1Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν. 2καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, 3καὶ ⸂ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα. 4⸂καὶ ἐξῆλθεν πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς· Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι ⸂οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. 5ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς· ⸀Ἰδοὺὁ ἄνθρωπος. 6ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες· Σταύρωσον ⸀σταύρωσον λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. 7ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμονἔχομεν, καὶ κατὰ τὸν ⸀νόμον ὀφείλει ἀποθανεῖν, ὅτι ⸂υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν.
8Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, 9καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. 10λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ⸂ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε; 11ἀπεκρίθη ⸀αὐτῷἸησοῦς· Οὐκ εἶχες ἐξουσίαν ⸂κατʼ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν ⸂δεδομένον σοι ἄνωθεν· διὰ τοῦτο ὁ ⸀παραδούςμέ σοι μείζονα ἁμαρτίαν ἔχει. 12ἐκ τούτου ⸂ὁ Πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ⸀ἐκραύγασανλέγοντες· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.
13Ὁ οὖν Πιλᾶτος ἀκούσας ⸂τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ⸀ἐπὶβήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθα. 14ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ⸂ἦν ὡς ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις· Ἴδε ὁ βασιλεὺς ὑμῶν. 15⸂ἐκραύγασαν οὖν ἐκεῖνοι· Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. 16τότε οὖνπαρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.
Παρέλαβον ⸀οὖν τὸν ⸀Ἰησοῦν· 17καὶ βαστάζων ⸂αὑτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς ⸀τὸνλεγόμενον Κρανίου Τόπον, ⸀ὃλέγεται Ἑβραϊστὶ Γολγοθα, 18ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετʼ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. 19ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. 20τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, ⸂Ῥωμαϊστί, Ἑλληνιστί⸃. 21ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· Μὴ γράφε· Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλʼ ὅτι ἐκεῖνος εἶπεν Βασιλεὺς ⸂τῶν Ἰουδαίων εἰμί. 22ἀπεκρίθη ὁ Πιλᾶτος· Ὃ γέγραφα γέγραφα. 23οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς διʼ ὅλου· 24εἶπαν οὖν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ ⸂ἡ λέγουσα· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.
25Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. 26Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ ⸀μητρί Γύναι, ⸀ἴδεὁ υἱός σου· 27εἶτα λέγει τῷ μαθητῇ· ⸀Ἴδεἡ μήτηρ σου. καὶ ἀπʼ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
28Μετὰ τοῦτο ⸀εἰδὼςὁ Ἰησοῦς ὅτι ⸂ἤδη πάντα τετέλεσται ἵνα τελειωθῇ ἡ γραφὴ λέγει· Διψῶ. 29⸀σκεῦοςἔκειτο ὄξους μεστόν· ⸂σπόγγον οὖν μεστὸν τοῦ ὄξους ⸀ὑσσώπῳπεριθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. 30ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς εἶπεν· Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα.
31Οἱ οὖν Ἰουδαῖοι, ⸂ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ⸃, ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν. 32ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· 33ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ⸂ἤδη αὐτὸν τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, 34ἀλλʼ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ⸂ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ. 35καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ ⸂αὐτοῦ ἐστιν ἡ μαρτυρία, καὶἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα ⸀καὶ ὑμεῖς ⸀πιστεύητε 36ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ· Ὀστοῦν οὐ συντριβήσεται ⸀αὐτοῦ 37καὶ πάλιν ἑτέρα γραφὴ λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
38Μετὰ ⸀δὲταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ ⸀ἀπὸἉριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα ⸀αὐτοῦ 39ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς ⸀αὐτὸννυκτὸς τὸ πρῶτον, φέρων ⸀μίγμασμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν. 40ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν ⸀αὐτὸὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν. 41ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ⸂ἦν τεθειμένος· 42ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.

