
αὑτῶν WH ] αὐτῶν Treg; ἑαυτῶν NA28 RP
γράμμασιν WH NA28 RP ] γράμματι Treg
ἐντετυπωμένη WH Treg NA28 ] + ἐν RP
τῇ διακονίᾳ Treg NA28 ] ἡ διακονία WH RP
δικαιοσύνης WH Treg NA28 ] + ἐν RP
εἵνεκεν WH Treg NA28 ] ἕνεκεν RP
αὐτοῦ WH Treg NA28 ] ἑαυτοῦ RP
ἡμέρας WH Treg NA28 ] – RP
ὅτι WH Treg NA28 ] ὅ τι RP
ἂν ἀναγινώσκηται WH Treg NA28 ] ἀναγινώσκεται RP
δὲ ἐὰν WH NA28 ] δὲ ἂν Treg RP
κυρίου WH Treg NA28 ] + ἐκεῖ RP