1Ταῦτα ⸀εἰπὼνἸησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦπέραν τοῦ χειμάρρου ⸀τοῦ Κεδρὼν ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. 2ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις ⸀συνήχθηἸησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. 3ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶνἀρχιερέων καὶ ⸂ἐκ τῶν⸃ Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. 4Ἰησοῦς ⸀οὖνεἰδὼς πάντα τὰ ἐρχόμενα ἐπʼ αὐτὸν ⸂ἐξῆλθεν, καὶ λέγει⸃ αὐτοῖς· Τίνα ζητεῖτε; 5ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. λέγει ⸀αὐτοῖς Ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετʼ αὐτῶν. 6ὡς οὖν εἶπεν ⸀αὐτοῖς Ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί. 7πάλιν οὖν ⸂ἐπηρώτησεν αὐτούς· Τίνα ζητεῖτε; οἱ δὲ εἶπαν· Ἰησοῦν τὸν Ναζωραῖον. 8ἀπεκρίθη Ἰησοῦς· Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· 9ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. 10Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ⸀ὠτάριοντὸ δεξιόν. ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος. 11εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· Βάλε τὴν ⸀μάχαιρανεἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό; 12Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν 13καὶ ⸀ἤγαγονπρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου· 14ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ⸀ἀποθανεῖνὑπὲρ τοῦ λαοῦ. 15Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος ⸀καὶἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, 16δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ⸀ὁ γνωστὸς ⸂τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον. 17λέγει οὖν ⸂τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος· Οὐκ εἰμί. 18εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ ⸂καὶ ὁ Πέτρος μετʼ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος. 19Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. 20ἀπεκρίθη ⸀αὐτῷἸησοῦς· Ἐγὼ παρρησίᾳ ⸀λελάληκατῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου ⸀πάντεςοἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν· 21τί με ⸂ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ. 22ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς ⸂παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών· Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ; 23ἀπεκρίθη ⸀αὐτῷἸησοῦς· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; 24ἀπέστειλεν ⸀οὖναὐτὸν ὁ Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα. 25Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ⸀ἠρνήσατοἐκεῖνος καὶ εἶπεν· Οὐκ εἰμί. 26λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον· Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετʼ αὐτοῦ; 27πάλιν οὖν ⸀ἠρνήσατοΠέτρος· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. 28Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ⸀ἀλλὰφάγωσιν τὸ πάσχα. 29ἐξῆλθεν οὖν ὁ Πιλᾶτος ⸀ἔξωπρὸς αὐτοὺς καὶ ⸀φησίν Τίνα κατηγορίαν φέρετε ⸀κατὰτοῦ ἀνθρώπου τούτου; 30ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Εἰ μὴ ἦν οὗτος ⸂κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. 31εἶπεν οὖν αὐτοῖς ⸀ὁΠιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. ⸀εἶποναὐτῷ οἱ Ἰουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· 32ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν. 33Εἰσῆλθεν οὖν ⸂πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; 34⸀ἀπεκρίθηἸησοῦς· ⸂Ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι ⸂εἶπόν σοι περὶ ἐμοῦ; 35ἀπεκρίθη ὁ Πιλᾶτος· Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; 36ἀπεκρίθη Ἰησοῦς· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ⸂οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. 37εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος· Οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη ⸀ὁ Ἰησοῦς· Σὺ λέγεις ὅτι βασιλεύς ⸀εἰμι ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. 38λέγει αὐτῷ ὁ Πιλᾶτος· Τί ἐστιν ἀλήθεια; Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς· Ἐγὼ οὐδεμίαν ⸂εὑρίσκω ἐν αὐτῷ αἰτίαν· 39ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ⸂ἀπολύσω ὑμῖν⸃ἐν τῷ πάσχα· βούλεσθε οὖν ⸄ἀπολύσω ὑμῖν⸅τὸν βασιλέα τῶν Ἰουδαίων; 40ἐκραύγασαν οὖν ⸀πάλινλέγοντες· Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

