9
1Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν, 2καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι ⸂τοὺς ἀσθενεῖς, 3καὶ εἶπεν πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ⸀ῥάβδονμήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε ⸀ἀνὰδύο χιτῶνας ἔχειν. 4καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. 5καὶ ὅσοι ⸀ἂνμὴ ⸀δέχωνταιὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ⸀ἐκείνηςτὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ⸀ἀποτινάσσετεεἰς μαρτύριον ἐπʼ αὐτούς. 6ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
7Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ ⸀γινόμεναπάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ⸀ἠγέρθηἐκ νεκρῶν, 8ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης ⸀τιςτῶν ἀρχαίων ἀνέστη. 9⸂εἶπεν δὲ ⸀ὁἩρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗος περὶ ⸀οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
10Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατʼ ἰδίαν εἰς ⸂πόλιν καλουμένην Βηθσαϊδά. 11οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ ⸀ἀποδεξάμενοςαὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
12Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ· Ἀπόλυσον τὸν ὄχλον, ἵνα ⸀πορευθέντεςεἰς τὰς κύκλῳ κώμας ⸀καὶἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. 13εἶπεν δὲ πρὸς αὐτούς· Δότε αὐτοῖς ⸂ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπαν· Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ⸂ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα. 14ἦσαν γὰρ ὡσεὶἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Κατακλίνατε αὐτοὺς κλισίας ⸀ὡσεὶ ἀνὰ πεντήκοντα. 15καὶ ἐποίησαν οὕτως καὶ ⸀κατέκλινανἅπαντας. 16λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς ⸀παραθεῖναιτῷ ὄχλῳ. 17καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
18Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με ⸂οἱ ὄχλοι λέγουσιν εἶναι; 19οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. 20εἶπεν δὲ αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ⸂Πέτρος δὲ ἀποκριθεὶς εἶπεν· Τὸν χριστὸν τοῦ θεοῦ.
21Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ ⸀λέγειντοῦτο, 22εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ⸀ἐγερθῆναι
23Ἔλεγεν δὲ πρὸς πάντας· Εἴ τις θέλει ὀπίσω μου ⸂ἔρχεσθαι, ἀρνησάσθω⸃ ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ ⸂καθʼ ἡμέραν⸃, καὶ ἀκολουθείτω μοι. 24ὃς γὰρ ⸀ἂνθέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. 25τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; 26ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. 27λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν ⸀αὐτοῦ⸀ἑστηκότωνοἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.
28Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ ⸀καὶπαραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. 29καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. 30καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας, 31οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ. 32ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. 33καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπʼ αὐτοῦ εἶπεν ⸀ὁΠέτρος πρὸς τὸν Ἰησοῦν· Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει. 34ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ⸀ἐπεσκίαζεναὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ ⸂εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην. 35καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ⸀ἐκλελεγμένος αὐτοῦ ἀκούετε. 36καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν ⸀εὑρέθηἸησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.
37Ἐγένετο ⸀δὲτῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς. 38καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ⸀ἐβόησενλέγων· Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής ⸂μοί ἐστιν, 39καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ ⸀μόγιςἀποχωρεῖ ἀπʼ αὐτοῦ συντρῖβον αὐτόν· 40καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν. 41ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ⸂ὧδε τὸν υἱόν σου. 42ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. 43ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ.
Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ⸀ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ· 44Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. 45οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπʼ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
46Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. 47ὁ δὲ Ἰησοῦς ⸀εἰδὼςτὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος ⸀παιδίονἔστησεν αὐτὸ παρʼ ἑαυτῷ, 48καὶ εἶπεν αὐτοῖς· Ὃς ⸀ἂνδέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς ⸁ἂνἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ⸀ἐστινμέγας.
49Ἀποκριθεὶς ⸀δὲἸωάννης εἶπεν· Ἐπιστάτα, εἴδομέν τινα ⸀ἐντῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ⸀ἐκωλύομεναὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθʼ ἡμῶν. 50⸂εἶπεν δὲ πρὸς αὐτὸν ⸀ὁἸησοῦς· Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθʼ ⸂ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν.
51Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ ⸀πρόσωπον⸀ἐστήρισεντοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ, 52καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν, ⸀ὡςἑτοιμάσαι αὐτῷ· 53καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ. 54ἰδόντες δὲ οἱ ⸀μαθηταὶἸάκωβος καὶ Ἰωάννης εἶπαν· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι ⸀αὐτούς 55στραφεὶς δὲ ἐπετίμησεν ⸀αὐτοῖς 56⸀καὶἐπορεύθησαν εἰς ἑτέραν κώμην.
