1οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν ⸀οὐρανῷ
2Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ, 3προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, διʼ ὃ καὶ δέδεμαι, 4ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι.
5Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. 6ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
7Τὰ κατʼ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ, 8ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα ⸀γνῶτετὰ περὶ ⸀ἡμῶνκαὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, 9σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε.
10Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ (περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν), 11καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. 12ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος ⸀Χριστοῦ πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα ⸀σταθῆτετέλειοι καὶ ⸀πεπληροφορημένοιἐν παντὶ θελήματι τοῦ θεοῦ. 13μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ⸂πολὺν πόνον ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει. 14ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς. 15ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ ⸂Νύμφαν καὶ τὴν κατʼ οἶκον αὐτῆς ἐκκλησίαν. 16καὶ ὅταν ἀναγνωσθῇ παρʼ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ ⸀Λαοδικέωνἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. 17καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
18Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. ἡ χάρις μεθʼ ⸀ὑμῶν ‘p /’ ‘/book’

Notes


*4:1 οὐρανῷ WH Treg NA28 ] οὐρανοῖς RP

4:8 γνῶτε WH Treg NA28 ] γνῷ RP

4:8 ἡμῶν WH Treg NA28 ] ὑμῶν RP

§4:12 Χριστοῦ RP ] + Ἰησοῦ WH Treg NA28

*4:12 σταθῆτε WH Treg NA28 ] στῆτε RP

4:12 πεπληροφορημένοι WH Treg NA28 ] πεπληρωμένοι RP

4:13 πολὺν πόνον WH Treg NA28 ] ζῆλον πολὺν RP

§4:15 Νύμφαν καὶ … οἶκον αὐτῆς WH NA28 ] Νυμφᾶν καὶ … οἶκον αὐτῶν Treg; Νυμφᾶν καὶ … οἶκον αὐτοῦ RP

*4:16 Λαοδικέων WH Treg NA28 ] Λαοδικαίων RP

4:18 ὑμῶν WH Treg NA28 ] + Ἀμήν RP