16
1Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. 2ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλʼ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ. 3καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. 4ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα ⸀αὐτῶνμνημονεύητε ⸁αὐτῶνὅτι ἐγὼ εἶπον ὑμῖν.
Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθʼ ὑμῶν ἤμην. 5νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; 6ἀλλʼ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. 7ἀλλʼ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν ⸀γὰρμὴ ἀπέλθω, ὁ παράκλητος ⸂οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. 8καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· 9περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· 10περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν ⸀πατέραὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· 11περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
12Ἔτι πολλὰ ἔχω ⸂ὑμῖν λέγειν, ἀλλʼ οὐ δύνασθε βαστάζειν ἄρτι· 13ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ⸂ἐν τῇ ἀληθείᾳ πάσῃ, οὐ γὰρ λαλήσει ἀφʼ ἑαυτοῦ, ἀλλʼ ὅσα ⸀ἀκούσειλαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν. 15πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.
16Μικρὸν καὶ ⸀οὐκέτιθεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ ⸀με. 17εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί· ⸀Ὅτιὑπάγω πρὸς τὸν πατέρα; 18ἔλεγον οὖν· ⸂Τί ἐστιν τοῦτο ὃ ⸀λέγειμικρόν; οὐκ οἴδαμεν τί λαλεῖ. 19⸀ἔγνωἸησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετʼ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; 20ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς ὁ δὲ κόσμος χαρήσεται· ⸀ὑμεῖς λυπηθήσεσθε, ἀλλʼ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. 21ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. 22καὶ ὑμεῖς οὖν ⸂νῦν μὲν λύπην ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς ⸀αἴρειἀφʼ ὑμῶν. 23καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ⸂ἄν τι αἰτήσητε τὸν πατέρα ⸂δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου. 24ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
25Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ⸀ἔρχεταιὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ⸀ἀπαγγελῶὑμῖν. 26ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· 27αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ ⸀θεοῦἐξῆλθον. 28ἐξῆλθον ⸀ἐκτοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα.
29⸀Λέγουσινοἱ μαθηταὶ αὐτοῦ· Ἴδε νῦν ⸀ἐνπαρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. 30νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες. 31ἀπεκρίθη ⸀αὐτοῖςἸησοῦς· Ἄρτι πιστεύετε; 32ἰδοὺ ἔρχεται ὥρα ⸀καὶἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετʼ ἐμοῦ ἐστιν. 33ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
Notes
*16:4
⸀αὐτῶν WH Treg NA28 ] – NIV RP
†16:4
⸁αὐτῶν WH Treg RP NA28 ] – NIV
‡16:7
γὰρ WH Treg NA28 ] + ἐγὼ RP
§16:7
οὐ μὴ ἔλθῃ WH Treg ] οὐκ ἐλεύσεται NA28 RP
*16:10
πατέρα WH Treg NA28 ] + μου RP
†16:12
ὑμῖν λέγειν WH Treg NA28 ] λέγειν ὑμῖν RP
‡16:13
ἐν τῇ ἀληθείᾳ πάσῃ NA28 ] εἰς τὴν ἀλήθειαν πᾶσαν WH Treg; εἰς πᾶσαν τὴν ἀλήθειαν RP
§16:13
ἀκούσει Treg NA28 ] ἀκούει WH; ἂν ἀκούσῃ RP
*16:16
οὐκέτι WH Treg NA28 ] οὐ RP
†16:16
με WH Treg NA28 ] + ὅτι ὑπάγω πρὸς τὸν πατέρα RP
‡16:17
Ὅτι WH Treg NA28 ] + Ἐγὼ RP
§16:18
Τί ἐστιν τοῦτο WH Treg NA28 ] Τοῦτο τί ἐστιν RP
*16:18
λέγει WH Treg ] + τὸ NA28 RP
†16:19
ἔγνω WH Treg ] + ὁ NA28; + οὖν ὁ RP
‡16:20
ὑμεῖς WH Treg NA28 ] + δὲ RP
§16:22
νῦν μὲν λύπην WH Treg NA28 ] λύπην μὲν νῦν RP
*16:22
αἴρει NA28 RP ] ἀρεῖ WH Treg
†16:23
ἄν τι WH Treg NA28 ] ὅτι ὅσα ἄν RP
‡16:23
δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου WH Treg ] ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν NA28 RP
§16:25
ἔρχεται WH Treg NA28 ] ἀλλʼ ἔρχεται RP
*16:25
ἀπαγγελῶ WH Treg NA28 ] ἀναγγελῶ RP
†16:27
θεοῦ NA28 RP ] πατρὸς WH Treg
‡16:28
ἐκ WH Treg ] παρὰ NA28 RP
§16:29
Λέγουσιν WH Treg NA28 ] + αὐτῷ RP
*16:29
ἐν WH Treg NA28 ] – RP
†16:31
αὐτοῖς WH Treg NA28 ] + ὁ RP
‡16:32
καὶ WH Treg NA28 ] νῦν RP
⸀αὐτῶν WH Treg NA28 ] – NIV RP
⸁αὐτῶν WH Treg RP NA28 ] – NIV
γὰρ WH Treg NA28 ] + ἐγὼ RP
οὐ μὴ ἔλθῃ WH Treg ] οὐκ ἐλεύσεται NA28 RP
πατέρα WH Treg NA28 ] + μου RP
ὑμῖν λέγειν WH Treg NA28 ] λέγειν ὑμῖν RP
ἐν τῇ ἀληθείᾳ πάσῃ NA28 ] εἰς τὴν ἀλήθειαν πᾶσαν WH Treg; εἰς πᾶσαν τὴν ἀλήθειαν RP
ἀκούσει Treg NA28 ] ἀκούει WH; ἂν ἀκούσῃ RP
οὐκέτι WH Treg NA28 ] οὐ RP
με WH Treg NA28 ] + ὅτι ὑπάγω πρὸς τὸν πατέρα RP
Ὅτι WH Treg NA28 ] + Ἐγὼ RP
Τί ἐστιν τοῦτο WH Treg NA28 ] Τοῦτο τί ἐστιν RP
λέγει WH Treg ] + τὸ NA28 RP
ἔγνω WH Treg ] + ὁ NA28; + οὖν ὁ RP
ὑμεῖς WH Treg NA28 ] + δὲ RP
νῦν μὲν λύπην WH Treg NA28 ] λύπην μὲν νῦν RP
αἴρει NA28 RP ] ἀρεῖ WH Treg
ἄν τι WH Treg NA28 ] ὅτι ὅσα ἄν RP
δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου WH Treg ] ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν NA28 RP
ἔρχεται WH Treg NA28 ] ἀλλʼ ἔρχεται RP
ἀπαγγελῶ WH Treg NA28 ] ἀναγγελῶ RP
θεοῦ NA28 RP ] πατρὸς WH Treg
ἐκ WH Treg ] παρὰ NA28 RP
Λέγουσιν WH Treg NA28 ] + αὐτῷ RP
ἐν WH Treg NA28 ] – RP
αὐτοῖς WH Treg NA28 ] + ὁ RP
καὶ WH Treg NA28 ] νῦν RP