5
1Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ ⸀καὶἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ, 2καὶ εἶδεν ⸂δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην, οἱ δὲ ἁλιεῖς ⸂ἀπʼ αὐτῶν ἀποβάντες ⸀ἔπλυνοντὰ δίκτυα. 3ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ⸀ἦνΣίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον, ⸂καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν τοὺς ὄχλους. 4ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 5καὶ ἀποκριθεὶς ⸀Σίμων⸀εἶπεν Ἐπιστάτα, διʼ ⸀ὅληςνυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω ⸂τὰ δίκτυα. 6καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, ⸀διερρήσσετοδὲ ⸂τὰ δίκτυα αὐτῶν. 7καὶ κατένευσαν τοῖς ⸀μετόχοιςἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά. 8ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπʼ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε· 9θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ⸀ὧνσυνέλαβον, 10ὁοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπεν πρὸς τὸν Σίμωνα ⸀ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. 11καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες ⸀πάνταἠκολούθησαν αὐτῷ.
12Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· ⸂καὶ ἰδὼν τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. 13καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ⸀εἰπών Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπʼ αὐτοῦ. 14καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. 15διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ ⸀θεραπεύεσθαιἀπὸ τῶν ἀσθενειῶν αὐτῶν· 16αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.
17Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήμ· καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι ⸀αὐτόν 18καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ ⸀θεῖναιἐνώπιον αὐτοῦ. 19καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ. 20καὶ ἰδὼν τὴν πίστιν αὐτῶν ⸀εἶπεν Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 21καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ⸂ἁμαρτίας ἀφεῖναι εἰ μὴ μόνος ὁ θεός; 22ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 23τί ἐστιν εὐκοπώτερον, εἰπεῖν· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν· ⸀Ἔγειρεκαὶ περιπάτει; 24ἵνα δὲ εἰδῆτε ὅτι ⸂ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— εἶπεν τῷ παραλελυμένῳ· Σοὶ λέγω, ⸀ἔγειρεκαὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου. 25καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφʼ ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν. 26καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον.
27Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· Ἀκολούθει μοι. 28καὶ καταλιπὼν ⸀πάνταἀναστὰς ⸀ἠκολούθειαὐτῷ.
29Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος ⸂πολὺς τελωνῶν καὶ ἄλλων οἳ ἦσαν μετʼ αὐτῶν κατακείμενοι. 30καὶ ἐγόγγυζον οἱ ⸂Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; 31καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες· 32οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
33Οἱδὲ εἶπαν πρὸς αὐτόν· ⸀Οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν. 34ὁ ⸀δὲεἶπεν πρὸς αὐτούς· Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετʼ αὐτῶν ἐστιν ποιῆσαι ⸀νηστεῦσαι 35ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. 36ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα ⸀ἀπὸἱματίου καινοῦ ⸀σχίσαςἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν ⸀σχίσεικαὶ τῷ παλαιῷ οὐ ⸂συμφωνήσει τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ. 37καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ ⸂οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· 38ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς ⸀βλητέον 39⸀καὶοὐδεὶς πιὼν ⸀παλαιὸνθέλει νέον· λέγει γάρ· Ὁ παλαιὸς ⸀χρηστόςἐστιν.
Notes
