5
1γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, 2καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ⸀ἡμᾶςκαὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ⸀ἡμῶνπροσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
3Πορνεία δὲ καὶ ⸂ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, 4καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ⸂ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία. 5τοῦτο γὰρ ⸀ἴστεγινώσκοντες ὅ ι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ⸀ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
6Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. 7μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· 8ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε, 9ὁ γὰρ καρπὸς τοῦ ⸀φωτὸςἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ, 10δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ· 11καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε, 12τὰ γὰρ κρυφῇ γινόμενα ὑπʼ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν· 13τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, 14πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
15Βλέπετε οὖν ⸂ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλʼ ὡς σοφοί, 16ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. 17διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ ⸀συνίετετί τὸ θέλημα τοῦ κυρίου· 18καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, 19λαλοῦντες ⸀ἑαυτοῖςψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ⸀ψάλλοντεςτῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ, 20εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί, 21ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
22Αἱ γυναῖκες τοῖς ἰδίοις ⸀ἀνδράσινὡς τῷ κυρίῳ, 23ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, ⸀αὐτὸςσωτὴρ τοῦ σώματος. 24ἀλλὰ ⸀ὡςἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες ⸀τοῖςἀνδράσιν ἐν παντί.
25Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ⸀γυναῖκας καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, 26ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, 27ἵνα παραστήσῃ ⸀αὐτὸςἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλʼ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. 28οὕτως ὀφείλουσιν ⸀καὶοἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ, 29οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ ⸀Χριστὸςτὴν ἐκκλησίαν, 30ὅτι μέλη ἐσμὲν τοῦ σώματος ⸀αὐτοῦ 31ἀντὶ τούτου καταλείψει ἄνθρωπος ⸀τὸν⸀πατέρακαὶ ⸀τὴνμητέρα καὶ προσκολληθήσεται ⸂τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 32τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. 33πλὴν καὶ ὑμεῖς οἱ καθʼ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
Notes
*5:2
ἡμᾶς RP NA28 ] ὑμᾶς WH Treg
†5:2
ἡμῶν RP NA28 Treg ] ὑμῶν WH
‡5:3
ἀκαθαρσία πᾶσα WH Treg NA28 ] πᾶσα ἀκαθαρσία RP
§5:4
ἃ οὐκ ἀνῆκεν WH Treg NA28 ] τὰ οὐκ ἀνήκοντα RP
*5:5
ἴστε WH Treg NA28 ] ἔστε RP
†5:5
ὅ WH Treg NA28 ] ὅς RP
‡5:9
φωτὸς WH Treg NA28 ] πνεύματος RP
§5:15
ἀκριβῶς πῶς WH NA28 ] πῶς ἀκριβῶς Treg RP
*5:17
συνίετε WH Treg NA28 ] συνιέντες RP
†5:19
ἑαυτοῖς WH Treg RP ] + ἐν NA28
‡5:19
ψάλλοντες WH NA28 ] + ἐν Treg RP
§5:22
ἀνδράσιν WH NA28 ] + ὑποτασσέσθωσαν Treg; + ὑποτάσσεσθε RP
*5:23
αὐτὸς WH Treg NA28 ] καὶ αὐτὸς ἐστιν RP
†5:24
ὡς WH Treg NA28 ] ὡσπερ RP
‡5:24
τοῖς WH Treg NA28 ] + ἰδίοις RP
§5:25
γυναῖκας WH Treg NA28 ] + ἑαυτῶν RP
*5:27
αὐτὸς WH Treg NA28 ] αὐτὴν RP
†5:28
καὶ WH Treg NA28 ] – RP
‡5:29
Χριστὸς WH Treg NA28 ] κύριος RP
§5:30
αὐτοῦ WH Treg NA28 ] + ἐκ τῆς σαρκός αὐτοῦ καί ἐκ τῶν ὀστέων αὐτοῦ RP
*5:31
τὸν WH NA28 RP ] – Treg
†5:31
πατέρα WH Treg NA28 ] + αὐτοῦ RP
‡5:31
τὴν WH NA28 RP ] – Treg
§5:31
τῇ γυναικὶ Treg ] πρὸς τὴν γυναῖκα WH NA28 RP
ἡμᾶς RP NA28 ] ὑμᾶς WH Treg
ἡμῶν RP NA28 Treg ] ὑμῶν WH
ἀκαθαρσία πᾶσα WH Treg NA28 ] πᾶσα ἀκαθαρσία RP
ἃ οὐκ ἀνῆκεν WH Treg NA28 ] τὰ οὐκ ἀνήκοντα RP
ἴστε WH Treg NA28 ] ἔστε RP
ὅ WH Treg NA28 ] ὅς RP
φωτὸς WH Treg NA28 ] πνεύματος RP
ἀκριβῶς πῶς WH NA28 ] πῶς ἀκριβῶς Treg RP
συνίετε WH Treg NA28 ] συνιέντες RP
ἑαυτοῖς WH Treg RP ] + ἐν NA28
ψάλλοντες WH NA28 ] + ἐν Treg RP
ἀνδράσιν WH NA28 ] + ὑποτασσέσθωσαν Treg; + ὑποτάσσεσθε RP
αὐτὸς WH Treg NA28 ] καὶ αὐτὸς ἐστιν RP
ὡς WH Treg NA28 ] ὡσπερ RP
τοῖς WH Treg NA28 ] + ἰδίοις RP
γυναῖκας WH Treg NA28 ] + ἑαυτῶν RP
αὐτὸς WH Treg NA28 ] αὐτὴν RP
καὶ WH Treg NA28 ] – RP
Χριστὸς WH Treg NA28 ] κύριος RP
αὐτοῦ WH Treg NA28 ] + ἐκ τῆς σαρκός αὐτοῦ καί ἐκ τῶν ὀστέων αὐτοῦ RP
τὸν WH NA28 RP ] – Treg
πατέρα WH Treg NA28 ] + αὐτοῦ RP
τὴν WH NA28 RP ] – Treg
τῇ γυναικὶ Treg ] πρὸς τὴν γυναῖκα WH NA28 RP