2
1Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ⸂πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό, 2καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, 3καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ⸂καὶ ἐκάθισεν ἐφʼ ἕνα ἕκαστον αὐτῶν, 4καὶ ἐπλήσθησαν ⸀πάντεςπνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ⸂ἀποφθέγγεσθαι αὐτοῖς.
5Ἦσαν δὲ ⸀ἐνἸερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· 6γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ⸀ἤκουονεἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν· 7ἐξίσταντο ⸀δὲκαὶ ἐθαύμαζον ⸀λέγοντες ⸀Οὐχἰδοὺ ⸀πάντεςοὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; 8καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν; 9Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, 11Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ. 12ἐξίσταντο δὲ πάντες καὶ ⸀διηπόρουν ἄλλος πρὸς ἄλλον λέγοντες· Τί ⸀θέλειτοῦτο εἶναι; 13ἕτεροι δὲ ⸀διαχλευάζοντεςἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν.
14Σταθεὶς δὲ ⸀ὁΠέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ ⸀πάντες τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. 15οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας, 16ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· 17Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ⸀ἐνυπνίοιςἐνυπνιασθήσονται· 18καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσιν. 19καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· 20ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ⸀ἢ⸀ἐλθεῖνἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. 21καὶ ἔσται πᾶς ὃς ⸀ἐὰνἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.
22Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ⸂ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν διʼ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν, ⸀καθὼςαὐτοὶ οἴδατε, 23τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ⸀ἔκδοτονδιὰ ⸀χειρὸςἀνόμων προσπήξαντες ἀνείλατε, 24ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπʼ αὐτοῦ· 25Δαυὶδ γὰρ λέγει εἰς αὐτόν· Προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ. 26διὰ τοῦτο ηὐφράνθη ⸂ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπʼ ἐλπίδι· 27ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ⸀ᾅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. 28ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
29Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυίδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης· 30προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος ⸀αὐτοῦκαθίσαι ἐπὶ ⸂τὸν θρόνον αὐτοῦ, 31προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ χριστοῦ ὅτι ⸂οὔτε ἐγκατελείφθη εἰς ⸀ᾅδην⸀οὔτεἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν. 32τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. 33τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ ⸂πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ⸀ὃ⸀ὑμεῖςβλέπετε καὶ ἀκούετε. 34οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· Εἶπεν ⸀ὁκύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, 35ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 36ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον ⸂αὐτὸν καὶ χριστὸν ⸂ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.
37Ἀκούσαντες δὲ κατενύγησαν ⸂τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· Τί ⸀ποιήσωμεν ἄνδρες ἀδελφοί; 38Πέτρος δὲ ⸂πρὸς αὐτούς· Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ⸀ἐπὶτῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ⸀τῶνἁμαρτιῶν ⸀ὑμῶν καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος· 39ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν. 40ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει ⸀αὐτοὺςλέγων· Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. 41οἱ μὲν ⸀οὖνἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν ⸀ἐντῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. 42ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ ⸀κοινωνίᾳ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
43⸀Ἐγίνετοδὲ πάσῃ ψυχῇ φόβος, πολλά ⸀τετέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. 44πάντες δὲ οἱ ⸀πιστεύοντες⸂ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά, 45καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν· 46καθʼ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατʼ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, 47αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθʼ ἡμέραν ⸂ἐπὶ τὸ αὐτό.
