23
1ἀτενίσας δὲ ⸂ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν· Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. 2ὁ δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. 3τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν· Τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; 4οἱ δὲ παρεστῶτες εἶπαν· Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς; 5ἔφη τε ὁ Παῦλος· Οὐκ ᾔδειν, ἀδελφοί, ὅτιἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ⸀ὅτι Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
6Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ⸀ἔκραζενἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς ⸀Φαρισαίων περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ⸀ἐγὼκρίνομαι. 7τοῦτο δὲ αὐτοῦ ⸀λαλοῦντοςἐγένετο στάσις τῶν Φαρισαίων ⸂καὶ Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. 8Σαδδουκαῖοι ⸀μὲνγὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν ⸀μήτεἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. 9ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες ⸂τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ⸀ἄγγελος 10πολλῆς δὲ ⸀γινομένηςστάσεως ⸀φοβηθεὶςὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπʼ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα ⸀καταβὰνἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν ⸀τεεἰς τὴν παρεμβολήν.
11Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν· ⸀Θάρσει ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
12Γενομένης δὲ ἡμέρας ποιήσαντες ⸂συστροφὴν οἱ Ἰουδαῖοι ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον. 13ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ⸀ποιησάμενοι 14οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν· Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. 15νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ⸀ὅπως⸂καταγάγῃ αὐτὸν εἰς ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
16Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου ⸂τὴν ἐνέδραν παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ. 17προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη· Τὸν νεανίαν τοῦτον ⸀ἄπαγεπρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ⸂ἀπαγγεῖλαί τι αὐτῷ. 18ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν· Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν ⸀νεανίανἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι. 19ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατʼ ἰδίαν ἐπυνθάνετο· Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι; 20εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον ⸂τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς ⸀μέλλοντι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ· 21σὺ οὖν μὴ πεισθῇς αὐτοῖς, ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν ⸂εἰσιν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. 22ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν ⸀νεανίσκονπαραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ⸀ἐμέ
