4
1Ἰησοῦς δὲ ⸂πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι ⸂ἐν τῇ ἐρήμῳ 2ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν ⸀αὐτῶνἐπείνασεν. 3⸂εἶπεν δὲ αὐτῷ ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. 4καὶ ἀπεκρίθη ⸂πρὸς αὐτὸν ὁ Ἰησοῦς· Γέγραπται ὅτι Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ⸀ὁ⸀ἄνθρωπος
5Καὶ ἀναγαγὼν ⸀αὐτὸνἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου· 6καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ⸀ἂνθέλω δίδωμι αὐτήν· 7σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα. 8καὶ ἀποκριθεὶς ⸂ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Γέγραπται· ⸂Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
9⸂Ἤγαγεν δὲ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ⸀ἔστησενἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· 10γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, 11καὶ ⸀ὅτιἘπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 12καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. 13καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπʼ αὐτοῦ ἄχρι καιροῦ.
14Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμη ἐξῆλθεν καθʼ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. 15καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.
16Καὶ ἦλθεν ⸀εἰςΝαζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. 17καὶ ἐπεδόθη αὐτῷ βιβλίον ⸂τοῦ προφήτου Ἠσαΐου καὶ ⸀ἀναπτύξαςτὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον· 18Πνεῦμα κυρίου ἐπʼ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν μεεὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν ⸀με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, 19κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. 20καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων ⸂οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. 21ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. 22καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον· ⸂Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος; 23καὶ εἶπεν πρὸς αὐτούς· Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ⸂εἰς τὴν Καφαρναοὺμ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. 24εἶπεν δέ· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. 25ἐπʼ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ⸀ἐπὶἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, 26καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς ⸀Σιδωνίαςπρὸς γυναῖκα χήραν. 27καὶ πολλοὶ λεπροὶ ἦσαν ⸂ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Ναιμὰν ὁ Σύρος. 28καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, 29καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφʼ οὗ ἡ πόλις ⸂ᾠκοδόμητο αὐτῶν, ὥστε⸃ κατακρημνίσαι αὐτόν· 30αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.
31Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας. καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν· 32καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ. 33καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ· 34⸀Ἔα τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 35καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ⸀ἀπʼαὐτοῦ. καὶ ῥίψαν αὐτὸ τὸ δαιμόνιον εἰς ⸀τὸ μέσον ἐξῆλθεν ἀπʼ αὐτοῦ μηδὲν βλάψαν αὐτόν. 36καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· Τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται; 37καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.
38Ἀναστὰς δὲ ⸀ἀπὸτῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς. 39καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.
40Δύνοντος δὲ τοῦ ἡλίου ⸀ἅπαντεςὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ⸂ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς. 41ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν ⸀κραυγάζοντακαὶ λέγοντα ὅτι Σὺ ⸀εἶὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.
42Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπʼ αὐτῶν. 43ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι ⸀ἐπὶτοῦτο ⸀ἀπεστάλην 44καὶ ἦν κηρύσσων ⸂εἰς τὰς συναγωγὰς τῆς ⸀Ἰουδαίας
Notes
