1Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ. 2εἶπεν δὲ αὐτοῖς· Ὅταν προσεύχησθε, λέγετε· ⸀Πάτερ ἁγιασθήτω τὸ ὄνομά σου ἐλθέτω ἡ βασιλεία ⸀σου· 3τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθʼ ἡμέραν· 4καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς ⸀πειρασμόν
5Καὶ εἶπεν πρὸς αὐτούς· Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ· Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, 6ἐπειδὴ φίλος ⸀μουπαρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· 7κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετʼ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. 8λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι ⸂φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ⸀ὅσωνχρῄζει.
9Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· 10πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. 11τίνα δὲ ⸀ἐξὑμῶν τὸν πατέρα αἰτήσει ὁ ⸀υἱὸςἰχθύν, ⸀καὶἀντὶ ἰχθύος ὄφιν ⸂αὐτῷ ἐπιδώσει; 12ἢ καὶ ⸀αἰτήσειᾠόν, ⸀ἐπιδώσειαὐτῷ σκορπίον; 13εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν.
14Καὶ ἦν ἐκβάλλων ⸀δαιμόνιονκωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι· 15τινὲς δὲ ἐξ αὐτῶν εἶπον· Ἐν Βεελζεβοὺλ ⸀τῷἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια· 16ἕτεροι δὲ πειράζοντες σημεῖον ⸂ἐξ οὐρανοῦ ἐζήτουν παρʼ αὐτοῦ. 17αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία ἐφʼ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει. 18εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφʼ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια. 19εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο ⸂αὐτοὶ ὑμῶν κριταὶ ἔσονται. 20εἰ δὲ ἐν δακτύλῳ ⸀θεοῦἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. 21ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ· 22ἐπὰν ⸀δὲἰσχυρότερος ⸀αὐτοῦἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφʼ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν. 23ὁ μὴ ὢν μετʼ ἐμοῦ κατʼ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετʼ ἐμοῦ σκορπίζει.
24Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται διʼ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ ⸀εὑρίσκονλέγει· Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον· 25καὶ ἐλθὸν ⸀εὑρίσκεισεσαρωμένον καὶ κεκοσμημένον. 26τότε πορεύεται καὶ παραλαμβάνει ⸂ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτά, καὶ ⸀εἰσελθόντακατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.
27Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις ⸂φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας· 28αὐτὸς δὲ εἶπεν· ⸀Μενοῦνμακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ ⸀φυλάσσοντες
29Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν· Ἡ γενεὰαὕτη ⸀γενεὰ πονηρά ἐστιν· σημεῖον ⸀ζητεῖ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ⸀Ἰωνᾶ 30καθὼς γὰρ ἐγένετο ⸀Ἰωνᾶς⸂τοῖς Νινευίταις σημεῖον, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ. 31βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε. 32ἄνδρες ⸀Νινευῖταιἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.
33⸀Οὐδεὶςλύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλʼ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ ⸀φέγγοςβλέπωσιν. 34ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός ⸀σου ⸀ὅτανὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν. 35σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν. 36εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον ⸂μέρος τι σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.
37Ἐν δὲ τῷ λαλῆσαι ⸀ἐρωτᾷαὐτὸν ⸀Φαρισαῖοςὅπως ἀριστήσῃ παρʼ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν. 38ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου. 39εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν· Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. 40ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν; 41πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν.
42Ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα ⸀δὲἔδει ποιῆσαι κἀκεῖνα μὴ ⸀παρεῖναι 43οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. 44οὐαὶ ⸀ὑμῖν ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱἄνθρωποι ⸀οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.
45Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ· Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις. 46ὁ δὲ εἶπεν· Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις. 47οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. 48ἄρα ⸂μάρτυρές ἐστε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ ⸀οἰκοδομεῖτε 49διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν· Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ ⸀διώξουσιν 50ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκκεχυμένον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης, 51⸀ἀπὸαἵματος Ἅβελ ⸀ἕωςαἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. 52οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.
53⸂Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων, 54ἐνεδρεύοντες ⸀αὐτὸνθηρεῦσαί τι ἐκ τοῦ στόματος ⸀αὐτοῦ

Notes


*11:2 Πάτερ WH Treg NA28 ] + ἡμῶν ὁ ἐν τοῖς οὐρανοις RP

11:2 σου WH Treg NA28 ] + Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῳ καὶ ἐπὶ τῆς γῆς RP

11:4 πειρασμόν WH Treg NA28 ] + ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ RP