Notes


*18:1 εἰπὼν WH Treg NA28 ] + ὁ RP

18:1 τοῦ Treg NA28 ] τῶν WH RP

18:2 συνήχθη WH Treg NA28 ] + ὁ RP

§18:3 ἐκ τῶν WH Treg NA28 ] – RP

*18:4 οὖν WH NA28 RP ] δὲ Treg

18:4 ἐξῆλθεν καὶ λέγει WH Treg NA28 ] ἐξελθὼν εἶπεν RP

18:5 αὐτοῖς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP

§18:6 αὐτοῖς WH Treg NA28 ] + ὅτι RP

*18:7 ἐπηρώτησεν αὐτούς WH Treg NA28 ] αὐτούς ἐπηρώτησεν RP

18:10 ὠτάριον WH Treg NA28 ] ὠτίον RP

18:11 μάχαιραν WH Treg NA28 ] + σου RP

§18:13 ἤγαγον WH Treg NA28 ] ἀπήγαγον αὐτὸν RP

*18:14 ἀποθανεῖν WH Treg NA28 ] ἀπολέσθαι RP

18:15 καὶ WH NA28 ] + ὁ Treg RP

18:16 ὁ WH Treg NA28 ] ὅς ἦν RP

§18:16 τοῦ ἀρχιερέως WH Treg NA28 ] τῷ ἀρχιερεῖ RP

*18:17 τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός WH Treg NA28 ] ἡ παιδίσκη ἡ θυρωρός τῷ Πέτρῳ RP

18:18 καὶ ὁ Πέτρος μετʼ αὐτῶν WH Treg NA28 ] μετʼ αὐτῶν ὁ Πέτρος RP

18:20 αὐτῷ WH Treg NA28 ] + ὁ RP

§18:20 λελάληκα WH Treg NA28 ] ἐλάλησα RP

*18:20 πάντες WH Treg NA28 ] πάντοτε RP

18:21 ἐρωτᾷς; ἐρώτησον WH Treg NA28 ] ἐπερωτᾷς; Ἐπερώτησον RP

18:22 παρεστηκὼς τῶν ὑπηρετῶν WH Treg NA28 ] τῶν ὑπηρετῶν παρεστηκὼς RP

§18:23 αὐτῷ WH Treg NA28 ] + ὁ RP

*18:24 οὖν WH Treg NA28 ] – RP

18:25 ἠρνήσατο WH Treg NA28 ] + οὖν RP

18:27 ἠρνήσατο WH Treg NA28 ] + ὁ RP

§18:28 ἀλλὰ WH Treg NA28 ] ἀλλʼ ἵνα RP

*18:29 ἔξω WH Treg NA28 ] – RP

18:29 φησίν WH Treg NA28 ] εἶπεν RP

18:29 κατὰ Treg NA28 RP ] – WH

§18:30 κακὸν ποιῶν WH Treg NA28 ] κακοποιός RP

*18:31 ὁ Treg NA28 RP ] – WH

18:31 εἶπον WH Treg NA28 ] + οὖν RP

18:33 πάλιν εἰς τὸ πραιτώριον WH Treg NA28 ] εἰς τὸ πραιτώριον πάλιν RP

§18:34 ἀπεκρίθη WH Treg NA28 ] + αὐτῷ ὁ RP

*18:34 Ἀπὸ σεαυτοῦ WH Treg NA28 ] Ἀφʼ ἑαυτοῦ RP

18:34 εἶπόν σοι WH Treg NA28 ] σοι εἶπόν RP

18:36 οἱ ἐμοὶ ἠγωνίζοντο ἄν WH Treg NA28 ] ἄν οἱ ἐμοὶ ἠγωνίζοντο RP

§18:37 ὁ WH Treg NA28 ] – RP

*18:37 εἰμι WH Treg NA28 ] + ἐγώ RP

18:38 εὑρίσκω ἐν αὐτῷ αἰτίαν WH Treg NA28 ] αἰτίαν εὑρίσκω ἐν αὐτῷ RP

18:39 ⸂ἀπολύσω ὑμῖν⸃ WH Treg NA28 ] ὑμῖν ἀπολύσω RP

§18:39 ⸄ἀπολύσω ὑμῖν⸅ WH Treg NA28 ] ὑμῖν ἀπολύσω RP

*18:40 πάλιν WH NA28 ] + πάντες Treg RP