1Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη· Ἐπιτρέπεταί σοι ⸀ὑπὲρσεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ⸂ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο· 2Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων ⸂σήμερον ἀπολογεῖσθαι, 3μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ⸀ἐθῶντε καὶ ζητημάτων· διὸ ⸀δέομαιμακροθύμως ἀκοῦσαί μου. 4Τὴν μὲν οὖν βίωσίν μου ⸀τὴνἐκ νεότητος τὴν ἀπʼ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν ⸀τεἹεροσολύμοις ἴσασι ⸀πάντεςἸουδαῖοι, 5προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. 6καὶ νῦν ἐπʼ ἐλπίδι τῆς ⸀εἰςτοὺς πατέρας ⸀ἡμῶνἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος, 7εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ⸂ὑπὸ Ἰουδαίων, βασιλεῦ⸃· 8τί ἄπιστον κρίνεται παρʼ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει; 9Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· 10ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς ⸀τετῶν ἁγίων ἐγὼ ⸀ἐνφυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον, 11καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις. 12Ἐν ⸀οἷςπορευόμενος εἰς τὴν Δαμασκὸν μετʼ ἐξουσίας καὶ ἐπιτροπῆς ⸀τῆςτῶν ἀρχιερέων 13ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους· 14πάντων ⸀τεκαταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν ⸀λέγουσανπρός ⸀μετῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. 15ἐγὼ δὲ εἶπα· Τίς εἶ, κύριε; ὁ δὲ ⸀κύριοςεἶπεν· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· 16ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές ⸀μεὧν τε ὀφθήσομαί σοι, 17ἐξαιρούμενός σε ἐκτοῦ λαοῦ καὶ ⸀ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ⸂ἀποστέλλω σε 18ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ⸀ἐπιστρέψαιἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. 19Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, 20ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν ⸀τεκαὶ Ἱεροσολύμοις, ⸀πᾶσάντε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν ⸀ἀπήγγελλονμετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. 21ἕνεκα τούτων ⸂με Ἰουδαῖοι ⸀συλλαβόμενοιἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. 22ἐπικουρίας οὖν τυχὼν τῆς ⸀ἀπὸτοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς, 23εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ ⸀τελαῷ καὶ τοῖς ἔθνεσιν. 24Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ⸀φησιν Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. 25ὁ δὲ ⸀Παῦλος Οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. 26ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν ⸀καὶπαρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ ⸀αὐτὸντούτων οὐ πείθομαι ⸀οὐθέν οὐ γάρ ⸀ἐστινἐν γωνίᾳ πεπραγμένον τοῦτο. 27πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις. 28ὁ δὲ Ἀγρίππας πρὸς τὸν ⸀Παῦλον Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ⸀ποιῆσαι 29ὁ δὲ ⸀Παῦλος Εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν ⸀μεγάλῳοὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων. 30⸀Ἀνέστη⸀τεὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς, 31καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου ⸂ἢ δεσμῶν ἄξιον ⸀τιπράσσει ὁ ἄνθρωπος οὗτος. 32Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.

Notes


*26:1 ὑπὲρ WH RP ] περὶ Treg NA28

26:1 ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο WH Treg NA28 ] ἀπελογεῖτο ἐκτείνας τὴν χεῖρα RP

26:2 σήμερον ἀπολογεῖσθαι WH Treg NA28 ] ἀπολογεῖσθαι σήμερον RP

§26:3 ἐθῶν WH Treg NA28 ] ἠθῶν RP

*26:3 δέομαι WH Treg NA28 ] + σου RP

26:4 τὴν NA28 RP ] – WH Treg

26:4 τε WH Treg NA28 ] – RP

§26:4 πάντες WH Treg ] + οἱ NA28 RP

*26:6 εἰς WH Treg NA28 ] πρὸς RP

26:6 ἡμῶν WH Treg NA28 ] – RP

26:7 ὑπὸ Ἰουδαίων βασιλεῦ WH Treg NA28 ] βασιλεῦ Ἀγρίππα ὑπὸ Ἰουδαίων RP

§26:10 τε WH Treg NA28 ] – RP

*26:10 ἐν WH Treg NA28 ] – RP

26:12 οἷς WH Treg NA28 ] + καὶ RP

26:12 τῆς WH Treg NA28 ] + παρὰ RP

§26:14 τε WH Treg NA28 ] δὲ RP

*26:14 λέγουσαν WH Treg NA28 ] λαλοῦσαν RP

26:14 με WH Treg NA28 ] + καὶ λέγουσαν RP

26:15 κύριος WH Treg NA28 ] – RP

§26:16 με WH NA28 ] – Treg RP

*26:17 ἐκ WH Treg NA28 ] – RP

26:17 ἀποστέλλω σε WH Treg NA28 ] σε ἀποστέλλω RP

26:18 ἐπιστρέψαι WH Treg NA28 ] ὑποστρέψαι RP

§26:20 τε WH Treg NA28 ] – RP

*26:20 πᾶσάν WH Treg NA28 ] εἰς πᾶσάν RP

26:20 ἀπήγγελλον WH Treg NA28 ] ἀπαγγέλλων RP

26:21 με Ἰουδαῖοι WH Treg NA28 ] οἱ Ἰουδαῖοι με RP

§26:21 συλλαβόμενοι WH Treg RP ] + ὄντα NA28

*26:22 ἀπὸ WH Treg NA28 ] παρὰ RP

26:23 τε WH Treg NA28 ] – RP

26:24 φησιν WH Treg NA28 ] ἔφη RP

§26:25 Παῦλος WH Treg NA28 ] – RP

*26:26 καὶ Treg NA28 RP ] – WH

26:26 αὐτὸν WH ] + τι Treg NA28 RP

26:26 οὐθέν WH Treg NA28 ] οὐδέν RP

§26:26 ἐστιν WH Treg NA28 ] – RP

*26:28 Παῦλον WH Treg NA28 ] + ἔφη RP

26:28 ποιῆσαι WH Treg NA28 ] γενέσθαι RP

26:29 Παῦλος WH Treg NA28 ] + εἶπεν RP

§26:29 μεγάλῳ WH Treg NA28 ] πολλῷ RP

*26:30 Ἀνέστη WH Treg NA28 ] Καὶ ταῦτα εἰπόντος αὐτοῦ ἀνέστη RP

26:30 τε WH Treg NA28 ] – RP

26:31 ἢ δεσμῶν ἄξιον WH Treg NA28 ] ἄξιον ἢ δεσμῶν RP

§26:31 τι NA28 ] – WH Treg RP