1Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος ⸀καὶἑτέρους ἑβδομήκοντα ⸀δύοκαὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο ⸁δύοπρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι. 2ἔλεγεν ⸀δὲπρὸς αὐτούς· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ⸂ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ. 3ὑπάγετε· ⸀ἰδοὺἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. 4μὴβαστάζετε βαλλάντιον, μὴ πήραν, ⸀μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. 5εἰς ἣν δʼ ἂν ⸂εἰσέλθητε οἰκίαν πρῶτον λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ. 6καὶ ἐὰν ⸂ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπʼ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφʼ ὑμᾶς ἀνακάμψει. 7ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρʼ αὐτῶν, ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ ⸀αὐτοῦ μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. 8καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, 9καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· Ἤγγικεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. 10εἰς ἣν δʼ ἂν πόλιν ⸀εἰσέλθητεκαὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε· 11Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ⸂εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι ⸀ἤγγικενἡ βασιλεία τοῦ θεοῦ. 12λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ.
13Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ⸀ἐγενήθησαναἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ ⸀καθήμενοιμετενόησαν. 14πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. 15καὶ σύ, Καφαρναούμ, ⸂μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως ⸀τοῦᾅδου ⸀καταβιβασθήσῃ
16Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.
17Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα ⸀δύομετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18εἶπεν δὲ αὐτοῖς· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19ἰδοὺ ⸀δέδωκαὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ⸀ἀδικήσῃ 20πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ⸀ἐγγέγραπταιἐν τοῖς οὐρανοῖς.
21Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο ⸀τῷπνεύματι ⸂τῷ ἁγίῳ καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ⸂εὐδοκία ἐγένετο ἔμπροσθέν σου. 22⸀πάνταμοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ⸀ἐὰνβούληται ὁ υἱὸς ἀποκαλύψαι.
23Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατʼ ἰδίαν εἶπεν· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. 24λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.
25Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων ⸀αὐτὸνλέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 26ὁ δὲ εἶπεν πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; 27ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης ⸀τῆςκαρδίας σου καὶ ⸂ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ⸂ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ ⸂ἐν ὅλῃ τῇ διανοίᾳ σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. 28εἶπεν δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.
29Ὁ δὲ θέλων ⸀δικαιῶσαιἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστίν μου πλησίον; 30ὑπολαβὼν ⸀δὲὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ⸀ἡμιθανῆ 31κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν· 32ὁμοίως δὲ καὶ ⸀Λευίτηςκατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. 33Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατʼ αὐτὸν καὶ ⸀ἰδὼνἐσπλαγχνίσθη, 34καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ. 35καὶ ἐπὶ τὴν ⸀αὔριονἐκβαλὼν ⸂δύο δηνάρια ἔδωκεν τῷ πανδοχεῖ καὶ ⸀εἶπεν Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. 36⸀τίςτούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; 37ὁ δὲεἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετʼ αὐτοῦ. εἶπεν ⸀δὲ αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.
38⸂Ἐν δὲ τῷ πορεύεσθαι ⸀αὐτοὺςαὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο ⸀αὐτὸν 39καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη ⸀Μαριάμ ἣ καὶ ⸂παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ ⸀Ἰησοῦἤκουεν τὸν λόγον αὐτοῦ. 40ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με ⸀κατέλειπενδιακονεῖν; ⸀εἰπὲοὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ⸀κύριος Μάρθα Μάρθα, μεριμνᾷς καὶ ⸀θορυβάζῃπερὶ πολλά, 42⸂ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός· ⸂Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται ⸀αὐτῆς

Notes


*10:1 καὶ Treg RP ] – WH NA28

10:1 ⸀δύο WH NA28 ] – Treg RP

10:1 ⸁δύο WH NA28 ] – Treg RP

§10:2 δὲ WH Treg NA28 ] οὖν RP

*10:2 ἐργάτας ἐκβάλῃ WH Treg NA28 ] ἐκβάλῃ ἐργάτας RP

10:3 ἰδοὺ WH Treg NA28 ] + ἐγὼ RP

10:4 μὴ WH Treg NA28 ] μηδὲ RP

§10:5 εἰσέλθητε οἰκίαν WH Treg NA28 ] οἰκίαν εἰσέρχησθε RP

*10:6 ᾖ ἐκεῖ Treg RP ] ἐκεῖ ᾖ WH NA28

10:7 αὐτοῦ WH Treg NA28 ] + ἐστίν RP

10:10 εἰσέλθητε WH Treg NA28 ] εἰσέρχησθε RP

§10:11 εἰς τοὺς πόδας WH Treg NA28 ] – RP

*10:11 ἤγγικεν WH Treg NA28 ] + ἐφʼ ὑμᾶς RP

10:13 ἐγενήθησαν WH Treg NA28 ] ἐγένοντο RP

10:13 καθήμενοι WH Treg NA28 ] καθήμεναι RP

§10:15 μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ WH Treg NA28 ] ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα RP

