16
1Κατήντησεν δὲ ⸀καὶεἰςΔέρβην καὶ ⸀εἰς Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς ⸀γυναικὸςἸουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος, 2ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν· 3τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες ⸂ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν. 4ὡς δὲ διεπορεύοντο τὰς πόλεις, ⸀παρεδίδοσαναὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων ⸀καὶπρεσβυτέρων τῶν ἐν ⸀Ἱεροσολύμοις 5αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθʼ ἡμέραν. 6⸀Διῆλθονδὲ τὴν Φρυγίαν ⸀καὶΓαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, 7ἐλθόντες ⸀δὲκατὰ τὴν Μυσίαν ἐπείραζον ⸀εἰςτὴν Βιθυνίαν ⸀πορευθῆναικαὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα ⸀Ἰησοῦ 8παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα. 9καὶ ὅραμα ⸀διὰνυκτὸς ⸂τῷ Παύλῳ ὤφθη, ἀνὴρ ⸂Μακεδών τις ἦν ἑστὼς ⸀καὶπαρακαλῶν αὐτὸν καὶ λέγων· Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν. 10ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν ⸀εἰςΜακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ ⸀θεὸςεὐαγγελίσασθαι αὐτούς. 11Ἀναχθέντες ⸀οὖν⸀ἀπὸΤρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ ⸀δὲἐπιούσῃ εἰς ⸂Νέαν Πόλιν, 12⸀κἀκεῖθενεἰς Φιλίππους, ἥτις ἐστὶν ⸂πρώτη τῆς μερίδος Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν ⸀ταύτῃτῇ πόλει διατρίβοντες ἡμέρας τινάς. 13τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς ⸀πύληςπαρὰ ποταμὸν οὗ ⸂ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν. 14καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ ⸀τοῦΠαύλου. 15ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα· Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου ⸀μένετε καὶ παρεβιάσατο ἡμᾶς. 16Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς ⸀τὴνπροσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα ⸀πύθωνα⸀ὑπαντῆσαιἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη· 17αὕτη ⸀κατακολουθοῦσατῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ⸀ὑμῖνὁδὸν σωτηρίας. 18τοῦτο δὲἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς ⸀δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν· Παραγγέλλω σοι ⸀ἐνὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπʼ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. 19Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, 20καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες, 21καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν. 22καὶ συνεπέστη ὁ ὄχλος κατʼ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν, 23πολλάς ⸀τεἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· 24ὃς παραγγελίαν τοιαύτην ⸀λαβὼνἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ⸂ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον. 25Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὕμνουν τὸν θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι· 26ἄφνω δὲσεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἠνεῴχθησαν ⸀δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. 27ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασάμενος ⸀τὴνμάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. 28ἐφώνησεν δὲ ⸂φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε. 29αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷΠαύλῳ καὶ ⸀τῷ Σιλᾷ, 30καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; 31οἱ δὲ εἶπαν· Πίστευσον ἐπὶ τὸν κύριον ⸀Ἰησοῦν καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. 32καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ ⸀κυρίου⸀σὺνπᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. 33καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ ⸀πάντεςπαραχρῆμα, 34ἀναγαγών τε αὐτοὺς εἰς τὸν ⸀οἶκονπαρέθηκεν τράπεζαν καὶ ⸀ἠγαλλιάσατοπανοικεὶ πεπιστευκὼς τῷ θεῷ. 35Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες· Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. 36ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους ⸀τούτουςπρὸς τὸν Παῦλον, ὅτι Ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. 37ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· Δείραντες ἡμᾶςδημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ⸀ἡμᾶς ἐξαγαγέτωσαν. 38⸀ἀπήγγειλανδὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· ⸂ἐφοβήθησαν δὲ ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν, 39καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ⸂ἀπελθεῖν ἀπὸ τῆς πόλεως. 40ἐξελθόντες δὲ ⸀ἀπὸτῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες ⸂παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθαν.
