6
1Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος. 2⸂ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι ⸀ἐθεώρουντὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. 3ἀνῆλθεν δὲ εἰς τὸ ⸀ὄροςἸησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. 4ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. 5ἐπάρας οὖν ⸂τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸςαὐτὸν λέγει ⸀πρὸς Φίλιππον· Πόθεν ⸀ἀγοράσωμενἄρτους ἵνα φάγωσιν οὗτοι; 6τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν. 7ἀπεκρίθη ⸀αὐτῷΦίλιππος· Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ⸀ἕκαστοςβραχύ ⸀τιλάβῃ. 8λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· 9Ἔστιν ⸀παιδάριονὧδε ⸀ὃςἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; 10⸀εἶπενὁ Ἰησοῦς· Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ⸀ὡςπεντακισχίλιοι. 11ἔλαβεν ⸀οὖντοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας ⸀διέδωκεντοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. 12ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ· Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. 13συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ⸀ἐπερίσσευσαντοῖς βεβρωκόσιν. 14οἱ οὖν ἄνθρωποι ἰδόντες ⸂ὃ ἐποίησεν σημεῖον ⸀ἔλεγονὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.
15Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ⸀ποιήσωσινβασιλέα ἀνεχώρησεν ⸀πάλινεἰς τὸ ὄρος αὐτὸς μόνος.
16Ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, 17καὶ ἐμβάντες ⸀εἰςπλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ ⸀οὔπωἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, 18ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος ⸀διεγείρετο 19ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. 20ὁ δὲ λέγει αὐτοῖς· Ἐγώ εἰμι, μὴ φοβεῖσθε. 21ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ⸂ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.
22Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης ⸀εἶδονὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ⸀ἕν καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ ⸀πλοῖονἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· 23⸀ἀλλὰἦλθεν ⸀πλοιάριαἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου. 24ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ ⸀πλοιάριακαὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν.
25Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· Ῥαββί, πότε ὧδε γέγονας; 26ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα ἀλλʼ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε· 27ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει, τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός. 28εἶπον οὖν πρὸς αὐτόν· Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ; 29ἀπεκρίθη ⸀ὁἸησοῦς καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα ⸀πιστεύητεεἰς ὃν ἀπέστειλεν ἐκεῖνος. 30εἶπον οὖν αὐτῷ· Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; 31οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. 32εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς ⸀δέδωκενὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλʼ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· 33ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. 34εἶπον οὖν πρὸς αὐτόν· Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.
35⸀Εἶπεναὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲοὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ⸀ἐμὲ οὐ μὴ ⸀διψήσειπώποτε. 36ἀλλʼ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. 37πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμεον πρός ⸀με οὐ μὴ ἐκβάλω ἔξω, 38ὅτι καταβέβηκα ⸀ἀπὸτοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· 39τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός ⸀μεἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω ⸀αὐτὸτῇ ἐσχάτῃ ἡμέρᾳ. 40τοῦτο ⸀γάρἐστιν τὸ θέλημα τοῦ ⸂πατρός μου ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ⸀ἐγὼτῇ ἐσχάτῃ ἡμέρᾳ.
41Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν· Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, 42καὶ ἔλεγον· ⸀Οὐχοὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς ⸀νῦν⸀λέγειὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; 43⸀ἀπεκρίθηἸησοῦς καὶ εἶπεν αὐτοῖς· Μὴ γογγύζετε μετʼ ἀλλήλων. 44οὐδεὶς δύναται ἐλθεῖν πρός ⸀μεἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 45ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· Καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ· ⸀πᾶςὁ ⸀ἀκούσαςπαρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ⸀ἐμέ 46οὐχ ὅτι τὸν πατέρα ⸂ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα. 47ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ ⸀πιστεύωνἔχει ζωὴν αἰώνιον. 48ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· 49οἱ πατέρες ὑμῶν ἔφαγον ⸂ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον· 50οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ· 51ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ⸀ζήσειεἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ⸀ἐστινὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
52Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα ⸀αὐτοῦφαγεῖν; 53εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. 54ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. 55ἡ γὰρ σάρξ μου ⸀ἀληθήςἐστι βρῶσις, καὶ τὸ αἷμά μου ⸁ἀληθήςἐστι πόσις. 56ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. 57καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ⸀ζήσειδιʼ ἐμέ. 58οὗτός ἐστιν ὁ ἄρτος ὁ ⸀ἐξοὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ ⸀πατέρεςκαὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ⸀ζήσειεἰς τὸν αἰῶνα. 59ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ.
60Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν· Σκληρός ἐστιν ⸂ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; 61εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; 62ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; 63τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ ⸀λελάληκαὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. 64ἀλλὰ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. 65καὶ ἔλεγεν· Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ ⸀πατρός
66Ἐκ τούτου πολλοὶ ⸀ἐκ⸂τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετʼ αὐτοῦ περιεπάτουν. 67εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; 68⸀ἀπεκρίθηαὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις, 69καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ⸀ἅγιοςτοῦ ⸀θεοῦ 70ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν. 71ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος ⸀Ἰσκαριώτου οὗτος γὰρ ἔμελλεν ⸂παραδιδόναι αὐτόν, ⸀εἷςἐκ τῶν δώδεκα.
Notes
*6:2
ἠκολούθει δὲ WH Treg NA28 ] καὶ ἠκολούθει RP
†6:2
ἐθεώρουν WH Treg NA28 ] ἑώρων αὐτοῦ RP
‡6:3
ὄρος WH Treg NA28 ] + ὁ RP
§6:5
τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς WH Treg NA28 ] ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς RP
*6:5
πρὸς WH Treg NA28 ] + τὸν RP
†6:5
ἀγοράσωμεν WH Treg NA28 ] ἀγοράσομεν RP
‡6:7
αὐτῷ WH Treg RP ] + ὁ NA28
§6:7
ἕκαστος WH Treg NA28 ] + αὐτῶν RP
*6:7
τι RP NA28 ] – WH Treg
†6:9
παιδάριον WH Treg NA28 ] + ἓν RP
‡6:9
ὃς WH Treg NA28 ] ὃ RP
§6:10
εἶπεν WH Treg NA28 ] + δὲ RP
*6:10
ὡς WH Treg NA28 ] ὡσεὶ RP
†6:11
οὖν WH Treg NA28 ] δὲ RP
‡6:11
διέδωκεν WH Treg NA28 ] + τοῖς μαθηταῖς οἱ δὲ μαθηταὶ RP
§6:13
ἐπερίσσευσαν WH Treg NA28 ] ἐπερίσσευσεν RP
*6:14
ὃ ἐποίησεν σημεῖον Treg NA28 RP ] ἃ ἐποίησεν σημεῖα WH
†6:14
ἔλεγον WH Treg NA28 ] ὁ Ἰησοῦς ἔλεγον RP
‡6:15
ποιήσωσιν WH Treg NA28 ] + αὐτὸν RP
§6:15
πάλιν WH Treg NA28 ] – RP
*6:17
εἰς WH Treg NA28 ] + τὸ RP
†6:17
οὔπω WH Treg NA28 ] οὐκ RP
‡6:18
διεγείρετο WH Treg NA28 ] διηγείρετο RP
§6:21
ἐγένετο τὸ πλοῖον WH Treg NA28 ] τὸ πλοῖον ἐγένετο RP
*6:22
εἶδον WH Treg NA28 ] ἰδὼν RP
†6:22
ἕν WH Treg NA28 ] + ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ RP
‡6:22
πλοῖον WH Treg NA28 ] πλοιάριον RP
§6:23
ἀλλὰ WH Treg ] ἄλλα NA28; ἄλλα δὲ RP
*6:23
πλοιάρια Treg NA28 RP ] πλοῖα WH