Notes
*2:1
πάντες ὁμοῦ WH Treg NA28 ] ἅπαντες ὁμοθυμαδὸν RP
†2:3
καὶ ἐκάθισεν WH Treg NA28 ] ἐκάθισέν τε RP
‡2:4
πάντες WH Treg NA28 ] ἅπαντες RP
§2:4
ἀποφθέγγεσθαι αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἀποφθέγγεσθαι RP
*2:5
ἐν WH Treg RP ] εἰς NA28
†2:6
ἤκουον Treg NA28 RP ] ἤκουσεν WH
‡2:7
δὲ WH NA28 ] + πάντες Treg RP
§2:7
λέγοντες WH Treg NA28 ] + πρὸς ἀλλήλους RP
*2:7
Οὐχ NA28 ] Οὐχὶ WH Treg; Οὐκ RP
†2:7
πάντες WH Treg RP ] ἅπαντες NA28
‡2:12
διηπόρουν NA28 RP ] διηποροῦντο WH Treg
§2:12
θέλει WH Treg NA28 ] ἄν θέλοι RP
*2:13
διαχλευάζοντες WH Treg NA28 ] χλευάζοντες RP
†2:14
ὁ WH Treg NA28 ] – RP
‡2:14
πάντες WH Treg NA28 ] ἅπαντες RP
§2:17
ἐνυπνίοις WH Treg NA28 ] ἐνύπνια RP
*2:20
ἢ RP ] – WH Treg NA28
†2:20
ἐλθεῖν WH Treg NA28 ] + τὴν RP
‡2:21
ἐὰν WH Treg ] ἂν NA28 RP
§2:22
ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ WH Treg NA28 ] ἀπὸ τοῦ θεοῦ ἀποδεδειγμένον RP
*2:22
καθὼς WH Treg NA28 ] + καὶ RP
†2:23
ἔκδοτον WH Treg NA28 ] + λαβόντες RP
‡2:23
χειρὸς WH Treg NA28 ] χειρῶν RP
§2:26
ἡ καρδία μου NA28 RP ] μου ἡ καρδία WH Treg
*2:27
ᾅδην WH Treg NA28 ] ᾍδου RP
†2:30
αὐτοῦ WH Treg NA28 ] + τὸ κατὰ σάρκα ἀναστήσειν τὸν χριστόν RP
‡2:30
τὸν θρόνον WH Treg NA28 ] τοῦ θρόνου RP
§2:31
οὔτε ἐγκατελείφθη WH Treg NA28 ] οὐ κατελείφθη ἡ ψυχὴ αὐτοῦ RP
*2:31
ᾅδην WH NA28 ] ᾅδου Treg; ᾍδου RP
†2:31
οὔτε WH Treg NA28 ] οὐδὲ RP
‡2:33
πνεύματος τοῦ ἁγίου WH Treg NA28 ] ἁγίου πνεύματος RP
§2:33
ὃ WH Treg NA28 ] + νὺν RP
*2:33
ὑμεῖς Treg NIV RP ] + καὶ WH NA28
†2:34
ὁ NA28 RP ] – WH Treg
‡2:36
αὐτὸν καὶ χριστὸν WH Treg NA28 ] καὶ χριστὸν αὐτὸν RP
§2:36
ἐποίησεν ὁ θεός WH NA28 ] ὁ θεὸς ἐποίησεν Treg RP
*2:37
τὴν καρδίαν WH Treg NA28 ] τῇ καρδίᾳ RP
†2:37
ποιήσωμεν WH Treg NA28 ] ποιήσομεν RP
‡2:38
πρὸς αὐτούς· Μετανοήσατε WH Treg ] πρὸς αὐτούς Μετανοήσατε φησίν NA28; ἔφη πρὸς αὐτούς Μετανοήσατε RP
§2:38
ἐπὶ NA28 RP ] ἐν WH Treg
*2:38
τῶν WH Treg NA28 ] – RP
†2:38
ὑμῶν WH Treg NA28 ] – RP
‡2:40
αὐτοὺς WH Treg NA28 ] – RP
§2:41
οὖν WH Treg NA28 ] + ἀσμένως RP
*2:41
ἐν WH Treg NA28 ] – RP
†2:42
κοινωνίᾳ WH Treg NA28 ] + καὶ RP
‡2:43
Ἐγίνετο WH Treg NA28 ] Ἐγένετο RP
§2:43
τε Treg NA28 RP ] δὲ WH
*2:44
πιστεύοντες Treg NA28 RP ] πιστεύσαντες WH
