1Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, ⸂ἥτις ἐστὶν ὑπόκρισις, τῶν Φαρισαίων⸃. 2οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. 3ἀνθʼ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
4Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. 5ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ⸂ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. 6οὐχὶ πέντε στρουθία ⸀πωλοῦνταιἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ. 7ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται· ⸀μὴφοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
8Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ⸀ὁμολογήσῃἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· 9ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ. 10καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. 11ὅταν δὲ ⸀εἰσφέρωσινὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ ⸀μεριμνήσητεπῶς ⸂ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· 12τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
13Εἶπεν δέ τις ⸂ἐκ τοῦ ὄχλου αὐτῷ· Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετʼ ἐμοῦ τὴν κληρονομίαν. 14ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπε, τίς με κατέστησεν ⸀κριτὴνἢ μεριστὴν ἐφʼ ὑμᾶς; 15εἶπεν δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ ⸀πάσηςπλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ ⸀αὐτοῦἐστιν ἐκ τῶν ὑπαρχόντων ⸀αὐτῷ 16εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα. 17καὶ διελογίζετο ἐν ⸀ἑαυτῷλέγων· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; 18καὶ εἶπεν· Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα ⸂τὸν σῖτον καὶ τὰ ἀγαθά μου, 19καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 20εἶπεν δὲ αὐτῷ ὁ θεός· ⸀Ἄφρων ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ⸀ἀπαιτοῦσινἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; 21οὕτως ὁ θησαυρίζων ⸀ἑαυτῷκαὶ μὴ εἰς θεὸν πλουτῶν.
22Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Διὰ τοῦτο ⸂λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ⸀ψυχῇτί φάγητε, μηδὲ τῷ ⸀σώματιτί ἐνδύσησθε. 23ἡ ⸀γὰρψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος. 24κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν. 25τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται ⸂ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι ⸀πῆχυν 26εἰ οὖν ⸀οὐδὲἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; 27κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 28εἰ δὲ ⸂ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ⸀ἀμφιέζει πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι. 29καὶὑμεῖς μὴ ζητεῖτε τί φάγητε ⸀καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε, 30ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ⸀ἐπιζητοῦσιν ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. 31πλὴν ζητεῖτε τὴν βασιλείαν ⸀αὐτοῦ καὶ ⸀ταῦταπροστεθήσεται ὑμῖν.
32Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. 33πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· 34ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
35Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, 36καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. 37μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς. 38⸂κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί ⸀εἰσινἐκεῖνοι.
39Τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ⸂οὐκ ἂν ἀφῆκεν ⸀διορυχθῆναιτὸν οἶκον αὐτοῦ. 40καὶ ⸀ὑμεῖςγίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
41Εἶπεν ⸀δὲὁ Πέτρος· Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας; 42⸂καὶ εἶπενκύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸ οἰκονόμος, ⸀ὁ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ ⸀τὸ σιτομέτριον; 43μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως· 44ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 45ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, 46ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. 47ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ⸀αὐτοῦκαὶ μὴ ἑτοιμάσας ⸀ἢποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς· 48ὁ δὲ μὴ γνοὺς ποιήσας δὲ ἄξια πληγῶν δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρʼ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
49Πῦρ ἦλθον βαλεῖν ⸀ἐπὶτὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; 50βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ⸀ὅτουτελεσθῇ. 51δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἢ διαμερισμόν. 52ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ⸂ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν, 53⸀διαμερισθήσονταιπατὴρ ἐπὶυἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ⸀ἐπὶ ⸀θυγατέρακαὶ θυγάτηρ ἐπὶ ⸂τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν ⸀πενθεράν
54Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· Ὅταν ⸀ἴδητενεφέλην ἀνατέλλουσαν ⸀ἐπὶδυσμῶν, εὐθέως λέγετε ⸀ὅτιὌμβρος ἔρχεται, καὶ γίνεται οὕτως· 55καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται. 56ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν ⸂δὲ καιρὸν τοῦτον πῶς ⸂οὐκ οἴδατε δοκιμάζειν;
57Τί δὲ καὶ ἀφʼ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; 58ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπʼ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπʼ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε ⸀παραδώσειτῷ πράκτορι, καὶ ὁ πράκτωρ σε ⸀βαλεῖεἰς φυλακήν. 59λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ⸂καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.