*4:1
πλήρης πνεύματος ἁγίου WH Treg NA28 ] πνεύματος ἁγίου πλήρης RP
†4:1
ἐν τῇ ἐρήμῳ WH Treg NA28 ] εἰς τήν ἐρήμον RP
‡4:2
αὐτῶν WH Treg NA28 ] + ὕστερον RP
§4:3
εἶπεν δὲ WH Treg NA28 ] Καὶ εἶπεν RP
*4:4
πρὸς αὐτὸν ὁ Ἰησοῦς WH NA28 Treg ] Ἰησοῦς πρὸς αὐτόν λέγων RP
†4:4
ὁ WH Treg NA28 ] – RP
‡4:4
ἄνθρωπος WH NA28 ] + ἀλλʼ ἐπὶ παντὶ ῥήματι θεοῦ Treg RP
§4:5
αὐτὸν WH Treg NA28 ] + ὁ διάβολος εἰς ὄρος ὑψηλὸν NIV RP
*4:6
ἂν WH Treg ] ἐὰν NA28 RP
†4:8
ὁ Ἰησοῦς εἶπεν αὐτῷ WH NA28 ] αὐτῷ εἶπεν ὁ Ἰησοῦς Treg; αὐτῷ εἶπεν ὁ Ἰησοῦς Ὕπαγε ὀπίσω μου Σατανᾶ RP
‡4:8
Κύριον τὸν θεόν σου προσκυνήσεις WH Treg NA28 ] Προσκυνήσεις κύριον τὸν θεόν σου RP
§4:9
Ἤγαγεν δὲ WH Treg NA28 ] Καὶ ἤγαγεν RP
*4:9
ἔστησεν WH NA28 ] + αὐτὸν Treg RP
†4:11
ὅτι WH Treg NA28 ] – RP
‡4:16
εἰς WH Treg NA28 ] + τὴν RP
§4:17
τοῦ προφήτου Ἠσαΐου WH Treg NA28 ] Ἠσαΐου τοῦ προφήτου RP
*4:17
ἀναπτύξας NA28 RP ] ἀνοίξας WH Treg
†4:18
με WH Treg NA28 ] + ἰὰσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν RP
‡4:20
οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ WH Treg NA28 ] ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ RP
§4:22
Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος WH NA28 ] Οὐχὶ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ Treg; Οὐχ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ RP
*4:23
εἰς τὴν Καφαρναοὺμ WH NA28 ] εἰς Καφαρναοὺμ Treg; ἐν τῇ Καπερναούμ RP
†4:25
ἐπὶ NA28 RP ] – WH Treg
‡4:26
Σιδωνίας WH Treg NA28 ] Σιδῶνος RP
§4:27
ἐν τῷ Ἰσραὴλ ἐπὶ … προφήτου WH Treg NA28 ] ἐπὶ … προφήτου ἐν τῷ Ἰσραήλ RP
*4:29
ᾠκοδόμητο αὐτῶν ὥστε WH Treg NA28 ] αὐτῶν ᾠκοδόμητο εἰς τὸ RP
†4:34
Ἔα WH NA28 ] λέγων Ἔα Treg RP
‡4:35
ἀπʼ WH Treg NA28 ] ἐξ RP
§4:35
τὸ WH Treg NA28 ] – RP
*4:38
ἀπὸ WH Treg NA28 ] ἐκ RP
†4:40
ἅπαντες WH NA28 ] πάντες Treg RP
‡4:40
ἐπιτιθεὶς ἐθεράπευεν WH Treg NA28 ] ἐπιθεὶς ἐθεράπευσεν RP
§4:41
κραυγάζοντα NA28 ] κράζοντα WH Treg RP
*4:41
εἶ WH Treg NA28 ] + ὁ χριστὸς RP
†4:43
ἐπὶ WH Treg NA28 ] εἰς RP
‡4:43
ἀπεστάλην WH Treg NA28 ] ἀπεστάλμαι RP
§4:44
εἰς τὰς συναγωγὰς WH Treg NA28 ] ἐν ταῖς συναγωγαῖς RP
*4:44
Ἰουδαίας WH NA28 ] Γαλιλαίας Treg RP
πλήρης πνεύματος ἁγίου WH Treg NA28 ] πνεύματος ἁγίου πλήρης RP
ἐν τῇ ἐρήμῳ WH Treg NA28 ] εἰς τήν ἐρήμον RP
αὐτῶν WH Treg NA28 ] + ὕστερον RP
εἶπεν δὲ WH Treg NA28 ] Καὶ εἶπεν RP
πρὸς αὐτὸν ὁ Ἰησοῦς WH NA28 Treg ] Ἰησοῦς πρὸς αὐτόν λέγων RP
ὁ WH Treg NA28 ] – RP
ἄνθρωπος WH NA28 ] + ἀλλʼ ἐπὶ παντὶ ῥήματι θεοῦ Treg RP
αὐτὸν WH Treg NA28 ] + ὁ διάβολος εἰς ὄρος ὑψηλὸν NIV RP
ἂν WH Treg ] ἐὰν NA28 RP
ὁ Ἰησοῦς εἶπεν αὐτῷ WH NA28 ] αὐτῷ εἶπεν ὁ Ἰησοῦς Treg; αὐτῷ εἶπεν ὁ Ἰησοῦς Ὕπαγε ὀπίσω μου Σατανᾶ RP
Κύριον τὸν θεόν σου προσκυνήσεις WH Treg NA28 ] Προσκυνήσεις κύριον τὸν θεόν σου RP
Ἤγαγεν δὲ WH Treg NA28 ] Καὶ ἤγαγεν RP
ἔστησεν WH NA28 ] + αὐτὸν Treg RP
ὅτι WH Treg NA28 ] – RP
εἰς WH Treg NA28 ] + τὴν RP
τοῦ προφήτου Ἠσαΐου WH Treg NA28 ] Ἠσαΐου τοῦ προφήτου RP
ἀναπτύξας NA28 RP ] ἀνοίξας WH Treg
με WH Treg NA28 ] + ἰὰσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν RP
οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ WH Treg NA28 ] ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ RP
Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος WH NA28 ] Οὐχὶ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ Treg; Οὐχ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ RP
εἰς τὴν Καφαρναοὺμ WH NA28 ] εἰς Καφαρναοὺμ Treg; ἐν τῇ Καπερναούμ RP
ἐπὶ NA28 RP ] – WH Treg
Σιδωνίας WH Treg NA28 ] Σιδῶνος RP
ἐν τῷ Ἰσραὴλ ἐπὶ … προφήτου WH Treg NA28 ] ἐπὶ … προφήτου ἐν τῷ Ἰσραήλ RP
ᾠκοδόμητο αὐτῶν ὥστε WH Treg NA28 ] αὐτῶν ᾠκοδόμητο εἰς τὸ RP
Ἔα WH NA28 ] λέγων Ἔα Treg RP
ἀπʼ WH Treg NA28 ] ἐξ RP
τὸ WH Treg NA28 ] – RP
ἀπὸ WH Treg NA28 ] ἐκ RP
ἅπαντες WH NA28 ] πάντες Treg RP
ἐπιτιθεὶς ἐθεράπευεν WH Treg NA28 ] ἐπιθεὶς ἐθεράπευσεν RP
κραυγάζοντα NA28 ] κράζοντα WH Treg RP
εἶ WH Treg NA28 ] + ὁ χριστὸς RP
ἐπὶ WH Treg NA28 ] εἰς RP
ἀπεστάλην WH Treg NA28 ] ἀπεστάλμαι RP
εἰς τὰς συναγωγὰς WH Treg NA28 ] ἐν ταῖς συναγωγαῖς RP
Ἰουδαίας WH NA28 ] Γαλιλαίας Treg RP