†6:24
πλοιάρια WH Treg NA28 ] πλοῖα RP
‡6:29
ὁ WH Treg NA28 ] – RP
§6:29
πιστεύητε WH Treg NA28 ] πιστεύσητε RP
*6:32
δέδωκεν NA28 RP ] ἔδωκεν WH Treg
†6:35
Εἶπεν WH Treg NA28 ] + οὖν NIV; + δὲ RP
‡6:35
ἐμὲ WH Treg NA28 ] με RP
§6:35
διψήσει WH Treg NA28 ] διψήσῃ RP
*6:37
με WH Treg RP ] ἐμὲ NA28
†6:38
ἀπὸ WH Treg NA28 ] ἐκ RP
‡6:39
με WH Treg NA28 ] + πατρός RP
§6:39
αὐτὸ WH Treg RP ] + ἐν NA28
*6:40
γάρ WH Treg NA28 ] δέ RP
†6:40
πατρός μου WH Treg NA28 ] πέμψαντός με RP
‡6:40
ἐγὼ WH Treg RP ] + ἐν NA28
§6:42
Οὐχ NA28 RP ] Οὐχὶ WH Treg
*6:42
νῦν WH Treg NA28 ] οὖν RP
†6:42
λέγει WH Treg NA28 ] + οὗτος RP
‡6:43
ἀπεκρίθη WH Treg NA28 ] + οὖν ὁ RP
§6:44
με WH Treg NA28 ] ἐμέ RP
*6:45
πᾶς WH Treg NA28 ] + οὖν RP
†6:45
ἀκούσας WH Treg NA28 ] ἀκούων RP
‡6:45
ἐμέ WH Treg NA28 ] με RP
§6:46
ἑώρακέν τις WH Treg NA28 ] τις ἑώρακεν RP
*6:47
πιστεύων WH NA28 ] + εἰς ἐμέ Treg RP
†6:49
ἐν τῇ ἐρήμῳ τὸ μάννα WH Treg NA28 ] τὸ μάννα ἐν τῇ ἐρήμῳ RP
‡6:51
ζήσει WH NA28 ] ζήσεται Treg RP
§6:51
ἐστιν WH Treg NA28 ] + ἣν ἐγὼ δώσω RP
*6:52
αὐτοῦ WH NA28 ] – Treg RP
†6:55
⸀ἀληθής WH Treg NA28 ] ἀληθῶς RP
‡6:55
⸁ἀληθής WH Treg NA28 ] ἀληθῶς RP
§6:57
ζήσει WH Treg NA28 ] ζήσεται RP
*6:58
ἐξ WH Treg NA28 ] ἐκ τοῦ RP
†6:58
πατέρες WH Treg NA28 ] + ὑμῶν τὸ μάννα NIV RP
‡6:58
ζήσει WH Treg NA28 ] ζήσεται RP
§6:60
ὁ λόγος οὗτος WH Treg NA28 ] οὗτος ὁ λόγος RP
*6:63
λελάληκα WH Treg NA28 ] λαλῶ RP
†6:65
πατρός WH Treg NA28 ] + μου RP
‡6:66
ἐκ WH Treg NA28 ] – RP
§6:66
τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον WH Treg NA28 ] ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ RP
*6:68
ἀπεκρίθη WH Treg NA28 ] + οὖν RP
†6:69
ἅγιος WH Treg NA28 ] χριστὸς ὁ υἱὸς RP
‡6:69
θεοῦ WH Treg NA28 ] + τοῦ ζῶντος RP
§6:71
Ἰσκαριώτου WH Treg NA28 ] Ἰσκαριώτην RP
*6:71
παραδιδόναι αὐτόν WH Treg NA28 ] αὐτὸν παραδιδόναι RP
†6:71
εἷς WH Treg NA28 ] + ὢν RP
ἠκολούθει δὲ WH Treg NA28 ] καὶ ἠκολούθει RP
ἐθεώρουν WH Treg NA28 ] ἑώρων αὐτοῦ RP
ὄρος WH Treg NA28 ] + ὁ RP
τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς WH Treg NA28 ] ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς RP
πρὸς WH Treg NA28 ] + τὸν RP
ἀγοράσωμεν WH Treg NA28 ] ἀγοράσομεν RP
αὐτῷ WH Treg RP ] + ὁ NA28
ἕκαστος WH Treg NA28 ] + αὐτῶν RP
τι RP NA28 ] – WH Treg
παιδάριον WH Treg NA28 ] + ἓν RP