57⸀Καὶπορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν· Ἀκολουθήσω σοι ὅπου ⸀ἐὰν⸀ἀπέρχῃ 58καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 59εἶπεν δὲ πρὸς ἕτερον· Ἀκολούθει μοι. ὁ δὲ εἶπεν· ⸀Κύριε ἐπίτρεψόν μοι ⸂ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. 60εἶπεν δὲ ⸀αὐτῷ Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ. 61εἶπεν δὲ καὶ ἕτερος· Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. 62εἶπεν δὲ ⸂ὁ Ἰησοῦς· Οὐδεὶς ἐπιβαλὼν τὴν ⸀χεῖραἐπʼ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν ⸂τῇ βασιλείᾳ τοῦ θεοῦ.
Notes
*9:2
τοὺς ἀσθενεῖς Treg NA28 ] – WH; τοὺς ἀσθενοῦντας RP
†9:3
ῥάβδον WH Treg NA28 ] ῥάβδους RP
‡9:3
ἀνὰ Treg NA28 RP ] – WH
§9:5
ἂν WH Treg NA28 ] ἐάν RP
*9:5
δέχωνται WH Treg NA28 ] δέξωνται RP
†9:5
ἐκείνης WH Treg NA28 ] + καὶ RP
‡9:5
ἀποτινάσσετε WH NA28 ] ἀποτινάξατε Treg RP
§9:7
γινόμενα WH Treg NA28 ] + ὑπʼ αὐτοῦ RP
*9:7
ἠγέρθη WH Treg NA28 ] ἐγήγερται RP
†9:8
τις WH Treg NA28 ] εἷς RP
‡9:9
εἶπεν δὲ WH Treg NA28 ] Καὶ εἶπεν RP
§9:9
ὁ WH RP ] – Treg NA28
*9:9
οὗ WH NA28 ] + ἐγὼ Treg RP
†9:10
πόλιν καλουμένην Βηθσαϊδά WH Treg NA28 ] τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδάν RP
‡9:11
ἀποδεξάμενος WH Treg NA28 ] δεξάμενος RP
§9:12
πορευθέντες WH Treg NA28 ] ἀπελθόντες RP
*9:12
καὶ WH NA28 ] + τοὺς Treg RP
†9:13
ὑμεῖς φαγεῖν Treg NA28 RP ] φαγεῖν ὑμεῖς WH
‡9:13
ἄρτοι πέντε WH NA28 ] πέντε ἄρτοι Treg RP
§9:14
ὡσεὶ WH Treg NA28 ] – RP
*9:15
κατέκλιναν WH Treg NA28 ] ἀνέκλιναν RP
†9:16
παραθεῖναι WH Treg NA28 ] παρατιθέναι RP
‡9:18
οἱ ὄχλοι λέγουσιν WH Treg ] λέγουσιν οἱ ὄχλοι NA28 RP
§9:20
Πέτρος δὲ ἀποκριθεὶς WH Treg NA28 ] Ἀποκριθεὶς δὲ ὁ Πέτρος RP
*9:21
λέγειν WH Treg NA28 ] εἰπεῖν RP
†9:22
ἐγερθῆναι WH Treg NA28 ] ἀναστῆναι RP
‡9:23
ἔρχεσθαι ἀρνησάσθω WH Treg NA28 ] ἐλθεῖν ἀπαρνησάσθω RP
§9:23
καθʼ ἡμέραν WH Treg NA28 ] – RP
*9:24
ἂν WH Treg NA28 ] ἐὰν RP
†9:27
αὐτοῦ WH Treg NA28 ] ὧδε RP
‡9:27
ἑστηκότων WH NA28 ] ἑστώτων Treg RP
§9:28
καὶ Treg NA28 RP ] – WH
*9:33
ὁ WH Treg NA28 ] – RP
†9:34
ἐπεσκίαζεν WH Treg NA28 ] ἐπεσκίασεν RP
‡9:34
εἰσελθεῖν αὐτοὺς WH Treg NA28 ] ἐκείνους εἰσελθεῖν RP
§9:35
