12
1Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, διʼ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, 2ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν.
3Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς ⸀ἑαυτοὺςἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. 4οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι, 5καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται, Υἱέ μου, μὴ ὀλιγώρει παιδείας κυρίου, μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος· 6ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. 7εἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός· τίς ⸀γὰρυἱὸς ὃν οὐ παιδεύει πατήρ; 8εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ⸂καὶ οὐχ υἱοί ἐστε. 9εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ ⸀πολὺμᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν; 10οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. 11πᾶσα ⸀δὲπαιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς διʼ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.
12Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, 13καὶ τροχιὰς ὀρθὰς ⸀ποιεῖτετοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
14Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον, 15ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ ⸂διʼ αὐτῆς μιανθῶσιν ⸀πολλοί 16μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδετο τὰ πρωτοτόκια ⸀ἑαυτοῦ 17ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
18Οὐ γὰρ προσεληλύθατε ⸀ψηλαφωμένῳκαὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ ⸀ζόφῳκαὶ θυέλλῃ 19καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο ⸀μὴπροστεθῆναι αὐτοῖς λόγον· 20οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται· 21καί, οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν· Ἔκφοβός εἰμι καὶ ἔντρομος. 22ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει 23καὶ ἐκκλησίᾳ πρωτοτόκων ⸂ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, 24καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅβελ.
25Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ⸀ἐξέφυγον⸂ἐπὶ γῆς παραιτησάμενοι τὸν χρηματίζοντα, ⸀πολὺμᾶλλον ἡμεῖς οἱ τὸν ἀπʼ οὐρανῶν ἀποστρεφόμενοι· 26οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων· Ἔτι ἅπαξ ἐγὼ ⸀σείσωοὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν. 27τὸ δὲ Ἔτι ἅπαξ δηλοῖ ⸂τῶν σαλευομένων μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. 28διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, διʼ ἧς ⸀λατρεύωμενεὐαρέστως τῷ θεῷ μετὰ ⸂εὐλαβείας καὶ δέους, 29καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον.
Notes
*12:3
ἑαυτοὺς WH ] ἑαυτὸν NA28 Treg; ἀυτὸν RP
†12:7
γὰρ WH Treg NA28 ] + ἐστιν RP
‡12:8
καὶ οὐχ υἱοί ἐστε WH Treg NA28 ] ἐστε καὶ οὐχ υἱοί RP
§12:9
πολὺ WH Treg ] πολὺ δὲ NA28; πολλῷ RP
*12:11
δὲ Treg NA28 RP ] μὲν WH
†12:13
ποιεῖτε WH Treg NA28 ] ποιήσατε RP
‡12:15
διʼ αὐτῆς WH NA28 ] διὰ ταύτης Treg RP
§12:15
πολλοί NA28 RP ] οἱ πολλοί WH Treg
*12:16
ἑαυτοῦ WH Treg NA28 ] αὐτοῦ RP
†12:18
ψηλαφωμένῳ WH Treg NA28 ] + ὄρει RP
‡12:18
ζόφῳ WH Treg NA28 ] σκότῳ RP
§12:19
μὴ Treg NA28 RP ] – WH
*12:23
ἀπογεγραμμένων ἐν οὐρανοῖς WH Treg NA28 ] ἐν οὐρανοῖς ἀπογεγραμμένων RP
†12:25
ἐξέφυγον WH Treg NA28 ] ἔφυγον RP
‡12:25
ἐπὶ γῆς παραιτησάμενοι τὸν WH Treg NA28 ] τὸν ἐπὶ γῆς παραιτησάμενοι RP
§12:25
πολὺ WH Treg NA28 ] πολλῷ RP
*12:26
σείσω WH Treg NA28 ] σείω RP
†12:27
τῶν σαλευομένων Holmes WHmarg ] τὴν τῶν σαλευομένων WH Treg NA28; τῶν σαλευομένων τὴν RP
‡12:28
λατρεύωμεν WH Treg NA28 ] λατρεύομεν RP
§12:28
εὐλαβείας καὶ δέους WH Treg NA28 ] αἰδοῦς καὶ εὐλαβείας RP
ἑαυτοὺς WH ] ἑαυτὸν NA28 Treg; ἀυτὸν RP
γὰρ WH Treg NA28 ] + ἐστιν RP
καὶ οὐχ υἱοί ἐστε WH Treg NA28 ] ἐστε καὶ οὐχ υἱοί RP
πολὺ WH Treg ] πολὺ δὲ NA28; πολλῷ RP
δὲ Treg NA28 RP ] μὲν WH
ποιεῖτε WH Treg NA28 ] ποιήσατε RP
διʼ αὐτῆς WH NA28 ] διὰ ταύτης Treg RP
πολλοί NA28 RP ] οἱ πολλοί WH Treg
ἑαυτοῦ WH Treg NA28 ] αὐτοῦ RP
ψηλαφωμένῳ WH Treg NA28 ] + ὄρει RP
ζόφῳ WH Treg NA28 ] σκότῳ RP
μὴ Treg NA28 RP ] – WH
ἀπογεγραμμένων ἐν οὐρανοῖς WH Treg NA28 ] ἐν οὐρανοῖς ἀπογεγραμμένων RP
ἐξέφυγον WH Treg NA28 ] ἔφυγον RP
ἐπὶ γῆς παραιτησάμενοι τὸν WH Treg NA28 ] τὸν ἐπὶ γῆς παραιτησάμενοι RP
πολὺ WH Treg NA28 ] πολλῷ RP
σείσω WH Treg NA28 ] σείω RP
τῶν σαλευομένων Holmes WHmarg ] τὴν τῶν σαλευομένων WH Treg NA28; τῶν σαλευομένων τὴν RP
λατρεύωμεν WH Treg NA28 ] λατρεύομεν RP
εὐλαβείας καὶ δέους WH Treg NA28 ] αἰδοῦς καὶ εὐλαβείας RP