ὃς WH Treg NA28 ] ὃ RP
εἶπεν WH Treg NA28 ] + δὲ RP
ὡς WH Treg NA28 ] ὡσεὶ RP
οὖν WH Treg NA28 ] δὲ RP
διέδωκεν WH Treg NA28 ] + τοῖς μαθηταῖς οἱ δὲ μαθηταὶ RP
ἐπερίσσευσαν WH Treg NA28 ] ἐπερίσσευσεν RP
ὃ ἐποίησεν σημεῖον Treg NA28 RP ] ἃ ἐποίησεν σημεῖα WH
ἔλεγον WH Treg NA28 ] ὁ Ἰησοῦς ἔλεγον RP
ποιήσωσιν WH Treg NA28 ] + αὐτὸν RP
πάλιν WH Treg NA28 ] – RP
εἰς WH Treg NA28 ] + τὸ RP
οὔπω WH Treg NA28 ] οὐκ RP
διεγείρετο WH Treg NA28 ] διηγείρετο RP
ἐγένετο τὸ πλοῖον WH Treg NA28 ] τὸ πλοῖον ἐγένετο RP
εἶδον WH Treg NA28 ] ἰδὼν RP
ἕν WH Treg NA28 ] + ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ RP
πλοῖον WH Treg NA28 ] πλοιάριον RP
ἀλλὰ WH Treg ] ἄλλα NA28; ἄλλα δὲ RP
πλοιάρια Treg NA28 RP ] πλοῖα WH
πλοιάρια WH Treg NA28 ] πλοῖα RP
ὁ WH Treg NA28 ] – RP
πιστεύητε WH Treg NA28 ] πιστεύσητε RP
δέδωκεν NA28 RP ] ἔδωκεν WH Treg
Εἶπεν WH Treg NA28 ] + οὖν NIV; + δὲ RP
ἐμὲ WH Treg NA28 ] με RP
διψήσει WH Treg NA28 ] διψήσῃ RP
με WH Treg RP ] ἐμὲ NA28
ἀπὸ WH Treg NA28 ] ἐκ RP
με WH Treg NA28 ] + πατρός RP
αὐτὸ WH Treg RP ] + ἐν NA28
γάρ WH Treg NA28 ] δέ RP
πατρός μου WH Treg NA28 ] πέμψαντός με RP
ἐγὼ WH Treg RP ] + ἐν NA28
Οὐχ NA28 RP ] Οὐχὶ WH Treg
νῦν WH Treg NA28 ] οὖν RP
λέγει WH Treg NA28 ] + οὗτος RP
ἀπεκρίθη WH Treg NA28 ] + οὖν ὁ RP
με WH Treg NA28 ] ἐμέ RP
πᾶς WH Treg NA28 ] + οὖν RP
ἀκούσας WH Treg NA28 ] ἀκούων RP
ἐμέ WH Treg NA28 ] με RP
ἑώρακέν τις WH Treg NA28 ] τις ἑώρακεν RP
πιστεύων WH NA28 ] + εἰς ἐμέ Treg RP
ἐν τῇ ἐρήμῳ τὸ μάννα WH Treg NA28 ] τὸ μάννα ἐν τῇ ἐρήμῳ RP
ζήσει WH NA28 ] ζήσεται Treg RP
ἐστιν WH Treg NA28 ] + ἣν ἐγὼ δώσω RP
αὐτοῦ WH NA28 ] – Treg RP
⸀ἀληθής WH Treg NA28 ] ἀληθῶς RP
⸁ἀληθής WH Treg NA28 ] ἀληθῶς RP
ζήσει WH Treg NA28 ] ζήσεται RP
ἐξ WH Treg NA28 ] ἐκ τοῦ RP
πατέρες WH Treg NA28 ] + ὑμῶν τὸ μάννα NIV RP
ζήσει WH Treg NA28 ] ζήσεται RP
ὁ λόγος οὗτος WH Treg NA28 ] οὗτος ὁ λόγος RP
λελάληκα WH Treg NA28 ] λαλῶ RP
πατρός WH Treg NA28 ] + μου RP
ἐκ WH Treg NA28 ] – RP
τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον WH Treg NA28 ] ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ RP
ἀπεκρίθη WH Treg NA28 ] + οὖν RP
ἅγιος WH Treg NA28 ] χριστὸς ὁ υἱὸς RP
θεοῦ WH Treg NA28 ] + τοῦ ζῶντος RP
Ἰσκαριώτου WH Treg NA28 ] Ἰσκαριώτην RP
παραδιδόναι αὐτόν WH Treg NA28 ] αὐτὸν παραδιδόναι RP
εἷς WH Treg NA28 ] + ὢν RP