ἐκλελεγμένος WH Treg NA28 ] ἀγαπητός RP
*9:36
εὑρέθη WH Treg NA28 ] + ὁ RP
†9:37
δὲ WH NA28 ] + ἐν Treg RP
‡9:38
ἐβόησεν WH Treg NA28 ] ἀνεβόησεν RP
§9:38
μοί ἐστιν WH Treg NA28 ] ἐστίν μοι RP
*9:39
μόγις Treg NA28 RP ] μόλις WH
†9:41
ὧδε τὸν υἱόν σου WH Treg NA28 ] τὸν υἱόν σου ὧδε RP
‡9:43
ἐποίει WH Treg NA28 ] ἐποίησεν ὁ Ἰησοῦς RP
§9:47
εἰδὼς WH NA28 ] ἰδὼν Treg RP
*9:47
παιδίον WH Treg NA28 ] παιδίου RP
†9:48
⸀ἂν WH ] ἐὰν Treg NA28 RP
‡9:48
⸁ἂν WH NA28 ] ἐὰν Treg RP
§9:48
ἐστιν WH Treg NA28 ] ἔσται RP
*9:49
δὲ WH Treg NA28 ] + ὁ RP
†9:49
ἐν WH Treg NA28 ] ἐπὶ RP
‡9:49
ἐκωλύομεν WH NA28 ] ἐκωλύσαμεν Treg RP
§9:50
εἶπεν δὲ WH Treg NA28 ] Καὶ εἶπεν RP
*9:50
ὁ Treg NA28 RP ] – WH
†9:50
ὑμῶν … ὑμῶν WH Treg NA28 ] ἡμῶν … ἡμῶν RP
‡9:51
πρόσωπον WH NA28 ] + αὐτοῦ Treg RP
§9:51
ἐστήρισεν WH Treg NA28 ] ἐστήριξεν RP
*9:52
ὡς WH NA28 ] ὥστε Treg RP
†9:54
μαθηταὶ WH NA28 ] + αὐτοῦ Treg RP
‡9:54
αὐτούς WH Treg NA28 ] + ὡς καὶ Ἠλίας ἐποίησεν RP
§9:55
αὐτοῖς WH Treg NA28 ] αὐτοῖς, καὶ εἶπεν, Οὐκ οἰδατε οἵου πνεύματός ἐστε ὑμεῖς RP
*9:56
καὶ WH Treg NA28 ] ὁ γὰρ ὑιὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. Καὶ RP
†9:57
Καὶ WH Treg NA28 ] Ἐγένετο δὲ RP
‡9:57
ἐὰν WH Treg NA28 ] ἂν RP
§9:57
ἀπέρχῃ WH Treg NA28 ] + κύριε RP
*9:59
Κύριε Treg NA28 RP ] – WH
†9:59
ἀπελθόντι πρῶτον NA28 RP ] πρῶτον ἀπελθόντι WH Treg
‡9:60
αὐτῷ WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
§9:62
ὁ Ἰησοῦς NIV ] πρὸς αὐτὸν ὁ Ἰησοῦς WH NA28; ὁ Ἰησοῦς πρὸς αὐτὸν Treg RP
*9:62
χεῖρα WH NA28 ] + αὐτοῦ Treg RP
†9:62
τῇ βασιλείᾳ WH Treg NA28 ] εἰς τὴν βασιλείαν RP
τοὺς ἀσθενεῖς Treg NA28 ] – WH; τοὺς ἀσθενοῦντας RP
ῥάβδον WH Treg NA28 ] ῥάβδους RP
ἀνὰ Treg NA28 RP ] – WH
ἂν WH Treg NA28 ] ἐάν RP
δέχωνται WH Treg NA28 ] δέξωνται RP
ἐκείνης WH Treg NA28 ] + καὶ RP
ἀποτινάσσετε WH NA28 ] ἀποτινάξατε Treg RP
γινόμενα WH Treg NA28 ] + ὑπʼ αὐτοῦ RP
ἠγέρθη WH Treg NA28 ] ἐγήγερται RP
τις WH Treg NA28 ] εἷς RP
εἶπεν δὲ WH Treg NA28 ] Καὶ εἶπεν RP
ὁ WH RP ] – Treg NA28
οὗ WH NA28 ] + ἐγὼ Treg RP
πόλιν καλουμένην Βηθσαϊδά WH Treg NA28 ] τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδάν RP
ἀποδεξάμενος WH Treg NA28 ] δεξάμενος RP