*5:1
καὶ WH Treg NA28 ] τοῦ RP
†5:2
δύο πλοῖα Treg NA28 RP ] πλοῖα δύο WH
‡5:2
ἀπʼ αὐτῶν ἀποβάντες WH Treg NA28 ] ἀποβάντες ἀπʼ αὐτῶν RP
§5:2
ἔπλυνον WH Treg NA28 ] ἀπέπλυναν RP
*5:3
ἦν WH Treg NA28 ] + τοῦ RP
†5:3
καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν WH NA28 ] καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου Treg RP
‡5:5
Σίμων WH Treg NA28 ] ὁ Σίμων RP
§5:5
εἶπεν WH NA28 ] + αὐτῷ Treg RP
*5:5
ὅλης WH Treg NA28 ] + τῆς RP
†5:5
τὰ δίκτυα WH Treg NA28 ] τὸ δίκτυον RP
‡5:6
διερρήσσετο WH Treg NA28 ] διερρήγνυτο RP
§5:6
τὰ δίκτυα WH Treg NA28 ] τὸ δίκτυον RP
*5:7
μετόχοις WH Treg NA28 ] + τοῖς RP
†5:9
ὧν WH Treg NA28 ] ᾗ RP
‡5:10
ὁ Treg NA28 RP ] – WH
§5:11
πάντα WH Treg NA28 ] ἅπαντα RP
*5:12
καὶ ἰδὼν Treg RP ] ἰδὼν δὲ WH NA28
†5:13
εἰπών RP ] λέγων WH Treg NA28
‡5:15
θεραπεύεσθαι WH Treg NA28 ] + ὑπʼ αὐτοῦ RP
§5:17
αὐτόν WH NA28 ] αὐτούς Treg RP
*5:18
θεῖναι Treg RP ] + αὐτὸν WH NA28
†5:20
εἶπεν WH Treg NA28 ] + αὐτῷ RP
‡5:21
ἁμαρτίας ἀφεῖναι WH Treg NA28 ] ἀφεῖναι ἁμαρτίας RP
§5:23
Ἔγειρε WH Treg NA28 ] Ἔγειραι RP
*5:24
ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει WH Treg NA28 ] ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου RP
†5:24
ἔγειρε WH Treg NA28 ] ἔγειραι RP
‡5:28
πάντα WH Treg NA28 ] ἅπαντα RP
§5:28
ἠκολούθει WH Treg NA28 ] ἠκολούθησεν RP
*5:29
πολὺς τελωνῶν WH Treg NA28 ] τελωνῶν πολὺς RP
†5:30
Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν WH Treg NA28 ] γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι RP
‡5:33
Οἱ WH NA28 ] Διὰ τί οἱ Treg RP
§5:34
δὲ RP ] + Ἰησοῦς WH Treg NA28
*5:34
νηστεῦσαι WH Treg NA28 ] νηστεύειν RP
†5:36
ἀπὸ WH Treg NA28 ] – RP
‡5:36
σχίσας WH Treg NA28 ] – RP
§5:36
σχίσει WH Treg NA28 ] σχίζει RP
*5:36
συμφωνήσει τὸ ἐπίβλημα WH Treg NA28 ] συμφωνεῖ RP
†5:37
οἶνος ὁ νέος WH Treg NA28 ] νέος οἶνος RP
‡5:38
βλητέον WH NA28 ] + καὶ ἀμφότεροι συντηροῦνται Treg RP
§5:39
καὶ Treg NA28 RP ] – WH
*5:39
παλαιὸν WH Treg NA28 ] + εὐθέως RP
†5:39
χρηστός WH Treg NA28 ] χρηστότερός NIV RP
καὶ WH Treg NA28 ] τοῦ RP
δύο πλοῖα Treg NA28 RP ] πλοῖα δύο WH
ἀπʼ αὐτῶν ἀποβάντες WH Treg NA28 ] ἀποβάντες ἀπʼ αὐτῶν RP
ἔπλυνον WH Treg NA28 ] ἀπέπλυναν RP
ἦν WH Treg NA28 ] + τοῦ RP
καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν WH NA28 ] καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου Treg RP
Σίμων WH Treg NA28 ] ὁ Σίμων RP
εἶπεν WH NA28 ] + αὐτῷ Treg RP
ὅλης WH Treg NA28 ] + τῆς RP
τὰ δίκτυα WH Treg NA28 ] τὸ δίκτυον RP
διερρήσσετο WH Treg NA28 ] διερρήγνυτο RP
τὰ δίκτυα WH Treg NA28 ] τὸ δίκτυον RP
μετόχοις WH Treg NA28 ] + τοῖς RP
ὧν WH Treg NA28 ] ᾗ RP
ὁ Treg NA28 RP ] – WH
πάντα WH Treg NA28 ] ἅπαντα RP
καὶ ἰδὼν Treg RP ] ἰδὼν δὲ WH NA28
εἰπών RP ] λέγων WH Treg NA28
θεραπεύεσθαι WH Treg NA28 ] + ὑπʼ αὐτοῦ RP
αὐτόν WH NA28 ] αὐτούς Treg RP
θεῖναι Treg RP ] + αὐτὸν WH NA28
εἶπεν WH Treg NA28 ] + αὐτῷ RP
ἁμαρτίας ἀφεῖναι WH Treg NA28 ] ἀφεῖναι ἁμαρτίας RP
Ἔγειρε WH Treg NA28 ] Ἔγειραι RP
ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει WH Treg NA28 ] ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου RP
ἔγειρε WH Treg NA28 ] ἔγειραι RP
πάντα WH Treg NA28 ] ἅπαντα RP
ἠκολούθει WH Treg NA28 ] ἠκολούθησεν RP
πολὺς τελωνῶν WH Treg NA28 ] τελωνῶν πολὺς RP
Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν WH Treg NA28 ] γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι RP
Οἱ WH NA28 ] Διὰ τί οἱ Treg RP
δὲ RP ] + Ἰησοῦς WH Treg NA28
νηστεῦσαι WH Treg NA28 ] νηστεύειν RP
ἀπὸ WH Treg NA28 ] – RP
σχίσας WH Treg NA28 ] – RP
σχίσει WH Treg NA28 ] σχίζει RP
συμφωνήσει τὸ ἐπίβλημα WH Treg NA28 ] συμφωνεῖ RP
οἶνος ὁ νέος WH Treg NA28 ] νέος οἶνος RP
βλητέον WH NA28 ] + καὶ ἀμφότεροι συντηροῦνται Treg RP
καὶ Treg NA28 RP ] – WH
παλαιὸν WH Treg NA28 ] + εὐθέως RP
χρηστός WH Treg NA28 ] χρηστότερός NIV RP