20
1Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον ⸀μεταπεμψάμενοςὁ Παῦλος τοὺς μαθητὰς καὶ ⸀παρακαλέσας ἀσπασάμενος ἐξῆλθεν ⸀πορεύεσθαι⸀εἰςΜακεδονίαν. 2διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα 3ποιήσας τε μῆνας τρεῖς· γενομένης ⸂ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο ⸀γνώμηςτοῦ ὑποστρέφειν διὰ Μακεδονίας. 4συνείπετο δὲ ⸀αὐτῷΣώπατρος ⸀ΠύρρουΒεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος· 5οὗτοι ⸀δὲ⸀προσελθόντεςἔμενον ἡμᾶς ἐν Τρῳάδι· 6ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, ⸀οὗδιετρίψαμεν ἡμέρας ἑπτά.
7Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ⸀ἡμῶνκλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. 8ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι· 9⸀καθεζόμενοςδέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός. 10καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν· Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. 11ἀναβὰς δὲ καὶ κλάσας ⸀τὸνἄρτον καὶ γευσάμενος ἐφʼ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν. 12ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.
13Ἡμεῖς δὲ ⸀προελθόντες⸀ἐπὶτὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον, οὕτως γὰρ ⸂διατεταγμένος ἦν μέλλων αὐτὸς πεζεύειν. 14ὡς δὲ ⸀συνέβαλλενἡμῖν εἰς τὴν Ἆσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην, 15κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ⸀ἄντικρυςΧίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς ⸀Σάμον τῇ ⸀δὲἐχομένῃ ἤλθομεν εἰς Μίλητον· 16⸀κεκρίκειγὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν ⸀εἴηαὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
17Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. 18ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφʼ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθʼ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, 19δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης ⸀καὶδακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων· 20ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατʼ οἴκους, 21διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν ⸀εἰςθεὸν μετάνοιαν καὶ ⸀πίστινεἰς τὸν κύριον ἡμῶν ⸀Ἰησοῦν 22καὶ νῦν ἰδοὺ ⸂δεδεμένος ἐγὼ τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά ⸀μοιμὴ εἰδώς, 23πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί ⸀μοιλέγον ὅτι δεσμὰ ⸂καὶ θλίψεις με μένουσιν· 24ἀλλʼ οὐδενὸς ⸀λόγου⸀ποιοῦμαιτὴν ⸀ψυχὴντιμίαν ἐμαυτῷ ὡς ⸀τελειῶσαιτὸν δρόμον ⸀μουκαὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ.
25Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν ⸀βασιλείαν 26⸀διότιμαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός ⸀εἰμιἀπὸ τοῦ αἵματος πάντων, 27οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ⸂πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν. 28⸀προσέχετεἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ ⸀θεοῦ ἣν περιεποιήσατο διὰ τοῦ ⸂αἵματος τοῦ ἰδίου. 29ἐγὼ ⸀οἶδαὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου, 30καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ⸀ἑαυτῶν 31διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. 32καὶ τὰ νῦν παρατίθεμαι ⸀ὑμᾶςτῷ ⸀θεῷκαὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ⸀οἰκοδομῆσαικαὶ δοῦναι ⸀τὴνκληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. 33ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· 34αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετʼ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. 35πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν.
36Καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο. 37ἱκανὸς δὲ ⸂κλαυθμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, 38ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
Notes
*20:1
μεταπεμψάμενος WH Treg NA28 ] προσκαλεσάμενος RP
†20:1
παρακαλέσας WH Treg NA28 ] – RP
‡20:1
