5
1Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. 2ὁ πλοῦτος ὑμῶν σέσηπεν, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν, 3ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν· ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. 4ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ⸀ἀφυστερημένοςἀφʼ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ⸀εἰσεληλύθασιν 5ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ⸀ὑμῶνἐν ἡμέρᾳ σφαγῆς. 6κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον. οὐκ ἀντιτάσσεται ὑμῖν;
7Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπʼ ⸀αὐτῷἕως ⸀λάβῃπρόϊμον καὶ ὄψιμον. 8μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν. 9μὴ στενάζετε, ⸂ἀδελφοί, κατʼ ἀλλήλων⸃, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. 10ὑπόδειγμα λάβετε, ⸀ἀδελφοί τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν ⸀ἐντῷ ὀνόματι κυρίου. 11ἰδοὺ μακαρίζομεν τοὺς ⸀ὑπομείναντας τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου ⸀εἴδετε ὅτι πολύσπλαγχνός ἐστιν ⸂ὁ κύριος καὶ οἰκτίρμων.
12Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ, ἵνα μὴ ⸂ὑπὸ κρίσιν πέσητε.
13Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω. 14ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπʼ αὐτὸνἀλείψαντες ⸀αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου· 15καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. 16ἐξομολογεῖσθε ⸀οὖνἀλλήλοις ⸂τὰς ἁμαρτίας καὶ ⸀εὔχεσθεὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. 17Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· 18καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ⸂ὑετὸν ἔδωκεν καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.
19Ἀδελφοί ⸀μου ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν, 20⸀γινωσκέτωὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦσώσει ψυχὴν ⸀αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν. ‘p /’ ‘/book’
Notes
*5:4
ἀφυστερημένος WH Treg ] ἀπεστερημένος NA28 RP
†5:4
εἰσεληλύθασιν NA28 RP ] εἰσελήλυθαν WH Treg
‡5:5
ὑμῶν WH Treg NA28 ] + ὡς RP
§5:7
αὐτῷ WH Treg NA28 ] αὐτόν RP
*5:7
λάβῃ WH Treg NA28 ] + ὑετὸν RP
†5:9
ἀδελφοί κατʼ ἀλλήλων WH Treg NA28 ] κατʼ ἀλλήλων ἀδελφοί RP
‡5:10
ἀδελφοί WH Treg NA28 ] + μου RP
§5:10
ἐν WH Treg NA28 ] – RP
*5:11
ὑπομείναντας WH Treg NA28 ] ὑπομένοντας RP
†5:11
εἴδετε WH Treg NA28 ] ἴδετε RP
‡5:11
ὁ κύριος WH Treg NA28 ] – RP
§5:12
ὑπὸ κρίσιν WH Treg NA28 ] εἴς ὑπὸκρίσιν RP
*5:14
αὐτὸν Treg NA28 RP ] – WH
†5:16
οὖν WH Treg NA28 ] – RP
‡5:16
τὰς ἁμαρτίας WH Treg NA28 ] τὰ παραπτώματα RP
§5:16
εὔχεσθε Treg NA28 RP ] προσεύχεσθε WH
*5:18
ὑετὸν ἔδωκεν WH NA28 RP ] ἔδωκεν ὑετὸν Treg
†5:19
μου WH Treg NA28 ] – RP
‡5:20
γινωσκέτω Treg NA28 RP ] γινώσκετε WH
§5:20
αὐτοῦ WH NA28 ] – Treg RP
ἀφυστερημένος WH Treg ] ἀπεστερημένος NA28 RP
εἰσεληλύθασιν NA28 RP ] εἰσελήλυθαν WH Treg
ὑμῶν WH Treg NA28 ] + ὡς RP
αὐτῷ WH Treg NA28 ] αὐτόν RP
λάβῃ WH Treg NA28 ] + ὑετὸν RP
ἀδελφοί κατʼ ἀλλήλων WH Treg NA28 ] κατʼ ἀλλήλων ἀδελφοί RP
ἀδελφοί WH Treg NA28 ] + μου RP
ἐν WH Treg NA28 ] – RP
ὑπομείναντας WH Treg NA28 ] ὑπομένοντας RP
εἴδετε WH Treg NA28 ] ἴδετε RP
ὁ κύριος WH Treg NA28 ] – RP
ὑπὸ κρίσιν WH Treg NA28 ] εἴς ὑπὸκρίσιν RP
αὐτὸν Treg NA28 RP ] – WH
οὖν WH Treg NA28 ] – RP
τὰς ἁμαρτίας WH Treg NA28 ] τὰ παραπτώματα RP
εὔχεσθε Treg NA28 RP ] προσεύχεσθε WH
ὑετὸν ἔδωκεν WH NA28 RP ] ἔδωκεν ὑετὸν Treg
μου WH Treg NA28 ] – RP
γινωσκέτω Treg NA28 RP ] γινώσκετε WH
αὐτοῦ WH NA28 ] – Treg RP