*10:15 τοῦ WH Treg NA28 ] – RP

10:15 καταβιβασθήσῃ Treg RP ] καταβήσῃ WH NA28

10:17 δύο WH NA28 ] – Treg RP

§10:19 δέδωκα WH Treg NA28 ] δίδωμι RP

*10:19 ἀδικήσῃ NA28 RP ] ἀδικήσει WH Treg

10:20 ἐγγέγραπται WH Treg NA28 ] ἐγράφη RP

10:21 τῷ WH Treg RP ] ἐν τῷ NA28

§10:21 τῷ ἁγίῳ WH Treg NA28 ] ὁ Ἰησοῦς RP

*10:21 εὐδοκία ἐγένετο WH Treg NA28 ] ἐγένετο εὐδοκία RP

10:22 πάντα WH Treg NA28 ] Καὶ στραφείς πρός τούς μαθητάς εἶπεν πάντα RP

10:22 ἐὰν NA28 RP ] ἂν WH Treg

§10:25 αὐτὸν WH NA28 ] + καὶ Treg RP

*10:27 τῆς Treg NA28 RP ] – WH

10:27 ἐν ὅλῃ τῇ ψυχῇ WH Treg NA28 ] ἐξ ὅλης τῆς ψυχῆς RP

10:27 ἐν ὅλῃ τῇ ἰσχύϊ WH Treg NA28 ] ἐξ ὅλης τῆς ἰσχύος RP

§10:27 ἐν ὅλῃ τῇ διανοίᾳ WH Treg NA28 ] ἐξ ὅλης τῆς διανοίας RP

*10:29 δικαιῶσαι WH Treg NA28 ] δικαιοῦν RP

10:30 δὲ RP ] – WH Treg NA28

10:30 ἡμιθανῆ WH Treg NA28 ] + τυγχάνοντα RP

§10:32 Λευίτης WH Treg ] + γενόμενος NA28 RP

*10:33 ἰδὼν WH NA28 ] + αὐτὸν Treg RP

10:35 αὔριον WH Treg NA28 ] + ἐξελθών RP

10:35 δύο δηνάρια ἔδωκεν WH Treg RP ] ἔδωκεν δύο δηνάρια NA28

§10:35 εἶπεν WH Treg NA28 ] + αὐτῷ RP

*10:36 τίς WH NA28 ] + οὖν Treg RP

10:37 δὲ WH Treg NA28 ] οὖν RP

10:38 Ἐν δὲ WH Treg NA28 ] Ἐγένετο δὲ ἐν RP

§10:38 αὐτοὺς WH NA28 ] + καὶ Treg RP

*10:38 αὐτὸν NA28 ] αὐτὸν εἰς τὴν οἰκίαν WH; αὐτὸν εἰς τὸν οἶκον αὐτῆς Treg RP

10:39 Μαριάμ WH NA28 ] Μαρία Treg RP

10:39 παρακαθεσθεῖσα πρὸς WH Treg NA28 ] παρακαθίσασα παρὰ RP

§10:39 Ἰησοῦ RP ] κυρίου WH Treg NA28

*10:40 κατέλειπεν WH Treg RP ] κατέλιπεν NA28

10:40 εἰπὲ Treg NA28 RP ] εἰπὸν WH

10:41 κύριος WH NA28 ] Ἰησοῦς Treg RP

§10:41 θορυβάζῃ WH Treg NA28 ] τυρβάζῃ RP

*10:42 ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός WH ] ἑνὸς δέ ἐστιν χρεία Treg RP NA28

10:42 Μαριὰμ γὰρ WH NA28 ] Μαρία δὲ Treg RP

10:42 αὐτῆς WH NA28 ] ἀπʼ αὐτῆς Treg RP