πορευθέντες WH Treg NA28 ] ἀπελθόντες RP
καὶ WH NA28 ] + τοὺς Treg RP
ὑμεῖς φαγεῖν Treg NA28 RP ] φαγεῖν ὑμεῖς WH
ἄρτοι πέντε WH NA28 ] πέντε ἄρτοι Treg RP
ὡσεὶ WH Treg NA28 ] – RP
κατέκλιναν WH Treg NA28 ] ἀνέκλιναν RP
παραθεῖναι WH Treg NA28 ] παρατιθέναι RP
οἱ ὄχλοι λέγουσιν WH Treg ] λέγουσιν οἱ ὄχλοι NA28 RP
Πέτρος δὲ ἀποκριθεὶς WH Treg NA28 ] Ἀποκριθεὶς δὲ ὁ Πέτρος RP
λέγειν WH Treg NA28 ] εἰπεῖν RP
ἐγερθῆναι WH Treg NA28 ] ἀναστῆναι RP
ἔρχεσθαι ἀρνησάσθω WH Treg NA28 ] ἐλθεῖν ἀπαρνησάσθω RP
καθʼ ἡμέραν WH Treg NA28 ] – RP
ἂν WH Treg NA28 ] ἐὰν RP
αὐτοῦ WH Treg NA28 ] ὧδε RP
ἑστηκότων WH NA28 ] ἑστώτων Treg RP
καὶ Treg NA28 RP ] – WH
ὁ WH Treg NA28 ] – RP
ἐπεσκίαζεν WH Treg NA28 ] ἐπεσκίασεν RP
εἰσελθεῖν αὐτοὺς WH Treg NA28 ] ἐκείνους εἰσελθεῖν RP
ἐκλελεγμένος WH Treg NA28 ] ἀγαπητός RP
εὑρέθη WH Treg NA28 ] + ὁ RP
δὲ WH NA28 ] + ἐν Treg RP
ἐβόησεν WH Treg NA28 ] ἀνεβόησεν RP
μοί ἐστιν WH Treg NA28 ] ἐστίν μοι RP
μόγις Treg NA28 RP ] μόλις WH
ὧδε τὸν υἱόν σου WH Treg NA28 ] τὸν υἱόν σου ὧδε RP
ἐποίει WH Treg NA28 ] ἐποίησεν ὁ Ἰησοῦς RP
εἰδὼς WH NA28 ] ἰδὼν Treg RP
παιδίον WH Treg NA28 ] παιδίου RP
⸀ἂν WH ] ἐὰν Treg NA28 RP
⸁ἂν WH NA28 ] ἐὰν Treg RP
ἐστιν WH Treg NA28 ] ἔσται RP
δὲ WH Treg NA28 ] + ὁ RP
ἐν WH Treg NA28 ] ἐπὶ RP
ἐκωλύομεν WH NA28 ] ἐκωλύσαμεν Treg RP
εἶπεν δὲ WH Treg NA28 ] Καὶ εἶπεν RP
ὁ Treg NA28 RP ] – WH
ὑμῶν … ὑμῶν WH Treg NA28 ] ἡμῶν … ἡμῶν RP
πρόσωπον WH NA28 ] + αὐτοῦ Treg RP
ἐστήρισεν WH Treg NA28 ] ἐστήριξεν RP
ὡς WH NA28 ] ὥστε Treg RP
μαθηταὶ WH NA28 ] + αὐτοῦ Treg RP
αὐτούς WH Treg NA28 ] + ὡς καὶ Ἠλίας ἐποίησεν RP
αὐτοῖς WH Treg NA28 ] αὐτοῖς, καὶ εἶπεν, Οὐκ οἰδατε οἵου πνεύματός ἐστε ὑμεῖς RP
καὶ WH Treg NA28 ] ὁ γὰρ ὑιὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. Καὶ RP
Καὶ WH Treg NA28 ] Ἐγένετο δὲ RP
ἐὰν WH Treg NA28 ] ἂν RP
ἀπέρχῃ WH Treg NA28 ] + κύριε RP
Κύριε Treg NA28 RP ] – WH
ἀπελθόντι πρῶτον NA28 RP ] πρῶτον ἀπελθόντι WH Treg
αὐτῷ WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
ὁ Ἰησοῦς NIV ] πρὸς αὐτὸν ὁ Ἰησοῦς WH NA28; ὁ Ἰησοῦς πρὸς αὐτὸν Treg RP
χεῖρα WH NA28 ] + αὐτοῦ Treg RP
τῇ βασιλείᾳ WH Treg NA28 ] εἰς τὴν βασιλείαν RP