23Καὶ προσκαλεσάμενός ⸂τινας δύο τῶν ἑκατονταρχῶν εἶπεν· Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός, 24κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα, 25γράψας ἐπιστολὴν ⸀ἔχουσαντὸν τύπον τοῦτον· 26Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. 27τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπʼ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ⸀ἐξειλάμην μαθὼν ὅτι Ῥωμαῖός ἐστιν, 28βουλόμενός ⸀τε⸀ἐπιγνῶναιτὴν αἰτίαν διʼ ἣν ἐνεκάλουν αὐτῷ, ⸀κατήγαγονεἰς τὸ συνέδριον αὐτῶν. 29ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲ ⸀δὲ ἄξιον θανάτου ἢ δεσμῶν ⸂ἔχοντα ἔγκλημα. 30μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ⸀ἄνδραἔσεσθαι ⸀ἐξαυτῆςἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις ⸀λέγεινπρὸς αὐτὸν ἐπὶ ⸀σοῦ
31Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον ⸀διὰνυκτὸς εἰς τὴν Ἀντιπατρίδα· 32τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ⸀ἀπέρχεσθαισὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· 33οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. 34ἀναγνοὺς ⸀δὲκαὶ ἐπερωτήσας ἐκ ποίας ⸀ἐπαρχείαςἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, 35Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· ⸀κελεύσαςἐν τῷ πραιτωρίῳ ⸀τοῦἩρῴδου φυλάσσεσθαι ⸀αὐτόν
Notes
*23:1
ὁ Παῦλος τῷ συνεδρίῳ NA28 RP ] Παῦλος τῷ συνεδρίῳ WH; τῷ συνεδρίῳ ὁ Παῦλος Treg
†23:5
ὅτι WH Treg NA28 ] – RP
‡23:6
ἔκραζεν WH Treg NA28 ] ἔκραξεν RP
§23:6
Φαρισαίων WH Treg NA28 ] Φαρισαίου RP
*23:6
ἐγὼ NA28 RP ] – WH Treg
†23:7
λαλοῦντος WH ] εἰπόντος NA28 Treg; λαλήσαντος RP
‡23:7
καὶ Σαδδουκαίων WH Treg NA28 ] – RP
§23:8
μὲν Treg NA28 RP ] – WH
*23:8
μήτε WH Treg NA28 ] μηδὲ RP
†23:9
τινὲς τῶν γραμματέων WH Treg NA28 ] οἱ γραμματεῖς RP
‡23:9
ἄγγελος WH Treg NA28 ] + μὴ θεομαχῶμεν RP
§23:10
γινομένης WH NA28 ] γενομένης Treg RP
*23:10
φοβηθεὶς WH Treg NA28 ] εὐλαβηθεὶς RP
†23:10
καταβὰν WH Treg NA28 ] καταβῆναι καὶ RP
‡23:10
τε Treg NA28 RP ] – WH
§23:11
Θάρσει WH Treg NA28 ] + Παῦλε RP
*23:12
συστροφὴν οἱ Ἰουδαῖοι WH Treg NA28 ] τινες τῶν Ἰουδαίων συστροφήν RP
†23:13
ποιησάμενοι WH Treg NA28 ] πεποιηκότες RP
‡23:15
ὅπως WH Treg NA28 ] + αὔριον RP
§23:15
καταγάγῃ αὐτὸν εἰς WH Treg NA28 ] αὐτὸν καταγάγῃ πρὸς RP
*23:16
τὴν ἐνέδραν WH Treg NA28 ] τὸ ἔνεδρον RP
†23:17
ἄπαγε WH Treg ] ἀπάγαγε NA28 RP
‡23:17
ἀπαγγεῖλαί τι WH Treg NA28 ] τι ἀπαγγεῖλαί RP
§23:18
νεανίαν WH RP ] νεανίσκον NA28 Treg
*23:20
τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον WH Treg NA28 ] εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον RP
†23:20
μέλλον NA28 ] μέλλων WH Treg; μέλλοντά RP
‡23:21
εἰσιν ἕτοιμοι WH Treg NA28 ] ἕτοιμοι εἰσιν RP