πορεύεσθαι WH Treg NA28 ] πορευθῆναι RP
§20:1
εἰς WH Treg NA28 ] + τὴν RP
*20:3
ἐπιβουλῆς αὐτῷ WH Treg NA28 ] + αὐτῷ ἐπιβουλῆς RP
†20:3
γνώμης WH Treg NA28 ] γνώμη RP
‡20:4
αὐτῷ WH NA28 ] + ἄχρι τῆς Ἀσίας Treg RP
§20:4
Πύρρου WH Treg NA28 ] – RP
*20:5
δὲ WH Treg NA28 ] – RP
†20:5
προσελθόντες WH Treg RP ] προελθόντες NA28
‡20:6
οὗ WH Treg RP ] ὅπου NA28
§20:7
ἡμῶν WH Treg NA28 ] τῶν μαθητῶν RP
*20:9
καθεζόμενος WH Treg NA28 ] Καθήμενος RP
†20:11
τὸν WH Treg NA28 ] – RP
‡20:13
προελθόντες WH Treg NA28 ] προσελθόντες RP
§20:13
ἐπὶ WH Treg NA28 ] εἰς RP
*20:13
διατεταγμένος ἦν WH Treg NA28 ] ἦν διατεταγμένος RP
†20:14
συνέβαλλεν WH Treg NA28 ] συνέβαλεν RP
‡20:15
ἄντικρυς WH Treg NA28 ] ἀντικρύ RP
§20:15
Σάμον WH Treg NA28 ] + καὶ μείναντες ἐν Τρωγυλλίῳ RP
*20:15
δὲ WH Treg NA28 ] – RP
†20:16
κεκρίκει WH Treg NA28 ] Ἔκρινεν RP
‡20:16
εἴη WH Treg NA28 ] ἦν RP
§20:19
καὶ WH Treg NA28 ] + πολλῶν RP
*20:21
εἰς WH Treg NA28 ] + τὸν RP
†20:21
πίστιν WH Treg NA28 ] + τὴν RP
‡20:21
Ἰησοῦν WH NA28 RP ] + χριστόν Treg
§20:22
δεδεμένος ἐγὼ WH Treg NA28 ] ἐγὼ δεδεμένος RP
*20:22
μοι Treg NA28 RP ] ἐμοὶ WH
†20:23
μοι WH Treg NA28 ] – RP
‡20:23
καὶ θλίψεις με WH Treg NA28 ] με καὶ θλίψεις RP
§20:24
λόγου WH Treg NA28 ] λόγον RP
*20:24
ποιοῦμαι WH Treg NA28 ] + οὐδὲ ἔχω RP
†20:24
ψυχὴν WH Treg NA28 ] + μου RP
‡20:24
τελειῶσαι NA28 RP ] τελειώσω WH Treg
§20:24
μου WH Treg NA28 ] + μετὰ χαρᾶς RP
*20:25
βασιλείαν WH Treg NA28 ] + τοῦ θεοῦ RP
†20:26
διότι WH NA28 RP ] διὸ Treg
‡20:26
εἰμι WH Treg NA28 ] ἐγὼ RP
§20:27
πᾶσαν … θεοῦ ὑμῖν WH Treg NA28 ] ὑμῖν πᾶσαν … θεοῦ RP
*20:28
προσέχετε WH Treg NA28 ] + οὖν RP
†20:28
θεοῦ WH NA28 ] κυρίου Treg; κυρίου καὶ θεοῦ RP
‡20:28
αἵματος τοῦ ἰδίου WH Treg NA28 ] ἰδίου αἵματος RP
§20:29
οἶδα WH Treg NA28 ] γὰρ οἶδα τοῦτο RP
*20:30
ἑαυτῶν WH Treg ] αὐτῶν NA28 RP
†20:32
ὑμᾶς WH Treg NA28 ] + ἀδελφοί RP
‡20:32
θεῷ Treg NA28 RP ] κυρίῳ WH
§20:32
οἰκοδομῆσαι WH Treg NA28 ] ἐποικοδομῆσαι RP
*20:32
τὴν WH Treg NA28 ] ὑμῖν RP
†20:37
κλαυθμὸς ἐγένετο WH Treg NA28 ] ἐγένετο κλαυθμὸς RP
μεταπεμψάμενος WH Treg NA28 ] προσκαλεσάμενος RP
παρακαλέσας WH Treg NA28 ] – RP
πορεύεσθαι WH Treg NA28 ] πορευθῆναι RP
εἰς WH Treg NA28 ] + τὴν RP
ἐπιβουλῆς αὐτῷ WH Treg NA28 ] + αὐτῷ ἐπιβουλῆς RP
γνώμης WH Treg NA28 ] γνώμη RP
αὐτῷ WH NA28 ] + ἄχρι τῆς Ἀσίας Treg RP
Πύρρου WH Treg NA28 ] – RP
δὲ WH Treg NA28 ] – RP
προσελθόντες WH Treg RP ] προελθόντες NA28
οὗ WH Treg RP ] ὅπου NA28
ἡμῶν WH Treg NA28 ] τῶν μαθητῶν RP
καθεζόμενος WH Treg NA28 ] Καθήμενος RP
τὸν WH Treg NA28 ] – RP
προελθόντες WH Treg NA28 ] προσελθόντες RP
ἐπὶ WH Treg NA28 ] εἰς RP
διατεταγμένος ἦν WH Treg NA28 ] ἦν διατεταγμένος RP
συνέβαλλεν WH Treg NA28 ] συνέβαλεν RP
ἄντικρυς WH Treg NA28 ] ἀντικρύ RP
Σάμον WH Treg NA28 ] + καὶ μείναντες ἐν Τρωγυλλίῳ RP
δὲ WH Treg NA28 ] – RP
κεκρίκει WH Treg NA28 ] Ἔκρινεν RP
εἴη WH Treg NA28 ] ἦν RP
καὶ WH Treg NA28 ] + πολλῶν RP
εἰς WH Treg NA28 ] + τὸν RP
πίστιν WH Treg NA28 ] + τὴν RP
Ἰησοῦν WH NA28 RP ] + χριστόν Treg
δεδεμένος ἐγὼ WH Treg NA28 ] ἐγὼ δεδεμένος RP
μοι Treg NA28 RP ] ἐμοὶ WH
μοι WH Treg NA28 ] – RP
καὶ θλίψεις με WH Treg NA28 ] με καὶ θλίψεις RP
λόγου WH Treg NA28 ] λόγον RP
ποιοῦμαι WH Treg NA28 ] + οὐδὲ ἔχω RP
ψυχὴν WH Treg NA28 ] + μου RP
τελειῶσαι NA28 RP ] τελειώσω WH Treg
μου WH Treg NA28 ] + μετὰ χαρᾶς RP
βασιλείαν WH Treg NA28 ] + τοῦ θεοῦ RP
διότι WH NA28 RP ] διὸ Treg
εἰμι WH Treg NA28 ] ἐγὼ RP
πᾶσαν … θεοῦ ὑμῖν WH Treg NA28 ] ὑμῖν πᾶσαν … θεοῦ RP
προσέχετε WH Treg NA28 ] + οὖν RP
θεοῦ WH NA28 ] κυρίου Treg; κυρίου καὶ θεοῦ RP
αἵματος τοῦ ἰδίου WH Treg NA28 ] ἰδίου αἵματος RP
οἶδα WH Treg NA28 ] γὰρ οἶδα τοῦτο RP
ἑαυτῶν WH Treg ] αὐτῶν NA28 RP
ὑμᾶς WH Treg NA28 ] + ἀδελφοί RP
θεῷ Treg NA28 RP ] κυρίῳ WH
οἰκοδομῆσαι WH Treg NA28 ] ἐποικοδομῆσαι RP
τὴν WH Treg NA28 ] ὑμῖν RP
κλαυθμὸς ἐγένετο WH Treg NA28 ] ἐγένετο κλαυθμὸς RP