1Ταῦτα ⸀ἐλάλησενἸησοῦς, καὶ ⸂ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ⸀ἵναὁ ⸀υἱὸςδοξάσῃ σέ, 2καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ ⸀δώσῃαὐτοῖς ζωὴν αἰώνιον. 3αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. 4ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ⸀τελειώσαςὃ δέδωκάς μοι ἵνα ποιήσω· 5καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
6Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς ⸀ἔδωκάςμοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν κἀμοὶ αὐτοὺς ⸁ἔδωκας καὶ τὸν λόγον σου τετήρηκαν. 7νῦν ἔγνωκαν ὅτι πάντα ὅσα ⸀δέδωκάςμοι παρὰ σοῦ ⸀εἰσιν 8ὅτι τὰ ῥήματα ἃ ⸀ἔδωκάςμοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. 9ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν, 10καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. 11καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ ⸀αὐτοὶἐν τῷ κόσμῳ εἰσίν, κἀγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν ⸀καθὼςἡμεῖς. 12ὅτε ἤμην μετʼ ⸀αὐτῶνἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ⸀ᾧδέδωκάς μοι, ⸀καὶἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. 13νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ⸀ἑαυτοῖς 14ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 15οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλʼ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. 16ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ ⸂οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 17ἁγίασον αὐτοὺς ἐν τῇ ⸀ἀληθείᾳ ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν. 18καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον· 19καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα ⸂ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.
20Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, 21ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, ⸀πάτερ ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ⸀ἡμῖνὦσιν, ἵνα ὁ κόσμος ⸀πιστεύῃὅτι σύ με ἀπέστειλας. 22κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ⸀ἕν 23ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵναὦσιν τετελειωμένοι εἰς ἕν, ⸀ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. 24⸀πάτερ ⸀ὃδέδωκάςμοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετʼ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν ⸀δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.
25⸀Πάτερδίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας, 26καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς.

Notes


*17:1 ἐλάλησεν WH Treg NA28 ] + ὁ RP

17:1 ἐπάρας τοὺς … οὐρανὸν εἶπεν WH Treg NA28 ] ἐπῆρεν τοὺς … οὐρανὸν καὶ εἶπεν RP

17:1 ἵνα WH Treg NA28 ] + καὶ RP

§17:1 υἱὸς WH Treg NA28 ] + σου RP

*17:2 δώσῃ Treg NA28 ] δώσει WH RP

17:4 τελειώσας WH Treg NA28 ] ἐτελείωσα RP

17:6 ⸀ἔδωκάς WH Treg NA28 ] δέδωκάς RP

§17:6 ⸁ἔδωκας WH Treg NA28 ] δέδωκας RP

*17:7 δέδωκάς Treg NA28 RP ] ἔδωκάς WH

17:7 εἰσιν WH Treg NA28 ] ἐστιν RP

17:8 ἔδωκάς WH Treg NA28 ] δέδωκάς RP

§17:11 αὐτοὶ WH NA28 ] οὗτοι Treg RP

*17:11 καθὼς WH NA28 RP ] + καὶ Treg

17:12 αὐτῶν WH Treg NA28 ] + ἐν τῷ κόσμῳ RP

17:12 ᾧ WH Treg NA28 ] οὓς RP

§17:12 καὶ WH Treg NA28 ] – RP

*17:13 ἑαυτοῖς WH Treg NA28 ] αὐτοῖς RP

17:16 οὐκ εἰμὶ ἐκ τοῦ κόσμου WH Treg NA28 ] ἐκ τοῦ κόσμου οὐκ εἰμὶ RP

17:17 ἀληθείᾳ WH Treg NA28 ] + σου RP

§17:19 ὦσιν καὶ αὐτοὶ WH Treg NA28 ] καὶ αὐτοὶ ὦσιν RP

*17:21 πάτερ WH NA28 RP ] πατὴρ Treg

17:21 ἡμῖν WH Treg NA28 ] + ἓν RP

17:21 πιστεύῃ WH Treg NA28 ] πιστεύσῃ RP

§17:22 ἕν WH Treg NA28 ] + ἐσμεν RP

*17:23 ἵνα WH Treg NA28 ] καὶ ἵνα RP

17:24 πάτερ WH NA28 RP ] Πατήρ Treg

17:24 ὃ WH Treg NA28 ] οὕς RP

§17:24 δέδωκάς WH Treg NA28 ] ἔδωκάς RP

*17:25 Πάτερ WH NA28 RP ] Πατὴρ Treg