§23:22
νεανίσκον WH Treg NA28 ] νεανίαν RP
*23:22
ἐμέ WH Treg ] με NA28 RP
†23:23
τινας δύο WH Treg ] δύο τινας NA28 RP
‡23:25
ἔχουσαν WH Treg NA28 ] περιέχουσαν RP
§23:27
ἐξειλάμην WH Treg NA28 ] + αὐτόν RP
*23:28
τε WH Treg NA28 ] δὲ RP
†23:28
ἐπιγνῶναι WH Treg NA28 ] γνῶναι RP
‡23:28
κατήγαγον WH Treg NA28 ] + αὐτὸν RP
§23:29
δὲ WH Treg NA28 ] – RP
*23:29
ἔχοντα ἔγκλημα WH Treg NA28 ] ἔγκλημα ἔχοντα RP
†23:30
ἄνδρα WH Treg NA28 ] + μέλλειν RP
‡23:30
ἐξαυτῆς WH NA28 ] ἐξ αὐτῶν Treg; ὑπὸ τῶν Ἰουδαίων ἐξαυτῆς RP
§23:30
λέγειν WH Treg ] + τὰ NA28 RP
*23:30
σοῦ WH Treg NA28 ] + Ἔρρωσο RP
†23:31
διὰ WH Treg NA28 ] + τῆς RP
‡23:32
ἀπέρχεσθαι WH Treg NA28 ] πορεύεσθαι RP
§23:34
δὲ WH Treg NA28 ] + ὁ ἡγεμών RP
*23:34
ἐπαρχείας WH NA28 ] ἐπαρχίας Treg RP
†23:35
κελεύσας WH Treg NA28 ] Ἐκέλευσέν τε αὐτὸν RP
‡23:35
τοῦ WH Treg NA28 ] – RP
§23:35
αὐτόν WH Treg NA28 ] – RP
ὁ Παῦλος τῷ συνεδρίῳ NA28 RP ] Παῦλος τῷ συνεδρίῳ WH; τῷ συνεδρίῳ ὁ Παῦλος Treg
ὅτι WH Treg NA28 ] – RP
ἔκραζεν WH Treg NA28 ] ἔκραξεν RP
Φαρισαίων WH Treg NA28 ] Φαρισαίου RP
ἐγὼ NA28 RP ] – WH Treg
λαλοῦντος WH ] εἰπόντος NA28 Treg; λαλήσαντος RP
καὶ Σαδδουκαίων WH Treg NA28 ] – RP
μὲν Treg NA28 RP ] – WH
μήτε WH Treg NA28 ] μηδὲ RP
τινὲς τῶν γραμματέων WH Treg NA28 ] οἱ γραμματεῖς RP
ἄγγελος WH Treg NA28 ] + μὴ θεομαχῶμεν RP
γινομένης WH NA28 ] γενομένης Treg RP
φοβηθεὶς WH Treg NA28 ] εὐλαβηθεὶς RP
καταβὰν WH Treg NA28 ] καταβῆναι καὶ RP
τε Treg NA28 RP ] – WH
Θάρσει WH Treg NA28 ] + Παῦλε RP
συστροφὴν οἱ Ἰουδαῖοι WH Treg NA28 ] τινες τῶν Ἰουδαίων συστροφήν RP
ποιησάμενοι WH Treg NA28 ] πεποιηκότες RP
ὅπως WH Treg NA28 ] + αὔριον RP
καταγάγῃ αὐτὸν εἰς WH Treg NA28 ] αὐτὸν καταγάγῃ πρὸς RP
τὴν ἐνέδραν WH Treg NA28 ] τὸ ἔνεδρον RP
ἄπαγε WH Treg ] ἀπάγαγε NA28 RP
ἀπαγγεῖλαί τι WH Treg NA28 ] τι ἀπαγγεῖλαί RP
νεανίαν WH RP ] νεανίσκον NA28 Treg
τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον WH Treg NA28 ] εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον RP
μέλλον NA28 ] μέλλων WH Treg; μέλλοντά RP
εἰσιν ἕτοιμοι WH Treg NA28 ] ἕτοιμοι εἰσιν RP
νεανίσκον WH Treg NA28 ] νεανίαν RP
ἐμέ WH Treg ] με NA28 RP
τινας δύο WH Treg ] δύο τινας NA28 RP
ἔχουσαν WH Treg NA28 ] περιέχουσαν RP
ἐξειλάμην WH Treg NA28 ] + αὐτόν RP
τε WH Treg NA28 ] δὲ RP
ἐπιγνῶναι WH Treg NA28 ] γνῶναι RP
κατήγαγον WH Treg NA28 ] + αὐτὸν RP
δὲ WH Treg NA28 ] – RP
ἔχοντα ἔγκλημα WH Treg NA28 ] ἔγκλημα ἔχοντα RP
ἄνδρα WH Treg NA28 ] + μέλλειν RP
ἐξαυτῆς WH NA28 ] ἐξ αὐτῶν Treg; ὑπὸ τῶν Ἰουδαίων ἐξαυτῆς RP
λέγειν WH Treg ] + τὰ NA28 RP
σοῦ WH Treg NA28 ] + Ἔρρωσο RP
διὰ WH Treg NA28 ] + τῆς RP
ἀπέρχεσθαι WH Treg NA28 ] πορεύεσθαι RP
δὲ WH Treg NA28 ] + ὁ ἡγεμών RP
ἐπαρχείας WH NA28 ] ἐπαρχίας Treg RP
κελεύσας WH Treg NA28 ] Ἐκέλευσέν τε αὐτὸν RP
τοῦ WH Treg NA28 ] – RP
αὐτόν WH Treg NA28 ] – RP