1Καυχᾶσθαι ⸀δεῖ οὐ ⸂συμφέρον μέν, ἐλεύσομαι ⸀δὲεἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου. 2οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων— εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν— ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. 3καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον— εἴτε ἐν σώματι εἴτε ⸀χωρὶςτοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν— 4ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. 5ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ⸀ἀσθενείαις 6ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τι εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει ⸀τι ἐξ ἐμοῦ, 7καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. ⸀διὸἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος ⸀Σατανᾶ ἵνα με κολαφίζῃ, ⸂ἵνα μὴ ὑπεραίρωμαι. 8ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπʼ ἐμοῦ· 9καὶ εἴρηκέν μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ ⸀δύναμιςἐν ἀσθενείᾳ ⸀τελεῖται ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις ⸀μου ἵνα ἐπισκηνώσῃ ἐπʼ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. 10διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς ⸀καὶστενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
11Γέγονα ⸀ἄφρων ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφʼ ὑμῶν συνίστασθαι. οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι· 12τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ⸀ὑπομονῇ σημείοις ⸀τεκαὶ τέρασιν καὶ δυνάμεσιν. 13τί γάρ ἐστιν ὃ ⸀ἡσσώθητεὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
14Ἰδοὺ τρίτον ⸀τοῦτοἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ ⸀καταναρκήσω οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς, οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις. 15ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. ⸀εἰπερισσοτέρως ὑμᾶς ⸀ἀγαπῶν ἧσσον ἀγαπῶμαι; 16ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. 17μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, διʼ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; 18παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
19⸀Πάλαιδοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; ⸀κατέναντιθεοῦ ἐν Χριστῷ λαλοῦμεν. τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς, 20φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μή πως ⸀ἔρις ⸀ζῆλος θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· 21μὴ πάλιν ⸂ἐλθόντος μου ⸀ταπεινώσῃ⸀μεὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.

Notes


*12:1 δεῖ WH Treg NA28 ] δὴ RP

12:1 συμφέρον μέν WH Treg NA28 ] συμφέρει μοι RP

12:1 δὲ WH Treg NA28 ] γὰρ RP

§12:3 χωρὶς WH Treg NA28 ] ἐκτὸς RP

*12:5 ἀσθενείαις WH Treg NA28 ] + μου RP

12:6 τι NA28 RP ] – WH Treg

12:7 διὸ WH Treg NA28 ] – RP

§12:7 Σατανᾶ WH Treg NA28 ] Σατᾶν RP

*12:7 ἵνα μὴ ὑπεραίρωμαι WH NA28 RP ] – Treg

12:9 δύναμις WH Treg NA28 ] + μου RP

12:9 τελεῖται WH Treg NA28 ] τελειοῦται RP

§12:9 μου Treg NA28 RP ] – WH

*12:10 καὶ WH NA28 ] ἐν Treg RP

12:11 ἄφρων WH Treg NA28 ] + καυχώμενος RP

12:12 ὑπομονῇ WH Treg NA28 ] + ἐν RP

§12:12 τε WH NA28 ] – Treg RP

*12:13 ἡσσώθητε WH Treg NA28 ] ἡττήθητε RP

12:14 τοῦτο WH Treg NA28 ] – RP

12:14 καταναρκήσω WH Treg NA28 ] + ὑμῶν RP

§12:15 εἰ WH Treg NA28 ] + καὶ RP

*12:15 ἀγαπῶν Treg NA28 RP ] ἀγαπῶ WH

12:19 Πάλαι WH Treg NA28 ] Πάλιν RP

12:19 κατέναντι WH Treg NA28 ] Κατενώπιον τοῦ RP

§12:20 ἔρις WH NA28 ] ἔρεις Treg RP

*12:20 ζῆλος WH Treg NA28 ] ζῆλοι RP

12:21 ἐλθόντος μου WH Treg NA28 ] ἐλθόντα με RP

12:21 ταπεινώσῃ WH NA28 ] ταπεινώσει Treg RP

§12:21 με WH Treg NA28 ] – RP