Notes
*16:1
καὶ WH Treg NA28 ] – RP
†16:1
εἰς WH Treg NA28 ] – RP
‡16:1
γυναικὸς WH Treg NA28 ] + τινος RP
§16:3
ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ WH Treg NA28 ] τὸν πατέρα αὐτοῦ ὅτι Ἕλλην RP
*16:4
παρεδίδοσαν WH Treg NA28 ] παρεδίδουν RP
†16:4
καὶ WH Treg NA28 ] + τῶν RP
‡16:4
Ἱεροσολύμοις WH Treg NA28 ] Ἱερουσαλήμ RP
§16:6
Διῆλθον WH Treg NA28 ] Διελθόντες RP
*16:6
καὶ WH Treg NA28 ] + τὴν RP
†16:7
δὲ WH Treg NA28 ] – RP
‡16:7
εἰς WH Treg NA28 ] κατὰ RP
§16:7
πορευθῆναι WH Treg NA28 ] πορεύεσθαι RP
*16:7
Ἰησοῦ WH Treg NA28 ] – RP
†16:9
διὰ WH Treg ] + τῆς NA28 RP
‡16:9
τῷ Παύλῳ ὤφθη WH Treg NA28 ] ὤφθη τῷ Παύλῳ RP
§16:9
Μακεδών τις ἦν WH Treg NA28 ] τις ἦν Μακεδών RP
*16:9
καὶ WH Treg NA28 ] – RP
†16:10
εἰς WH Treg NA28 ] + τὴν RP
‡16:10
θεὸς WH Treg NA28 ] κύριος RP
§16:11
οὖν WH Treg RP ] δὲ NA28
*16:11
ἀπὸ WH Treg NA28 ] + τῆς RP
†16:11
δὲ WH Treg NA28 ] τε RP
‡16:11
Νέαν Πόλιν WH Treg NA28 ] Νεάπολιν RP
§16:12
κἀκεῖθεν WH Treg NA28 ] ἐκεῖθέν τε RP
*16:12
πρώτη τῆς μερίδος WH Treg NIV ] πρώτη τῆς μερίδος τῆς RP; πρώτης μερίδος τῆς em NA28
†16:12
ταύτῃ WH Treg NA28 ] αὐτῇ RP
‡16:13
πύλης WH Treg NA28 ] πόλεως RP
§16:13
ἐνομίζομεν προσευχὴν WH Treg NA28 ] ἐνομίζετο προσευχὴ RP
*16:14
τοῦ NA28 RP ] – WH Treg
†16:15
μένετε WH Treg NA28 ] μείνατε RP
‡16:16
τὴν WH Treg NA28 ] – RP
§16:16
πύθωνα WH Treg NA28 ] Πύθωνος RP
*16:16
ὑπαντῆσαι WH Treg NA28 ] ἀπαντῆσαι RP
†16:17
κατακολουθοῦσα WH Treg NA28 ] κατακολουθήσασα RP
‡16:17
ὑμῖν WH Treg NA28 ] ἡμῖν RP
§16:18
δὲ WH Treg NA28 ] + ὁ RP
*16:18
ἐν WH Treg NA28 ] + τῷ RP
†16:23
τε Treg NA28 RP ] δὲ WH
‡16:24
λαβὼν WH Treg NA28 ] εἰληφώς RP
§16:24
ἠσφαλίσατο αὐτῶν WH Treg NA28 ] αὐτῶν ἠσφαλίσατο RP
*16:26
δὲ WH Treg NA28 ] τε RP
†16:27
τὴν WH Treg NA28 ] – RP
‡16:28
φωνῇ μεγάλῃ ὁ Παῦλος RP ] φωνῇ μεγάλῃ Παῦλος Treg; μεγάλῃ φωνῇ ὁ Παῦλος NA28; Παῦλος μεγάλῃ φωνῇ WH
§16:29
τῷ NA28 RP ] – WH Treg
*16:31
Ἰησοῦν WH Treg NA28 ] + χριστόν RP
†16:32
κυρίου Treg NA28 RP ] θεοῦ WH
‡16:32
σὺν WH Treg NA28 ] καὶ RP
§16:33
πάντες Treg NA28 RP ] ἅπαντες WH
*16:34
οἶκον WH NA28 ] + αὐτοῦ Treg RP
†16:34
ἠγαλλιάσατο WH Treg NA28 ] ἠγαλλίατο RP
‡16:36
τούτους RP NA28 ] – WH Treg
§16:37
ἡμᾶς WH Treg NA28 ] – RP
*16:38
ἀπήγγειλαν WH Treg NA28 ] Ἀνήγγειλαν RP
†16:38