Notes


*19:3 ἤρχοντο πρὸς αὐτὸν καὶ WH Treg NA28 ] – RP

19:4 καὶ ἐξῆλθεν WH Treg NA28 ] Ἐξῆλθεν οὖν RP

19:4 οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ WH Treg NA28 ] ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω RP

§19:5 Ἰδοὺ WH Treg NA28 ] Ἴδε RP

*19:6 σταύρωσον WH Treg NA28 ] + αὐτὸν RP

19:7 νόμον WH Treg NA28 ] + ἡμῶν RP

19:7 υἱὸν θεοῦ ἑαυτὸν WH Treg NA28 ] ἑαυτὸν υἱὸν θεοῦ RP

§19:10 ἀπολῦσαί σε … ἔχω σταυρῶσαί WH Treg NA28 ] σταυρῶσαί σε … ἔχω ἀπολῦσαί RP

*19:11 αὐτῷ WH Treg NA28 ] – RP

19:11 κατʼ ἐμοῦ οὐδεμίαν WH Treg NA28 ] οὐδεμίαν κατʼ ἐμοῦ RP

19:11 δεδομένον σοι WH Treg NA28 ] σοι δεδομένον RP

§19:11 παραδούς WH NA28 ] παραδιδούς Treg RP

*19:12 ὁ Πιλᾶτος ἐζήτει WH Treg NA28 ] ἐζήτει ὁ Πιλᾶτος RP

19:12 ἐκραύγασαν WH Treg NA28 ] ἔκραζον RP

19:13 τῶν λόγων τούτων WH Treg NA28 ] τοῦτον τὸν λόγον RP

§19:13 ἐπὶ WH Treg NA28 ] + τοῦ RP

*19:14 ἦν ὡς WH Treg NA28 ] δὲ ὡσεὶ RP

19:15 ἐκραύγασαν οὖν ἐκεῖνοι WH Treg NA28 ] Οἱ δὲ ἐκραύγασαν RP

19:16 οὖν WH Treg NA28 ] δὲ RP

§19:16 Ἰησοῦν WH Treg NA28 ] + καὶ ἤγαγον RP

*19:17 αὑτῷ τὸν σταυρὸν WH Treg ] ἑαυτῷ τὸν σταυρὸν NA28; τὸν σταυρὸν αὐτοῦ RP

19:17 τὸν WH Treg NA28 ] τόπον RP

19:17 ὃ WH Treg NA28 ] ὅς RP

§19:20 Ῥωμαϊστί Ἑλληνιστί WH Treg NA28 ] Ἑλληνιστί Ῥωμαϊστί RP

*19:21 τῶν Ἰουδαίων εἰμί WH Treg ] εἰμι τῶν Ἰουδαίων NA28 RP

19:24 ἡ λέγουσα Treg NA28 RP ] – WH

19:26 μητρί WH Treg NA28 ] + αὐτοῦ RP

§19:26 ἴδε WH Treg NA28 ] ἰδοὺ RP

*19:27 Ἴδε WH Treg NA28 ] Ἰδοὺ RP

19:28 εἰδὼς WH Treg NA28 ] ἰδὼν RP

19:28 ἤδη πάντα WH Treg NA28 ] πάντα ἤδη RP

§19:29 σκεῦος WH Treg NA28 ] + οὖν RP

*19:29 σπόγγον οὖν μεστὸν τοῦ WH Treg NA28 ] οἱ δέ πλήσαντες σπόγγον RP

19:29 ὑσσώπῳ WH Treg NA28 ] καὶ ὑσσώπῳ RP

19:31 ἐπεὶ παρασκευὴ ἦν ἵνα … σαββάτῳ WH Treg NA28 ] ἵνα … σαββάτῳ ἐπεὶ παρασκευὴ ἦν RP

§19:33 ἤδη αὐτὸν WH Treg NA28 ] αὐτὸν ἤδη RP

*19:34 ἐξῆλθεν εὐθὺς WH Treg NA28 ] εὐθέως ἐξῆλθεν RP

19:35 αὐτοῦ ἐστιν WH Treg NA28 ] ἐστιν αὐτοῦ RP

19:35 καὶ WH Treg NA28 ] – RP

§19:35 πιστεύητε WH Treg ] πιστεύσητε NA28 RP

*19:36 αὐτοῦ WH Treg NA28 ] ἀπʼ αὐτοῦ RP

19:38 δὲ WH Treg NA28 ] – RP

19:38 ἀπὸ WH Treg ] ὁ ἀπὸ NA28 RP

§19:38 αὐτοῦ WH Treg NA28 ] τοῦ Ἰησοῦ RP

*19:39 αὐτὸν WH Treg NA28 ] τὸν Ἰησοῦν RP

19:39 μίγμα Treg NA28 RP ] ἕλιγμα WH

19:40 αὐτὸ WH Treg NA28 ] + ἐν RP

§19:41 ἦν τεθειμένος WH NA28 ] ἐτέθη Treg RP