§11:6 μου WH Treg NA28 ] – RP

*11:8 φίλον αὐτοῦ WH Treg NA28 ] αὐτοῦ φίλον RP

11:8 ὅσων WH Treg NA28 ] ὅσον RP

11:11 ἐξ WH Treg NA28 ] – RP

§11:11 υἱὸς WH NA28 ] + ἄρτον μὴ λίθον ἐπιδώσει αὐτῷ ἢ καὶ Treg RP

*11:11 καὶ NA28 ] μὴ WH Treg RP

11:11 αὐτῷ ἐπιδώσει WH Treg NA28 ] ἐπιδώσει αὐτῷ RP

11:12 αἰτήσει WH Treg NA28 ] ἐὰν αἰτήσῃ RP

§11:12 ἐπιδώσει WH NA28 ] μὴ ἐπιδώσει Treg RP

*11:14 δαιμόνιον WH ] + καὶ αὐτὸ ἦν Treg NA28 RP

11:15 τῷ WH Treg NA28 ] – RP

11:16 ἐξ οὐρανοῦ ἐζήτουν παρʼ αὐτοῦ WH Treg NA28 ] παρʼ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ RP

§11:19 αὐτοὶ ὑμῶν κριταὶ WH NA28 ] αὐτοὶ κριταὶ ὑμῶν Treg; κριταὶ ὑμῶν αὐτοὶ RP

*11:20 θεοῦ RP ] + ἐγὼ WH Treg NA28

11:22 δὲ WH Treg NA28 ] + ὁ RP

11:22 αὐτοῦ WH Treg RP NA28 ] – NIV

§11:24 εὑρίσκον Treg RP ] + τότε WH NA28

*11:25 εὑρίσκει Treg NA28 RP ] + σχολάζοντα WH

11:26 ἕτερα … ἑαυτοῦ ἑπτά WH Treg NA28 ] ἑπτά ἕτερα … ἑαυτοῦ RP

11:26 εἰσελθόντα WH Treg NA28 ] ἐλθόντα RP

§11:27 φωνὴν γυνὴ WH NA28 ] γυνὴ φωνὴν Treg RP

*11:28 Μενοῦν WH Treg NA28 ] Μενοῦνγε RP

11:28 φυλάσσοντες WH Treg NA28 ] + αὐτόν RP

11:29 γενεὰ WH Treg NA28 ] – RP

§11:29 ζητεῖ WH Treg NA28 ] ἐπιζητεῖ RP

*11:29 Ἰωνᾶ WH Treg NA28 ] + τοῦ προφήτου RP

11:30 Ἰωνᾶς Treg NA28 RP ] ὁ Ἰωνᾶς WH

11:30 τοῖς Νινευίταις σημεῖον WH Treg NA28 ] σημεῖον τοῖς Νινευίταις RP

§11:32 Νινευῖται WH Treg NA28 ] Νινευῒ RP

*11:33 Οὐδεὶς WH Treg NA28 ] + δὲ RP

11:33 φέγγος RP ] φῶς WH Treg NA28

11:34 σου WH Treg NA28 ] – RP

§11:34 ὅταν WH Treg NA28 ] + οὖν RP

*11:36 μέρος τι WH Treg NA28 ] τι μέρος RP

11:37 ἐρωτᾷ WH Treg NA28 ] ἠρωτᾷ RP

11:37 Φαρισαῖος WH Treg NA28 ] + τις RP

§11:42 δὲ WH Treg NA28 ] – RP

*11:42 παρεῖναι WH Treg NA28 ] ἀφιέναι RP

11:44 ὑμῖν WH Treg NA28 ] + γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί RP

11:44 οἱ WH Treg NA28 ] – RP

§11:48 μάρτυρές ἐστε WH Treg NA28 ] μάρτυρεῖτε RP

*11:48 οἰκοδομεῖτε WH Treg NA28 ] + αὐτῶν τὰ μνημεῖα RP

11:49 διώξουσιν WH NA28 ] ἐκδιώξουσιν Treg RP

11:51 ἀπὸ WH Treg NA28 ] + τοῦ NIV RP

§11:51 ἕως WH Treg NA28 ] + τοῦ NIV RP

*11:53 Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ WH Treg NA28 ] Λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς αὐτούς RP

11:54 αὐτὸν WH NA28 ] + ζητοῦντες Treg RP

11:54 αὐτοῦ WH NA28 ] + ἵνα κατηγορήσωσιν αὐτοῦ Treg RP