1Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα· 2πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. 3⸂εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰςτὰ στόματα βάλλομεν ⸀εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. 4ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ ⸂ἀνέμων σκληρῶν ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ⸂ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται· 5οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ ⸂μεγάλα αὐχεῖ.
Ἰδοὺ ⸀ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει· 6καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ⸀ἀδικίαςἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. 7πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ· 8τὴν δὲ γλῶσσαν οὐδεὶς ⸂δαμάσαι δύναται ἀνθρώπων· ⸀ἀκατάστατονκακόν, μεστὴ ἰοῦ θανατηφόρου. 9ἐν αὐτῇ εὐλογοῦμεν τὸν ⸀κύριονκαὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθʼ ὁμοίωσιν θεοῦ γεγονότας· 10ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι. 11μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; 12μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα; ⸂οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ.
13Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας. 14εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. 15οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλὰ ἐπίγειος, ψυχική, δαιμονιώδης· 16ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. 17ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ⸀ἀδιάκριτος ἀνυπόκριτος· 18καρπὸς ⸀δὲδικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.

Notes


*3:3 εἰ δὲ WH Treg NA28 ] Ἴδε RP

3:3 εἰς WH Treg NA28 ] πρὸς RP

3:4 ἀνέμων σκληρῶν WH Treg NA28 ] σκληρῶν ἀνέμων RP

§3:4 ἡ … βούλεται WH Treg NA28 ] ἂν ἡ … βούληται RP

*3:5 μεγάλα αὐχεῖ WH Treg NA28 ] μεγαλαυχεῖ RP

3:5 ἡλίκον WH Treg NA28 ] ὀλίγον RP

3:6 ἀδικίας WH Treg NA28 ] + οὕτως RP

§3:8 δαμάσαι δύναται ἀνθρώπων WH Treg NA28 ] δύναται ἀνθρώπων δαμάσαι RP

*3:8 ἀκατάστατον WH Treg NA28 ] ἀκατάσχετον RP

3:9 κύριον WH Treg NA28 ] θεὸν RP

3:12 οὔτε ἁλυκὸν WH Treg NA28 ] Οὕτως οὐδεμια πηγὴ ἁλυκὸν καὶ RP

§3:17 ἀδιάκριτος WH Treg NA28 ] + καὶ RP

*3:18 δὲ WH Treg NA28 ] + τῆς RP