1Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. 2καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; 3ἀπεκρίθη Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλʼ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ. 4⸀ἡμᾶςδεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. 5ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. 6ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ⸀ἐπέχρισεν⸀αὐτοῦτὸν πηλὸν ἐπὶ τοὺς ⸀ὀφθαλμούς 7καὶ εἶπεν αὐτῷ· Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ (ὃ ἑρμηνεύεται Ἀπεσταλμένος). ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων. 8οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι ⸀προσαίτηςἦν ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; 9ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι ⸂ἔλεγον· Οὐχί, ἀλλὰ⸃ ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι. 10ἔλεγον οὖν αὐτῷ· ⸀Πῶςἠνεῴχθησάν σου οἱ ὀφθαλμοί; 11ἀπεκρίθη ⸀ἐκεῖνος ⸂Ὁ ἄνθρωπος ὁ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ⸀ὅτιὝπαγε εἰς ⸀τὸνΣιλωὰμ καὶ νίψαι· ἀπελθὼν ⸀οὖνκαὶ νιψάμενος ἀνέβλεψα. 12⸂καὶ εἶπαν αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; λέγει· Οὐκ οἶδα.
13Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν. 14ἦν δὲ σάββατον ⸂ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 15πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. 16ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· ⸂Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ⸀ἄλλοιἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 17λέγουσιν ⸀οὖντῷ τυφλῷ πάλιν· ⸂Τί σὺ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν.
18Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ⸂ἦν τυφλὸς καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ ⸂τοῦ ἀναβλέψαντος 19καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ⸂βλέπει ἄρτι; 20ἀπεκρίθησαν ⸀οὖνοἱ γονεῖς αὐτοῦ καὶ εἶπαν· Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· 21πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· ⸂αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει⸃, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. 22ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται. 23διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι Ἡλικίαν ἔχει, αὐτὸν ⸀ἐπερωτήσατε
24Ἐφώνησαν οὖν ⸂τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ· Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ⸂οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν. 25ἀπεκρίθη οὖν ⸀ἐκεῖνος Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. 26εἶπον ⸂οὖν αὐτῷ· Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς; 27ἀπεκρίθη αὐτοῖς· Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28⸀ἐλοιδόρησαναὐτὸν καὶ εἶπον· Σὺ ⸂μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· 29ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. 30ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· Ἐν ⸂τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς. 31⸀οἴδαμενὅτι ⸂ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, ἀλλʼ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει. 32ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· 33εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35⸀ἬκουσενἸησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν ⸀εἶπεν Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ⸀ἀνθρώπου 36ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 37⸀εἶπεναὐτῷ ὁ Ἰησοῦς· Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. 38ὁ δὲ ἔφη· Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ. 39καὶ εἶπεν ὁ Ἰησοῦς· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. 40⸀ἤκουσανἐκ τῶν Φαρισαίων ταῦτα οἱ ⸂μετʼ αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; 41εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ⸀ἡἁμαρτία ὑμῶν μένει.

Notes


*9:4 ἡμᾶς WH Treg NA28 ] Ἐμὲ RP

9:6 ἐπέχρισεν Treg NA28 RP ] ἐπέθηκεν WH

9:6 αὐτοῦ WH Treg NA28 ] – RP

§9:6 ὀφθαλμούς WH Treg NA28 ] + τοῦ τυφλοῦ RP

*9:8 προσαίτης WH Treg NA28 ] τυφλὸς RP

9:9 ἔλεγον Οὐχί ἀλλὰ WH Treg NA28 ] δὲ ὅτι RP

9:10 Πῶς Treg RP ] + οὖν WH NA28

§9:11 ἐκεῖνος WH Treg NA28 ] + καὶ εἶπεν RP

*9:11 Ὁ ἄνθρωπος ὁ WH Treg NA28 ] Ἄνθρωπος RP

9:11 ὅτι WH Treg NA28 ] – RP

9:11 τὸν WH Treg NA28 ] τὴν κολυμβήθραν τοῦ RP

§9:11 οὖν WH Treg NA28 ] δὲ RP

*9:12 καὶ εἶπαν WH Treg NA28 ] Εἶπον οὖν RP

9:14 ἐν ᾗ ἡμέρᾳ WH Treg NA28 ] ὅτε RP

9:16 Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος WH Treg NA28 ] Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ θεοῦ RP

§9:16 ἄλλοι Treg RP ] + δὲ WH NA28

*9:17 οὖν WH Treg NA28 ] – RP

9:17 Τί σὺ WH Treg NA28 ] Σὺ τί RP

9:18 ἦν τυφλὸς WH Treg NA28 ] τυφλὸς ἦν RP

§9:18 τοῦ ἀναβλέψαντος WH Treg RP NA28 ] – NIV

*9:19 βλέπει ἄρτι WH Treg NA28 ] ἄρτι βλέπει RP

9:20 οὖν WH Treg NA28 ] δὲ αὐτοῖς RP

9:21 αὐτὸν ἐρωτήσατε ἡλικίαν ἔχει WH Treg NA28 ] αὐτὸς ἡλικίαν ἔχει αὐτὸν ἐρωτήσατε RP

§9:23 ἐπερωτήσατε WH NA28 ] ἐρωτήσατε Treg RP

*9:24 τὸν ἄνθρωπον ἐκ δευτέρου WH Treg NA28 ] ἐκ δευτέρου τὸν ἄνθρωπον RP

9:24 οὗτος ὁ ἄνθρωπος WH NA28 ] ὁ ἄνθρωπος οὗτος Treg RP

9:25 ἐκεῖνος WH Treg NA28 ] + καὶ εἶπεν RP

§9:26 οὖν αὐτῷ WH Treg NA28 ] δὲ αὐτῷ πάλιν RP

*9:28 ἐλοιδόρησαν RP ] καὶ ἐλοιδόρησαν WH NA28; οἱ δὲ ἐλοιδόρησαν Treg

9:28 μαθητὴς εἶ WH Treg NA28 ] εἶ μαθητὴς RP

9:30 τούτῳ γὰρ τὸ WH Treg NA28 ] γὰρ τούτῳ RP

§9:31 οἴδαμεν WH Treg NA28 ] + δὲ RP

*9:31 ἁμαρτωλῶν ὁ θεὸς NA28 RP ] ὁ θεὸς ἁμαρτωλῶν WH Treg

9:35 Ἤκουσεν WH NA28 ] + ὁ Treg RP

9:35 εἶπεν WH NA28 ] + αὐτῷ Treg RP

§9:35 ἀνθρώπου WH NA28 ] θεοῦ Treg RP

*9:37 εἶπεν WH Treg NA28 ] + δὲ RP

9:40 ἤκουσαν WH Treg NA28 ] Καὶ ἤκουσαν RP

9:40 μετʼ αὐτοῦ ὄντες WH Treg NA28 ] ὄντες μετʼ αὐτοῦ RP

§9:41 ἡ WH Treg NA28 ] + οὖν RP