ἐφοβήθησαν δὲ WH Treg NA28 ] καὶ ἐφοβήθησαν RP
‡16:39
ἀπελθεῖν ἀπὸ WH Treg NA28 ] ἐξελθεῖν RP
§16:40
ἀπὸ WH NA28 ] ἐκ Treg RP
*16:40
παρεκάλεσαν τοὺς ἀδελφοὺς WH Treg NA28 ] τοὺς ἀδελφούς παρεκάλεσαν αὐτούς RP
καὶ WH Treg NA28 ] – RP
εἰς WH Treg NA28 ] – RP
γυναικὸς WH Treg NA28 ] + τινος RP
ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ WH Treg NA28 ] τὸν πατέρα αὐτοῦ ὅτι Ἕλλην RP
παρεδίδοσαν WH Treg NA28 ] παρεδίδουν RP
καὶ WH Treg NA28 ] + τῶν RP
Ἱεροσολύμοις WH Treg NA28 ] Ἱερουσαλήμ RP
Διῆλθον WH Treg NA28 ] Διελθόντες RP
καὶ WH Treg NA28 ] + τὴν RP
δὲ WH Treg NA28 ] – RP
εἰς WH Treg NA28 ] κατὰ RP
πορευθῆναι WH Treg NA28 ] πορεύεσθαι RP
Ἰησοῦ WH Treg NA28 ] – RP
διὰ WH Treg ] + τῆς NA28 RP
τῷ Παύλῳ ὤφθη WH Treg NA28 ] ὤφθη τῷ Παύλῳ RP
Μακεδών τις ἦν WH Treg NA28 ] τις ἦν Μακεδών RP
καὶ WH Treg NA28 ] – RP
εἰς WH Treg NA28 ] + τὴν RP
θεὸς WH Treg NA28 ] κύριος RP
οὖν WH Treg RP ] δὲ NA28
ἀπὸ WH Treg NA28 ] + τῆς RP
δὲ WH Treg NA28 ] τε RP
Νέαν Πόλιν WH Treg NA28 ] Νεάπολιν RP
κἀκεῖθεν WH Treg NA28 ] ἐκεῖθέν τε RP
πρώτη τῆς μερίδος WH Treg NIV ] πρώτη τῆς μερίδος τῆς RP; πρώτης μερίδος τῆς em NA28
ταύτῃ WH Treg NA28 ] αὐτῇ RP
πύλης WH Treg NA28 ] πόλεως RP
ἐνομίζομεν προσευχὴν WH Treg NA28 ] ἐνομίζετο προσευχὴ RP
τοῦ NA28 RP ] – WH Treg
μένετε WH Treg NA28 ] μείνατε RP
τὴν WH Treg NA28 ] – RP
πύθωνα WH Treg NA28 ] Πύθωνος RP
ὑπαντῆσαι WH Treg NA28 ] ἀπαντῆσαι RP
κατακολουθοῦσα WH Treg NA28 ] κατακολουθήσασα RP
ὑμῖν WH Treg NA28 ] ἡμῖν RP
δὲ WH Treg NA28 ] + ὁ RP
ἐν WH Treg NA28 ] + τῷ RP
τε Treg NA28 RP ] δὲ WH
λαβὼν WH Treg NA28 ] εἰληφώς RP
ἠσφαλίσατο αὐτῶν WH Treg NA28 ] αὐτῶν ἠσφαλίσατο RP
δὲ WH Treg NA28 ] τε RP
τὴν WH Treg NA28 ] – RP
φωνῇ μεγάλῃ ὁ Παῦλος RP ] φωνῇ μεγάλῃ Παῦλος Treg; μεγάλῃ φωνῇ ὁ Παῦλος NA28; Παῦλος μεγάλῃ φωνῇ WH
τῷ NA28 RP ] – WH Treg
Ἰησοῦν WH Treg NA28 ] + χριστόν RP
κυρίου Treg NA28 RP ] θεοῦ WH
σὺν WH Treg NA28 ] καὶ RP
πάντες Treg NA28 RP ] ἅπαντες WH
οἶκον WH NA28 ] + αὐτοῦ Treg RP
ἠγαλλιάσατο WH Treg NA28 ] ἠγαλλίατο RP
τούτους RP NA28 ] – WH Treg
ἡμᾶς WH Treg NA28 ] – RP
ἀπήγγειλαν WH Treg NA28 ] Ἀνήγγειλαν RP
ἐφοβήθησαν δὲ WH Treg NA28 ] καὶ ἐφοβήθησαν RP
ἀπελθεῖν ἀπὸ WH Treg NA28 ] ἐξελθεῖν RP
ἀπὸ WH NA28 ] ἐκ Treg RP
παρεκάλεσαν τοὺς ἀδελφοὺς WH Treg NA28 ] τοὺς ἀδελφούς παρεκάλεσαν αὐτούς RP