†2:44
ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ Treg NA28 RP ] ἐπὶ τὸ αὐτό WH
‡2:47
ἐπὶ τὸ αὐτό WH Treg NA28 ] τῇ ἐκκλησία RP
πάντες ὁμοῦ WH Treg NA28 ] ἅπαντες ὁμοθυμαδὸν RP
καὶ ἐκάθισεν WH Treg NA28 ] ἐκάθισέν τε RP
πάντες WH Treg NA28 ] ἅπαντες RP
ἀποφθέγγεσθαι αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἀποφθέγγεσθαι RP
ἐν WH Treg RP ] εἰς NA28
ἤκουον Treg NA28 RP ] ἤκουσεν WH
δὲ WH NA28 ] + πάντες Treg RP
λέγοντες WH Treg NA28 ] + πρὸς ἀλλήλους RP
Οὐχ NA28 ] Οὐχὶ WH Treg; Οὐκ RP
πάντες WH Treg RP ] ἅπαντες NA28
διηπόρουν NA28 RP ] διηποροῦντο WH Treg
θέλει WH Treg NA28 ] ἄν θέλοι RP
διαχλευάζοντες WH Treg NA28 ] χλευάζοντες RP
ὁ WH Treg NA28 ] – RP
πάντες WH Treg NA28 ] ἅπαντες RP
ἐνυπνίοις WH Treg NA28 ] ἐνύπνια RP
ἢ RP ] – WH Treg NA28
ἐλθεῖν WH Treg NA28 ] + τὴν RP
ἐὰν WH Treg ] ἂν NA28 RP
ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ WH Treg NA28 ] ἀπὸ τοῦ θεοῦ ἀποδεδειγμένον RP
καθὼς WH Treg NA28 ] + καὶ RP
ἔκδοτον WH Treg NA28 ] + λαβόντες RP
χειρὸς WH Treg NA28 ] χειρῶν RP
ἡ καρδία μου NA28 RP ] μου ἡ καρδία WH Treg
ᾅδην WH Treg NA28 ] ᾍδου RP
αὐτοῦ WH Treg NA28 ] + τὸ κατὰ σάρκα ἀναστήσειν τὸν χριστόν RP
τὸν θρόνον WH Treg NA28 ] τοῦ θρόνου RP
οὔτε ἐγκατελείφθη WH Treg NA28 ] οὐ κατελείφθη ἡ ψυχὴ αὐτοῦ RP
ᾅδην WH NA28 ] ᾅδου Treg; ᾍδου RP
οὔτε WH Treg NA28 ] οὐδὲ RP
πνεύματος τοῦ ἁγίου WH Treg NA28 ] ἁγίου πνεύματος RP
ὃ WH Treg NA28 ] + νὺν RP
ὑμεῖς Treg NIV RP ] + καὶ WH NA28
ὁ NA28 RP ] – WH Treg
αὐτὸν καὶ χριστὸν WH Treg NA28 ] καὶ χριστὸν αὐτὸν RP
ἐποίησεν ὁ θεός WH NA28 ] ὁ θεὸς ἐποίησεν Treg RP
τὴν καρδίαν WH Treg NA28 ] τῇ καρδίᾳ RP
ποιήσωμεν WH Treg NA28 ] ποιήσομεν RP
πρὸς αὐτούς· Μετανοήσατε WH Treg ] πρὸς αὐτούς Μετανοήσατε φησίν NA28; ἔφη πρὸς αὐτούς Μετανοήσατε RP
ἐπὶ NA28 RP ] ἐν WH Treg
τῶν WH Treg NA28 ] – RP
ὑμῶν WH Treg NA28 ] – RP
αὐτοὺς WH Treg NA28 ] – RP
οὖν WH Treg NA28 ] + ἀσμένως RP
ἐν WH Treg NA28 ] – RP
κοινωνίᾳ WH Treg NA28 ] + καὶ RP
Ἐγίνετο WH Treg NA28 ] Ἐγένετο RP
τε Treg NA28 RP ] δὲ WH
πιστεύοντες Treg NA28 RP ] πιστεύσαντες WH
ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ Treg NA28 RP ] ἐπὶ τὸ αὐτό WH
ἐπὶ τὸ αὐτό WH Treg NA28 ] τῇ ἐκκλησία RP