Notes


*12:1 ἥτις ἐστὶν ὑπόκρισις τῶν Φαρισαίων WH NA28 ] τῶν Φαρισαίων ἥτις ἐστὶν ὑπόκρισις Treg RP

12:5 ἔχοντα ἐξουσίαν WH Treg NA28 ] ἐξουσίαν ἔχοντα RP

12:6 πωλοῦνται WH Treg NA28 ] πωλεῖται RP

§12:7 μὴ WH Treg NA28 ] + οὖν RP

*12:8 ὁμολογήσῃ Treg NA28 RP ] ὁμολογήσει WH

12:11 εἰσφέρωσιν WH Treg NA28 ] προσφέρωσιν RP

12:11 μεριμνήσητε WH Treg NA28 ] μεριμνᾶτε RP

§12:11 ἢ τί WH Treg RP NA28 ] – NIV

*12:13 ἐκ τοῦ ὄχλου αὐτῷ WH NA28 ] αὐτῷ ἐκ τοῦ ὄχλου Treg RP

12:14 κριτὴν WH Treg NA28 ] δικαστὴν RP

12:15 πάσης WH Treg NA28 ] τῆς RP

§12:15 αὐτοῦ WH Treg NA28 ] αὐτῷ RP

*12:15 αὐτῷ WH Treg NA28 ] αὐτοῦ RP

12:17 ἑαυτῷ Treg NA28 RP ] αὑτῷ WH

12:18 τὸν σῖτον WH Treg NA28 ] τὰ γενήματά μου RP

§12:20 Ἄφρων WH Treg NA28 ] Ἄφρον RP

*12:20 ἀπαιτοῦσιν NA28 RP ] αἰτοῦσιν WH Treg

12:21 ἑαυτῷ Treg NA28 RP ] αὑτῷ WH

12:22 λέγω ὑμῖν WH Treg NA28 ] ὑμῖν λέγω RP

§12:22 ψυχῇ WH Treg NA28 ] + ὑμῶν RP

*12:22 σώματι Treg NA28 RP ] + ὑμῶν WH

12:23 γὰρ WH Treg NA28 ] – RP

12:25 ἐπὶ … αὐτοῦ προσθεῖναι WH NA28 ] προσθεῖναι ἐπὶ … αὐτοῦ Treg RP

§12:25 πῆχυν WH NA28 ] + ἕνα Treg NIV RP

*12:26 οὐδὲ WH Treg NA28 ] οὐτὲ RP

12:28 ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον WH NA28 ] τὸν χόρτον σήμερον ἐν τῷ ἀγρῷ ὄντα Treg; τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα RP

12:28 ἀμφιέζει WH Treg NA28 ] ἀμφιέννυσιν RP

§12:29 καὶ WH Treg NA28 ] ἢ RP

*12:30 ἐπιζητοῦσιν WH Treg NA28 ] ἐπιζητεῖ RP

12:31 αὐτοῦ WH Treg NA28 ] τοῦ θεοῦ RP

12:31 ταῦτα WH Treg NA28 ] + πάντα RP

§12:38 κἂν ἐν τῇ δευτέρᾳ κἂν WH Treg NA28 ] Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ RP

*12:38 εἰσιν WH NA28 ] + οἱ δοῦλοι Treg RP

12:39 οὐκ ἂν NA28 ] ἐγρηγόρησεν ἂν καὶ οὐκ WH Treg; ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν RP

12:39 διορυχθῆναι WH NA28 ] διορυγῆναι Treg RP

§12:40 ὑμεῖς WH Treg NA28 ] + οὖν RP

*12:41 δὲ WH Treg NA28 ] + αὐτῷ RP

12:42 καὶ εἶπεν WH Treg NA28 ] Εἶπεν δὲ RP

12:42 ὁ WH Treg NA28 ] καὶ RP

§12:42 τὸ WH NA28 RP ] – Treg

*12:47 αὐτοῦ WH Treg NA28 ] ἑαυτοῦ RP

12:47 ἢ WH NA28 ] μηδὲ Treg RP

12:49 ἐπὶ WH Treg NA28 ] εἰς RP

§12:50 ὅτου WH Treg NA28 ] οὗ RP

*12:52 ἑνὶ οἴκῳ WH Treg NA28 ] οἴκῳ ἑνὶ RP

12:53 διαμερισθήσονται WH Treg NA28 ] Διαμερισθήσεται RP

12:53 ἐπὶ WH Treg RP ] + τὴν NA28

§12:53 θυγατέρα WH Treg NA28 ] θυγατρί RP

*12:53 τὴν μητέρα WH Treg NA28 ] μητρί RP

12:53 πενθεράν WH Treg NA28 ] + αὐτῆς RP

12:54 ἴδητε WH Treg ] + τὴν NA28 RP

§12:54 ἐπὶ WH NA28 ] ἀπὸ Treg RP

*12:54 ὅτι WH Treg NA28 ] – RP

12:56 δὲ καιρὸν Treg RP ] καιρὸν δὲ WH NA28

12:56 οὐκ οἴδατε δοκιμάζειν WH Treg NA28 ] οὐ δοκιμάζετε RP

§12:58 παραδώσει WH Treg NA28 ] παραδῷ RP

*12:58 βαλεῖ WH Treg NA28 ] βάλῃ RP

12:59 καὶ τὸ WH Treg NA28 ] οὗ καὶ τὸν RP